← 卡西乌斯·狄奥

罗马史

§36.35.1-36.35.3

平定海盗需多位将领分域作战的论述

演说者重申了将大权交由一人的危险性,并指出鉴于必须在广阔海域同时作战,单凭一名统帅绝不可能平定海盗,必须指派多名将领。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.35.1

ὥστε περὶ μὲν τούτων παύομαι λέγων· τίς γὰρ οὐκ οἶδεν ὅτι οὔτʼ ἄλλως καλῶς ἔχει οὔτε συμφέρει ἑνί τινι τὰ πράγματα προστάσσεσθαι καὶ ἕνα τινὰ πάντων τῶν ὑπαρχόντων ἡμῖν ἀγαθῶν κύριον γίγνεσθαι, κἂν τὰ μάλιστα ἄριστός τις ᾖ;1 αἵ τε γὰρ μεγάλαι τιμαὶ καὶ αἱ ὑπέρογκοι ἐξουσίαι καὶ τοὺς τοιούτους ἐπαίρουσι καὶ διαφθείρουσιν.

因此,关于这些事我便不再多言。因为谁不知道,哪怕某个人登峰造极地优秀,将一切国政托付给单单一人,让单单一人成为我们所拥有一切利益的主宰,无论如何既非善事亦无裨益?因为巨大的尊荣与过度的权力,甚至会使这样的人也心高气傲并走向堕落。

§36.35.2

ἐκεῖνο δὲ δὴ σκοπεῖν ὑμᾶς ἀξιῶ, ὅτι οὐδὲ οἷόν τέ ἐστιν ἕνα ἄνδρα πάσης τῆς θαλάσσης ἐπάρξαι καὶ πάντα τὸν πόλεμον τοῦτον ὀρθῶς διοικῆσαι. δεῖ μὲν γὰρ ὑμᾶς, εἴπερ τι τῶν δεόντων ποιήσετε, πανταχῇ ἅμα αὐτοῖς πολεμῆσαι, ἵνα μὴ συνιστάμενοι πρὸς ἀλλήλους, μηδʼ αὖ τὰς ἀναφυγὰς πρὸς τοὺς οὐ πολεμουμένους ἔχοντες, δύσληπτοι γένωνται. τοῦτο δὲ οὐδένα ἂν τρόπον εἷς τις ἄρξας πρᾶξαι δυνηθείη·2 πῶς γὰρ ἂν ὑπὸ τὰς αὐτὰς ἡμέρας3 ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Κιλικίᾳ, τῇ τε Αἰγύπτῳ καὶ τῇ Συρίᾳ, τῇ τε Ἑλλάδι καὶ τῇ Ἰβηρίᾳ, τῷ τε Ἰονίῳ καὶ ταῖς νήσοις πολεμήσειε; πολλοὺς μὲν δὴ διὰ τοῦτο καὶ στρατιώτας καὶ στρατηγοὺς ἐπιστῆναι δεῖ τοῖς πράγμασιν,

但我切切要求你们思考这一点:由单独一人统治整个海洋并妥善处置这场全部战事,这甚至是绝不可能的。因为你们若要履行哪怕一点应尽之责,就必须在所有地方同时向他们开战,免得他们彼此联合,又或者在那些未遭攻打之人那里找到藏身之所,从而变得难以擒获。然而,哪怕任谁一人执掌统帅之权,也绝无可能以任何方式做到这一点;试问,他如何能在相同的时日之内,既在意大利又在基利家,既在埃及又在叙利亚,既在希腊又在伊比利亚,以及在爱奥尼亚海与诸岛屿同时作战呢?正因如此,确实必须有众多的士兵和将领被派定在这些事务之上,

语法注3 条
  1. 36.35.1κἂν τὰ μάλιστα ἄριστός τις ᾖ

    κἂν 为 καὶ ἐάν 之缩合,引导带有虚拟式 ᾖ 的让步从句(“即使某人是……”)。宾格短语 τὰ μάλιστα 作为副词性宾格(adverbial accusative)修饰最高级 ἄριστος,意为“最大限度地”或“登峰造极地”。

  2. 36.35.3τοῦτο δὲ οὐδένα ἂν τρόπον εἷς τις ἄρξας πρᾶξαι δυνηθείη

    不定过去时分词 ἄρξας 与主语 εἷς τις 一致,从属于带有 ἄν 的潜能祈愿式 δυνηθείη,带有条件意味(“若单单一人任统率/即使一人执掌指挥权”)。短语 οὐδένα τρόπον 为副词性宾格,意为“绝无可能以任何方式”。

  3. 36.35.3ὑπὸ τὰς αὐτὰς ἡμέρας

    介词 ὑπό 支配表示时间的宾格名词(τὰς αὐτὰς ἡμέρας),为表示时间临近或同期的惯用表达,意为“在大致相同时期内”或“在相同的时日里”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.35.1-36.35.3