- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.40.1-36.40.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
科尔内利乌斯立案禁止裁判官随意改动裁判告示;随后记述了当时罗马严惩受贿的风气,以及科塔与告发者卡尔博相继因腐败而获罪的始末。
δῆμον ἐπάναγκες ἐπικυροῦν τὸ προβούλευμα.1 καὶ οὕτως ἐκεῖνόν τε διενομοθέτησε καὶ ἕτερον τοιόνδε. οἱ στρατηγοὶ πάντες τὰ δίκαια καθʼ ἃ δικάσειν ἔμελλον, αὐτοὶ συγγράφοντες ἐξετίθεσαν· οὐ γάρ πω πάντα τὰ δικαιώματα τὰ περὶ τὰ συμβόλαια διετέτακτο. ἐπεὶ οὖν οὔτε ἐσάπαξ τοῦτʼ ἐποίουν οὔτε τὰ γραφέντα ἐτήρουν, ἀλλὰ πολλάκις αὐτὰ μετέγραφον καὶ συχνὰ ἐν τούτῳ πρὸς χάριν ἢ καὶ κατʼ ἔχθραν τινῶν, ὥσπερ εἰκός, ἐγίγνετο, ἐσηγήσατο κατʼ ἀρχάς τε εὐθὺς αὐτοὺς τὰ δίκαια οἷς χρήσονται προλέγειν, καὶ μηδὲν ἀπʼ αὐτῶν παρατρέπειν. τό τε σύμπαν οὕτως ἐπιμελὲς τοῖς Ῥωμαίοις κατὰ τὸν χρόνον ἐκεῖνον τὸ μηδὲν δωροδοκεῖσθαι ἐγένετο ὥστε πρὸς τῷ τοὺς ἐλεγχομένους κολάζειν καὶ τοὺς κατηγοροῦντας αὐτῶν ἐτίμων. τοῦ γοῦν Κόττου τοῦ Μάρκου τὸν μὲν ταμίαν Πούπλιον Ὄππιον ἐπί τε δώροις καὶ ἐπὶ ὑποψίᾳ ἐπιβουλῆς ἀποπέμψαντος, αὐτοῦ δὲ πολλὰ ἐκ τῆς Βιθυνίας χρηματισαμένου,2 Γάιον Κάρβωνα τὸν κατηγορήσαντα αὐτοῦ τιμαῖς ὑπατικαῖς καίπερ δεδημαρχηκότα μόνον, ἐσέμνυναν. καὶ οὗτος μὲν τῆς τε Βιθυνίας καὶ αὐτὸς ὕστερον ἄρξας, καὶ μετριώτερον οὐδὲν τοῦ Κόττου πλημμελήσας, ἀντικατηγορήθη ὑπὸ τοῦ υἱέος αὐτοῦ καὶ ἀνθεάλω· πολλῷ γάρ που ῥᾷον ἄλλοις ἐπιτιμῶσί τινες ἢ ἑαυτοῖς παραινοῦσι, καὶ προχειρότατά γε ἐφʼ οἷς τιμωρίας ἀξίους τοὺς πέλας εἶναι νομίζουσιν αὐτοὶ ποιοῦσιν, ὥστε μηδεμίαν πίστιν ἐξ ὧν ἑτέροις ἐγκαλοῦσιν, ὅτι καὶ μισοῦσιν αὐτά, λαμβάνειν·3
并且民众必须批准这一预备决议。他就这样制定了该法律,以及另一条如下内容的法律。所有的裁判官原先都自行起草并公布他们打算据以断案的裁判准则;因为有关契约的一切法规尚未全部确立。因此,由于裁判官们并非一次性制定完毕,也不遵守所写下的内容,而是屡加改动,并且正如所料,在此过程中往往因偏袒或出于对某些人的怨恨而行事,于是科尔内利乌斯提议:裁判官必须在就职之初立即预先公布他们将要采用的法律准则,且不得对此作任何偏离。 总之,在那个时期,罗马人对于防止贿赂极为关切,以致除了惩罚被定罪者之外,还对告发他们的人予以表彰。比如,马尔库斯·科塔因受贿和图谋不轨的嫌疑遣送回了财务官普布利乌斯·奥皮乌斯,但他自己却从比提尼亚敛取了巨额财富,罗马人便以执政官级别的荣誉表彰了告发他的盖乌斯·卡尔博,尽管卡尔博只担任过保民官。而这位卡尔博本人后来亦统治了比提尼亚,其胡作非为丝毫不亚于科塔,结果遭到科塔之子的反告发,同样被定罪判决。因为人们责备他人往往远比告诫自己容易得多,并且极其轻率地亲自犯下他们认为邻人应当受罚的罪行,以致根本无法单凭他们对别人的指控,就让人相信他们自己确实痛恨这些恶行。
- 36.40.1δῆμον ἐπάναγκες ἐπικυροῦν τὸ προβούλευμα
承接上一段落末尾的动词 προσέγραψε 所带的宾格加不定式结构。τὸν δῆμον 是不定式 ἐπικυροῦν 的逻辑主语,副词 ἐπάναγκες 用作状语,表示“必然”、“必须”。
- 36.40.3τοῦ γοῦν Κόττου τοῦ Μάρκου τὸν μὲν ταμίαν Πούπλιον Ὄππιον ἐπί τε δώροις καὶ ἐπὶ ὑποψίᾳ ἐπιβουλῆς ἀποπέμψαντος, αὐτοῦ δὲ πολλὰ ἐκ τῆς Βιθυνίας χρηματισαμένου
对称的独立属格结构:τοῦ Κόττου... ἀποπέμψαντος 与 αὐτοῦ δὲ... χρηματισαμένου 通过 μέν...δέ 形成对照,说明科塔虽以嫌疑遣送了副官奥皮乌斯,其自身(αὐτοῦ)却在比提尼亚敛财。主句谓语为 ἐσέμνυναν,主语省略(指罗马人)。
- 36.40.5ὥστε μηδεμίαν πίστιν ἐξ ὧν ἑτέροις ἐγκαλοῦσιν, ὅτι καὶ μισοῦσιν αὐτά, λαμβάνειν
由 ὥστε 加不定式(λαμβάνειν)引导的结果从句。ἐξ ὧν ἑτέροις ἐγκαλοῦσιν 相当于 ἐκ τούτων ἃ ἑτέροις ἐγκαλοῦσιν,即“从他们对别人的指责中”。后面的 ὅτι 从句(ὅτι καὶ μισοῦσιν αὐτά)作 πίστιν 的同位语说明,意为“即他们自己也确实痛恨这些行为的凭信”。
