- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.39.1-36.39.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为了平息选举期间的暴力,元老院决议在选举前仓促提出反贿选法并为执政官指派卫队;保民官科尔内利乌斯激愤之下提案限制元老院的特免权,引发执政官皮索遭到暴民袭击的严重骚乱。
αὐτὴν ἐκέλευσεν. ἐπεὶ δὲ αἵ τε ἀρχαιρεσίαι προεπηγγελμέναι ἦσαν, καὶ κατὰ τοῦτʼ οὐδὲν προνομοθετηθῆναι πρὸ αὐτῶν ἐξῆν, καὶ οἱ σπουδαρχιῶντες πολλὰ καὶ κακὰ ἐν τῷ διακένῳ τούτῳ ἐποίουν, ὥστε καὶ σφαγὰς γίγνεσθαι, τόν τε νόμον ἐψηφίσαντο καὶ πρὸ ἐκείνων ἐσενεχθῆναι1 καὶ φρουρὰν τοῖς ὑπάτοις δοθῆναι. ἀγανακτήσας οὖν ἐπὶ τούτοις ὁ Κορνήλιος γνώμην ἐποιήσατο μὴ ἐξεῖναι τοῖς βουλευταῖς μήτε ἀρχήν τινι ἔξω τῶν νόμων αἰτήσαντι διδόναι μήτʼ ἄλλο μηδὲν τῶν τῷ δήμῳ προσηκόντων ψηφίζεσθαι· τοῦτο γὰρ ἐνενομοθέτητο μὲν ἐκ τοῦ πάνυ ἀρχαίου, οὐ μέντοι καὶ τῷ ἔργῳ ἐτηρεῖτο. θορύβου τε ἐπʼ αὐτῷ πολλοῦ συμβάντος (καὶ γὰρ ἀντέπρασσον τῶν τε ἄλλων τῶν ἐκ τῆς γερουσίας συχνοὶ καὶ ὁ Πίσων) τάς τε ῥάβδους αὐτοῦ ὁ ὄχλος συνέτριψε καὶ αὐτὸν διασπάσασθαι ἐπεχείρησεν.2
命他们制定该法律。然而,由于选举日期已经公布,按照规定在选举前不得先行立法,而谋求官职者在此空档期间为非作歹,以致发生了流血残杀,于是元老院表决通过,即便在选举之前也要提出该法案,并给执政官配备卫队。 因此,科尔内利乌斯对此大为恼火,提出一项动议:元老们既不得将官职授予违背法律而要求获得官职的人,亦不得就属于民众管辖的任何其他事务进行表决;因为这一点虽然自极古老之时便已入法,但在实际行动中却并未得到遵守。 围绕此事发生了极大的骚乱——因为元老院中的许多其他人以及皮索都在竭力反对——民众折断了皮索的权标,并企图将他撕成碎片。
ἰδὼν οὖν τὴν ὁρμὴν αὐτῶν ὁ Κορνήλιος τότε μέν, πρὶν ἐπιψηφίσαι τι, διαφῆκε τὸν σύλλογον, ὕστερον δὲ προσέγραψε τῷ νόμῳ τήν τε βουλὴν πάντως περὶ αὐτῶν προβουλεύειν καὶ τὸν
于是科尔内利乌斯见众人势头凶猛,当时在付诸表决之前便解散了集会;但后来他在法律中补充了一条修正案,规定元老院必须无论如何都要预先就这些事务进行审议,并且……
- 36.39.1τόν τε νόμον ἐψηφίσαντο καὶ πρὸ ἐκείνων ἐσενεχθῆναι
主动词 ἐψηφίσαντο 的主语承接前文,指“元老院”(ἡ βουλή)。指示代词 ἐκείνων 指代前一从句中的名词 αἱ ἀρχαιρεσίαι(选举),表示元老院通过特例决议,允许在选举之前就提出该法案。
- 36.39.3τάς τε ῥάβδους αὐτοῦ ὁ ὄχλος συνέτριψε καὶ αὐτὸν διασπάσασθαι ἐπεχείρησεν
代词 αὐτοῦ 与 αὐτὸν 指代紧接在括号从句中提及的反对方执政官“皮索”(ὁ Πίσων)。此句指暴民折断了代表执政官权威的权标(fasces),并企图对皮索本人施暴。
