← 卡西乌斯·狄奥

罗马史

§36.38.1-36.38.5

惩治选举贿赂的卡尔普尔尼乌斯法制定

本段记述在阿基利乌斯与皮索任执政官期间通过反贿选法案的经过,以及元老院如何介入并调和保民官科尔内利乌斯过于严酷的惩罚提案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.38.1

ἐπὶ μὲν δὴ τοῦ Ἀκιλίου τοῦ τε Πίσωνος ταῦτά τε οὕτως ἐγένετο, καὶ κατὰ τῶν δεκασμοῦ περὶ τὰς ἀρχὰς ἁλισκομένων1 ἐνομοθετήθη πρὸς αὐτῶν τῶν ὑπάτων μήτʼ ἄρχειν μήτε βουλεύειν σφῶν μηδένα, ἀλλὰ καὶ χρήματα προσοφλισκάνειν.

在阿基利乌斯与皮索担任执政官期间,事情便如此发生;并且针对谋求官职时犯有贿赂罪而被定罪者,执政官亲自制定了法律,规定他们任何人均不得任官,亦不得担任元老,并且还要被判处额外的罚金。

§36.38.2

ἐπειδὴ γὰρ ἥ τε τῶν δημάρχων δυναστεία ἐς τὸ ἀρχαῖον ἐπανεληλύθει; καὶ πολλοὶ τῶν ὑπὸ τῶν τιμητῶν διαγεγραμμένων ἀναλαβεῖν τρόπον τινὰ τὴν βουλείαν ἐσπούδαζον, συστάσεις καὶ παρακελευσμοὶ παμπληθεῖς ἐφʼ ἁπάσαις ταῖς ἀρχαῖς ἐγίγνοντο. ἔπραξαν δὲ τοῦθʼ οἱ ὕπατοι οὐχ ὅτι καὶ ἤχθοντο τῷ πράγματι (αὐτοὶ γὰρ διασπουδάσαντες ἀπεδείχθησαν, καὶ ὅ γε Πίσων καὶ γραφεὶς ἐπὶ τούτῳ καὶ πρὸς ἑνὸς καὶ πρὸς ἑτέρου τινὸς ἐξεπρίατο τὸ μὴ κατηγορηθῆναι)2 ἀλλʼ ὅτι ἠναγκάσθησαν ὑπὸ τῆς γερουσίας. αἴτιον δὲ ὅτι Γάιός τις Κορνήλιος δημαρχῶν πικρότατα ἐπιτίμια τάξαι κατʼ αὐτῶν ἐπεχείρησε καὶ αὐτὰ καὶ ὁ ὅμιλος ᾑρεῖτο. ἡ γὰρ βουλὴ συνιδοῦσα ὅτι τὸ μὲν ὑπερβάλλον τῶν τιμωρημάτων ἐν μὲν ταῖς ἀπειλαῖς ἔκπληξίν τινα ἔχει, οὔτε δὲ τοὺς κατηγορήσοντας οὔτε τοὺς καταψηφιουμένους τῶν ὑπαιτίων,3 ἅτε καὶ ἀνηκέστων αὐτῶν ὄντων, ῥᾳδίως εὑρίσκει, τὸ δὲ δὴ μέτριον ἔς τε τὰς κατηγορίας συχνοὺς προάγει καὶ τὰς καταψηφίσεις οὐκ ἀποτρέπει, μεταρρυθμίσαι πῃ τὴν ἐσήγησιν αὐτοῦ καὶ τοῖς ὑπάτοις νομοθετῆσαι

因为自从保民官的权势恢复到昔日的状态,加上许多被监察官除名的人都竭力想以某种方式重获元老职位,故而针对所有官职的党派勾结和暗中串通层出不穷。 执政官采取这一行动,并非出于他们对此类行径有多么愤恨——因为他们自己就是通过暗中奔走钻营而当选的,特别是皮索,虽因这一罪名被控告,却先后贿赂了各方以换取不被起诉——而是因为受到了元老院的逼迫。 其原因在于,一位名为盖乌斯·科尔内利乌斯的保民官企图针对他们规定极其严厉的惩罚,而民众亦倾向于此。 元老院察觉到,刑罚过于沉重虽然在威吓上具有某种震慑力,但由于处罚无可挽回,便难以轻易找到原告,也难以找到愿意对有罪者投下有罪票的人;相反,适度的刑罚既能促使许多人提起控告,又不会使有罪判决受阻,于是元老院力图在某种程度上修改其提案,改由执政官来制定该法律。

语法注3 条
  1. 36.38.1δεκασμοῦ περὶ τὰς ἀρχὰς ἁλισκομένων

    δεκασμοῦ 为表示罪名的属格(罪状属格)。动词 ἁλίσκομαι 的分词 在法律语境中具有被动含义,意为“(因某罪)被定罪”。

  2. 36.38.3ἐξεπρίατο τὸ μὴ κατηγορηθῆναι

    动词 ἐκπρίασθαι(贿买、买通)支配带否定词 μή 的冠词不定词宾格(τὸ μὴ κατηγορηθῆναι)作直接宾语,意为“通过贿赂免于被控告”。此处 μή 属于伴随在含防范、避免意义结构后的常规否定用法。

  3. 36.38.4τῶν ὑπαιτίων

    属格 τῶν ὑπαιτίων 作实质化分词 τοὺς καταψηφιουμένους 的补足语;动词 καταψηφίζομαι(判处……有罪、投下有罪票)常规支配表示受刑人或定罪对象的属格,故意为“对有罪之人判决有罪者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.38.1-36.38.5