← 卡西乌斯·狄奥

罗马史

§36.37.1-36.37.6

庞培获得全权与迅速平定海盗

民众与元老院授予庞培肃清海盗的庞大统帅权与军力,庞培凭借迅捷的军事行动以及对归顺者宽大安置(赐予土地与城市)的策略,在短时间内平定了海盗危机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.37.1

τῆς δὲ Ἰταλίας ἀντὶ ὑπάτου ἐπὶ τρία ἔτη,1 προσέταξαν αὐτῷ ὑποστρατήγους τε πεντεκαίδεκα καὶ τὰς ναῦς ἁπάσας, τά τε χρήματα καὶ τὰ στρατεύματα ὅσα ἂν ἐθελήσῃ λαβεῖν ἐψηφίσαντο. καὶ ἐκεῖνά τε καὶ ἡ γερουσία καὶ ἄκουσα ἐπεκύρωσε, καὶ τἆλλα ὅσα πρόσφορα ἐς αὐτὰ ἦν ἑκάστοτε ἐγίγνωσκεν, ἄλλως τε καὶ ἐπειδὴ τοῦ Πίσωνος μὴ ἐπιτρέψαντος τοῖς ὑπάρχοις καταλόγους ἐν τῇ Γαλατίᾳ τῇ Ναρβωνησίᾳ, ἧς ἦρχε, ποιήσασθαι, δεινῶς ὁ ὅμιλος ἠγανάκτησε· καὶ εὐθύς γʼ ἂν αὐτὸν ἐκ τῆς ἀρχῆς ἐξήλασαν, εἰ μὴ ὁ Πομπήιος παρῃτήσατο.2 παρασκευασάμενος οὖν ὡς τό τε πρᾶγμα καὶ τὸ φρόνημα αὐτοῦ ἀπῄτει, πᾶσαν ἅμα τὴν θάλασσαν, ὅσην οἱ καταποντισταὶ ἐλύπουν, τὰ μὲν αὐτός, τὰ δὲ καὶ διὰ τῶν ὑποστρατήγων περιέπλευσε, καὶ τὰ πλείω αὐτῆς αὐτοετὲς ἡμέρωσε. πολλῇ μὲν γὰρ καὶ τῇ παρασκευῇ τῇ τε τοῦ ναυτικοῦ καὶ τῇ τῶν ὁπλιτῶν ἐχρῆτο, ὥστε καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ γῇ ἀνυπόστατος εἶναι, πολλῇ δὲ καὶ τῇ φιλανθρωπίᾳ τῇ πρὸς τοὺς ὁμολογοῦντάς οἱ, ὥστε καὶ ὑπὸ τοῦ τοιούτου παμπόλλους προσποιήσασθαι· οἱ γὰρ ἄνθρωποι ταῖς τε δυνάμεσιν ἡττώμενοι καὶ τῆς χρηστότητος αὐτοῦ πειρώμενοι προθυμότατα αὐτῷ προσεχώρουν. τά τε γὰρ ἄλλα αὐτῶν ἐπεμελεῖτο, καὶ ὅπως μηδʼ αὖθίς ποτε ἐς ἀνάγκην πονηρῶν ἔργων ὑπὸ πενίας ἀφίκωνται, καὶ χώρας σφίσιν ὅσας ἐρήμους ἑώρα, καὶ πόλεις ὅσαι ἐποίκων ἐδέοντο, ἐδίδου.3 καὶ ἄλλαι τε ἐκ τούτου συνῳκίσθησαν καὶ ἡ Πομπηιόπολις ἐπικληθεῖσα· ἔστι δὲ ἐν τῇ Κιλικίᾳ τῇ παραθαλασσίᾳ καὶ ἐπεπόρθητο ὑπὸ τοῦ Τιγράνου, Σόλοι πρότερον ὠνομασμένη.

并让他作为资深执政官统领意大利三年;他们指派给他十五名副将和所有的船只,并表决允许他支取任意数额的金钱和军队。元老院亦不情愿地批准了这些决议,并在每次需要时就一切有助于此项事业的事务作出决定,尤其是因为皮索不准许副将们在其管辖的纳尔榜高卢征兵,引发了民众极大的愤怒;若非庞培出面说情,他们当时就会立即罢免其官职。 于是,庞培按照事态与其志向所要求的规模作好准备,同时巡航于海盗肆虐的整个海域,部分由他亲自巡视,部分则由副将巡视,并在同一年内肃清了其中的绝大部分。因为他不仅动用了庞大的海军与重装步兵军备,使得自己在海陆两方面都所向披靡,而且对待投降者亦展现出极大的仁厚,从而借此争取到了无数归顺者;人们在为其兵力所震慑的同时,亲身体会到他的仁德,遂极其踊跃地归顺于他。 事实上,他不仅照料他们的其他事宜,为了使他们不再因贫困而被迫重操恶业,他还把自己所见的所有荒地以及需要定居者的城镇分给他们。因此,不仅其他城市得以重建并安置居民,那座被称作庞培奥波利斯的城市也是如此;该城位于滨海基利家,原名索利,此前曾遭提格兰劫掠破坏。

语法注3 条
  1. 36.37.1τῆς δὲ Ἰταλίας ἀντὶ ὑπάτου ἐπὶ τρία ἔτη

    承接前章中受统属的动词(如 ἄρχειν),τῆς Ἰταλίας 为受该统治动词支配的属格宾语(意为“统领意大利”)。ἀντὶ ὑπάτου 是罗马宪制术语 pro consule(“作为资深执政官”)的希腊语对译。

  2. 36.37.2καὶ εὐθύς γʼ ἂν αὐτὸν ἐκ τῆς ἀρχῆς ἐξήλασαν, εἰ μὴ ὁ Πομπήιος παρῃτήσατο

    过去反事实条件句。归结句使用 ἄν 加上直陈式不定过去时(εὐθύς γʼ ἂν ... ἐξήλασαν,“他们本会立即驱逐他”),条件从句使用 εἰ 加上直陈式不定过去时(εἰ μὴ ὁ Πομπήιος παρῃτήσατο,“若非庞培求情”),表示对过去既成事实的相反假设。

  3. 36.37.5καὶ ὅπως μηδʼ αὖθίς ποτε ἐς ἀνάγκην πονηρῶν ἔργων ὑπὸ πενίας ἀφίκωνται, καὶ χώρας σφίσιν ὅσας ἐρήμους ἑώρα, καὶ πόλεις ὅσαι ἐποίκων ἐδέοντο, ἐδίδου

    主句谓语为 ἐδίδου,其前置了一个目的从句(ὅπως ... ἀφίκωνται),后接两个并列的直接宾语(καὶ χώρας ... καὶ πόλεις)。在 πόλεις ὅσαι 中,先行词 πόλεις 保持宾格作为 ἐδίδου 的直接宾语,而关系代词 ὅσαι 则根据从句内的句法要求取主格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.37.1-36.37.6