- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.34.1-36.34.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,如果确实需要非常权力,就应当设立受任期与地域严格限制的传统独裁官,并通过苏拉的先例警告权力长期集中所带来的危险,坚决反对设立史无前例且范围广阔的新统帅权。
εἰ γάρ τοι καὶ παρὰ τὰς ἐπετησίους ἀρχὰς ἀνάγκη τις εἴη ἑτέραν ἑλέσθαι, ἔστι καὶ τούτου παράδειγμα ἀρχαῖον, λέγω δὲ τὸν δικτάτορα. καὶ τοῦτον μέντοι τοιοῦτον ὄντα οὔτε ἐπὶ πᾶσί ποτε τοῖς πράγμασιν οἱ πατέρες ἡμῶν οὔτε ἐπὶ πλείω χρόνον ἑξαμήνου κατεστήσαντο. ὥστʼ εἰ μὲν τοιούτου τινὸς δεῖσθε, ἔξεστιν ὑμῖν, μήτε παρανομήσασι μήτʼ ὀλιγώρως ὑπὲρ τῶν κοινῶν βουλευσαμένοις, δικτάτορα εἴτε Πομπήιον εἴτε καὶ ἄλλον τινὰ προχειρίσασθαι, ἐφʼ ᾧ μήτε πλείω τοῦ τεταγμένου χρόνον μήτε ἔξω τῆς Ἰταλίας ἄρξῃ.1 οὐ γάρ που ἀγνοεῖτε ὅτι καὶ τοῦτο δεινῶς οἱ πατέρες ἡμῶν ἐφυλάξαντο, καὶ οὐκ ἂν εὑρεθείη δικτάτωρ οὐδεὶς ἄλλοσε πλὴν ἑνὸς ἐς Σικελίαν, καὶ ταῦτα μηδὲν πράξαντος, αἱρεθείς.2 εἰ δʼ οὔτε δεῖται ἡ Ἰταλία τοιούτου τινός, οὔτʼ ἂν ὑμεῖς ὑπομείναιτε ἔτι οὐχ ὅτι τὸ ἔργον τοῦ δικτάτορος ἀλλʼ οὐδὲ τὸ ὄνομα3 (δῆλον δὲ ἐξ ὧν πρὸς τὸν Σύλλαν ἠγανακτήσατε), πῶς δʼ ἂν ὀρθῶς ἔχοι καινὴν ἡγεμονίαν, καὶ ταύτην ἐς ἔτη τρία καὶ ἐπὶ πᾶσιν ὡς εἰπεῖν καὶ τοῖς ἐν τῇ Ἰταλίᾳ καὶ τοῖς ἔξω πράγμασιν, ἀποδειχθῆναι;4 ὅσα γὰρ ἐκ τοῦ τοιούτου δεινὰ ταῖς πόλεσι συμβαίνει, καὶ ὅσοι διὰ τὰς παρανόμους φιλαρχίας τόν τε δῆμον ἡμῶν πολλάκις ἐτάραξαν καὶ αὐτοὶ αὑτοὺς μυρία κακὰ εἰργάσαντο, πάντες ὁμοίως ἐπίστασθε.
因为即使确实有某种必要在年度官职之外另选任一个职位,对此也存在着古老的先例——我指的是独裁官。然而,即便这一官职性质如此,我们的祖先也从未任命其掌管所有事务,或者任期超过六个月。因此,若你们确需这样的人,你们大可在既不违犯法律、也不轻率商议国家公事的条件下,指定庞培或其他人担任独裁官,条件是他掌权既不得超过规定期限,也不得在意大利境外施政。因为想必你们并非不知道,我们的先辈也曾极严厉地防范过这一点,并且人们绝找不出有哪个独裁官被选任至其他地方,唯有一人曾被派往西西里——而那人其实也毫无作为。但是,如果意大利并不需要这样的人,而你们甚至不仅不能容忍独裁官的实权,就连这名称也无法再忍受(这一点从你们对苏拉的义愤便显而易见),那么,又怎能合乎情理地设立一种史无前例的统帅权,而且任期长达三年,并且可以说凌驾于意大利境内外的一切事务之上呢?因为由这种做法给城邦带来的种种灾难,以及多少人因非法的掌权野心而屡屡扰乱我们的人民并给自己招致了无尽祸害,你们大家全都同样知晓。
- 36.34.2ἐφʼ ᾧ μήτε πλείω τοῦ τεταγμένου χρόνον μήτε ἔξω τῆς Ἰταλίας ἄρξῃ
连词短语 ἐφʼ ᾧ 引导限定性条件从句,意为“在……条件下”。该句型通常接不定式或将来时直陈语气,但此处使用了不定过去时虚拟语气 ἄρξῃ,融合了条件约束与目的/规定的色彩。
- 36.34.2οὐκ ἂν εὑρεθείη δικτάτωρ οὐδεὶς ἄλλοσε πλὴν ἑνὸς ἐς Σικελίαν, καὶ ταῦτα μηδὲν πράξαντος, αἱρεθείς
相对于主句谓语 οὐκ ἂν εὑρεθείη,αἱρεθείς 是与主语 δικτάτωρ 一致的补充形动词(“人们绝找不出被选派至……的独裁官”)。πλὴν ἑνὸς 意为“除了一人之外”,紧接其后的 καὶ ταῦτα μηδὲν πράξαντος 采用了 καὶ ταῦτα 接形动词的习惯用法(“而且那人毫无作为”),在属格上与 ἑνός 一致。
- 36.34.3οὐχ ὅτι τὸ ἔργον τοῦ δικτάτορος ἀλλʼ οὐδὲ τὸ ὄνομα
成语性结构 οὐχ ὅτι ... ἀλλʼ οὐδέ 表示“不仅不……甚至连……也不……”。前面的 οὐχ ὅτι 源于 οὐ λέγω ὅτι(“我且不说……”)的省略,承接前文 οὔτʼ ἂν ὑπομείναιτε 的动词意义,在对比中加强否定语气。
- 36.34.3πῶς δʼ ἂν ὀρθῶς ἔχοι καινὴν ἡγεμονίαν, καὶ ταύτην ἐς ἔτη τρία καὶ ἐπὶ πᾶσιν ὡς εἰπεῖν καὶ τοῖς ἐν τῇ Ἰταλίᾳ καὶ τοῖς ἔξω πράγμασιν, ἀποδειχθῆναι;
主句 πῶς δʼ ἂν ὀρθῶς ἔχοι 中的 δέ 是引入归结从句的归结性 δέ(apodotic δέ),承接前面的条件从句(εἰ δʼ οὔτε δεῖται...)。潜势希求法修辞疑问 ὀρθῶς ἔχοι 的真正主语是宾格加不定式短语 καινὴν ἡγεμονίαν ... ἀποδειχθῆναι,核心句意为“设立一项新统帅权……怎能是合宜的呢?”。
