← 卡西乌斯·狄奥

罗马史

§36.36.1-36.36.4

主张赋予副将独立指挥权并批判集权

发言者主张,既然广阔战区需要派遣副手,就应当由人民直接赋予他们独立的统辖权,揭示了将全权托付一人的弊端,并警告因对海盗作战而废止现有正规官职的危险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.36.1

εἴπερ τι ὄφελος αὐτῶν ἔσται· εἰ δὲ δή τις ἐκεῖνό φησιν, ὅτι κἂν ἑνί τῳ πάντα τὸν πόλεμον ἐπιτρέψητε, πάντως που καὶ ναυάρχους καὶ ὑπάρχους πολλοὺς ἕξει, πῶς οὐ πολὺ δικαιότερον καὶ συμφορώτερον (ἐγὼ γὰρ ἂν εἴποιμι) καὶ τί κωλύει1 τούτους αὖ τοὺς ὑπάρξειν ἐκείνῳ μέλλοντας καὶ προχειρισθῆναι ὑφʼ ὑμῶν ἐπʼ αὐτὸ τοῦτο καὶ τὴν ἡγεμονίαν παρʼ ὑμῶν αὐτοτελῆ λαβεῖν; οὕτω μὲν γὰρ καὶ φροντιοῦσι τοῦ πολέμου μᾶλλον, ἅτε καὶ ἰδίαν ἕκαστος αὐτῶν μερίδα πεπιστευμένος καὶ ἐς μηδένα ἕτερον τὴν ὑπὲρ αὐτῆς ἀμέλειαν ἀνενεγκεῖν δυνάμενος, καὶ φιλοτιμήσονται πρὸς ἀλλήλους ἀκριβέστερον, ἅτε καὶ αὐτοκρατεῖς ὄντες καὶ τὴν δόξαν ὧν ἂν ἐργάσωνται αὐτοὶ κτησόμενοι· ἐκείνως δὲ τίνα μὲν ὁμοίως οἴεσθε ἄλλῳ τῳ ὑποκείμενον, τίνα δʼ ἀπροφασίστως ὁτιοῦν ποιήσειν,2 μέλλοντα μὴ ἑαυτῷ ἀλλʼ ἑτέρῳ κρατήσειν;

只要他们真能带来任何益处的话。但如果确实有人说,哪怕你们将全盘战事托付给单单一人,他也必定会拥有众多的舰队指挥官和副将,那么,(因为我倒要说)难道让这些将成为那人副手的人,转而由你们为了这同一目的而选拔出来,并从你们手中领受独立的统率权,不是要正当得多、有益得多吗?又有什么能够阻碍这一点呢?因为按这样的话,他们不仅会更加关切战事——既然他们每一个人都被托付了自己的部分,并且无法将对这一部分的玩忽职守推卸给任何其他人——而且还会更加严格地互相竞争,既然他们既拥有独立的权力,又能自己赢得无论取得何种功绩的荣耀。但在那种方式下,当从属于另外某人时,你们以为谁还会同样用心,又有谁在明知自己胜利不是为了自己而是为了他人时,还会毫无借口地去行做任何事呢?

§36.36.3

Ὥσθʼ ὅτι μὲν εἷς οὐδʼ ἂν δύναιτο τοσοῦτον ἅμα πόλεμον πολεμῆσαι, καὶ παρʼ αὐτοῦ Γαβινίου ὡμολόγηται· πολλοὺς γοῦν τῷ χειροτονηθησομένῳ συνεργοὺς ἀξιοῖ δοθῆναι. λοιπὴ δὲ δὴ σκέψις ἐστὶ πότερόν ποτε ἄρχοντας αὐτοὺς ἢ ὑπάρχοντας, καὶ στρατηγοὺς ἢ ὑποστρατήγους, καὶ πρὸς τοῦ δήμου παντὸς ἐπʼ αὐτοκράτορός τινος ἡγεμονίας ἢ πρὸς ἐκείνου μόνου ἐφʼ ὑπηρεσίᾳ αὐτοῦ, πεμφθῆναι δεῖ. οὐκοῦν ὅτι μὲν καὶ νομιμώτερον καὶ συμφορώτερον καὶ πρὸς τἆλλα πάντα καὶ πρὸς αὐτοὺς τοὺς λῃστὰς τοῦθʼ ὅπερ ἐγὼ λέγω ἐστί, πᾶς ἄν τις ὑμῶν ὁμολογήσειε. χωρὶς δὲ τούτου καὶ ἐκεῖνο ὁρᾶτε οἷόν ἐστι, τὸ πάσας ὑμῶν τὰς ἄλλας ἀρχὰς ἐπὶ τῇ τῶν καταποντιστῶν προφάσει καταλυθῆναι,3 καὶ μηδεμίαν αὐτῶν μήτε ἐν τῇ Ἰταλίᾳ μήτε ἐν τῇ ὑπηκόῳ τὸν χρόνον τοῦτον”

因此,单单一人甚至不可能同时打这样一场大战,这一点甚至连加比尼乌斯本人也是承认的;至少他要求给那个将被选举的人配备许多帮手。那么,剩下的考察便是:究竟应当把他们作为长官还是副手、作为主将还是副将派出,是由全体人民赋予某种独立统率权派出,还是仅由那单独一人为了服侍他本人而派出。因此,我所说的这些,无论对于其他一切事情还是针对海盗本身而言,都既更合乎法律又更为有益,这一点你们当中的任何一个人都会承认。但除此以外,你们也请看看那究竟是怎样的一回事:竟然以海盗为借口,使你们所有其他的职权皆告废止,并且在这一时期之内,无论在意大利还是在属地,这些职权中的任何一个都不——

语法注3 条
  1. 36.36.1πῶς οὐ πολὺ δικαιότερον καὶ συμφορώτερον (ἐγὼ γὰρ ἂν εἴποιμι) καὶ τί κωλύει

    双重疑问句的混合结构。πῶς οὐ πολὺ δικαιότερον [ἐστι](“难道不是正当得多……”)与 τί κωλύει(“又有什么阻止……”)通过 καὶ 连接,共同统辖后文的带逻辑主语的不定式结构(τούτους ... προχειρισθῆναι ... καὶ ... λαβεῖν)。

  2. 36.36.2τίνα μὲν ὁμοίως οἴεσθε ἄλλῳ τῳ ὑποκείμενον, τίνα δʼ ἀπροφασίστως ὁτιοῦν ποιήσειν

    承前省略结构,由前文的动词 φροντιοῦσι 省略了不定式 φροντιεῖν。前半句需补充为 τίνα μὲν ὁμοίως [φροντιεῖν] οἴεσθε ἄλλῳ τῳ ὑποκείμενον(“你们以为谁从属于他人还会同样用心”),与后半句的 ποιήσειν 形成对照。

  3. 36.36.4τὸ πάσας ὑμῶν τὰς ἄλλας ἀρχὰς ἐπὶ τῇ τῶν καταποντιστῶν προφάσει καταλυθῆναι

    由定冠词 τὸ 引出的带逻辑主语的不定式短语,作为同位语用以说明主句中指示代词 ἐκεῖνο 的具体内容。该句在末尾处因抄本阙文而中断。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.36.1-36.36.4