- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.31.1-36.31.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡图卢斯开始演说,他先以自己对民众的忠诚请求众人静听,随后援引法律条文以及马略与苏拉的危险先例,论证绝不可将连续的大权托付于同一人。
“ὅτι μὲν ἐς ὑπερβολήν, ὦ Κυιρῖται, πρὸς τὸ πλῆθος ὑμῶν ἐσπούδακα, πάντες που σαφῶς ἐπίστασθε· τούτου δὲ δὴ οὕτως ἔχοντος ἐμοὶ μὲν ἀναγκαῖόν ἐστι πάντα ἁπλῶς, ἃ γιγνώσκω συμφέρειν τῇ πόλει, μετὰ παρρησίας εἰπεῖν, καὶ ὑμῖν προσῆκον ἀκοῦσαί τε μεθʼ ἡσυχίας αὐτῶν καὶ μετὰ τοῦτο βουλεύσασθαι· θορυβήσαντες μὲν γὰρ ἴσως τι καὶ χρήσιμον δυνηθέντες ἂν μαθεῖν1 οὐχὶ λήψεσθε, προσέχοντες δὲ τοῖς λεγομένοις πάντως τι τῶν συμφερόντων ὑμῖν ἀκριβῶς εὑρήσετε. ἐγὼ τοίνυν πρῶτον μὲν καὶ μάλιστά φημι δεῖν μηδενὶ ἑνὶ ἀνδρὶ τοσαύτας κατὰ τὸ ἑξῆς ἀρχὰς ἐπιτρέπειν. τοῦτο γὰρ καὶ ἐν τοῖς νόμοις ἀπηγόρευται καὶ πείρᾳ σφαλερώτατον ὂν πεφώραται. οὔτε γὰρ τὸν Μάριον ἄλλο τι ὡς εἰπεῖν τοιοῦτον ἐποίησεν ἢ ὅτι2 τοσούτους τε ἐν ὀλιγίστῳ χρόνῳ πολέμους ἐνεχειρίσθη καὶ ὕπατος ἑξάκις ἐν βραχυτάτῳ ἐγένετο, οὔτε τὸν Σύλλαν ἢ ὅτι τοσούτοις ἐφεξῆς ἔτεσι τὴν ἀρχὴν τῶν στρατοπέδων ἔσχε καὶ μετὰ τοῦτο δικτάτωρ, εἶθʼ ὕπατος ἀπεδείχθη. οὐ γάρ ἐστιν ἐν τῇ τῶν ἀνθρώπων φύσει ψυχήν, μὴ ὅτι νέαν ἀλλὰ καὶ πρεσβυτέραν, ἐν ἐξουσίαις ἐπὶ πολὺν χρόνον ἐνδιατρίψασαν τοῖς πατρίοις ἔθεσιν ἐθέλειν ἐμμένειν.3
“罗马公民们,我对你们大众怀有极大的热忱,想必各位都一清二楚;既然情况如此,对我而言,便必须毫无保留、坦率直言我认为对城邦有益的一切;而对你们而言,静听这番话并在听后深思熟虑,方为合宜。因为你们若是喧嚷鼓噪,恐怕连原本可能学到的有益之事也一无所获;但若是凝神倾听所言,便必定能确切领会到某些对你们有利的事物。因此,我首先也是最坚决地主张:绝不可将如此众多的权力接连托付给任何单独一人。因为这不仅为法律所明令禁止,而且经验已表明这是极其危险的。实际上,除却在极短时间内受托指挥如此众多的战争、并在最短的时间内六次担任执政官之外,可以说没有别的事物使马略变成了后来的模样;至于苏拉,除却接连这么多年统领军队,其后又被任命为独裁官,继而又担任执政官之外,也无其他原因。盖因在人之天性中,绝无可能有一颗心灵——勿论年轻的,即便已是较年长的——在长期浸淫于权力之后,仍愿安于恪守祖宗的法度成规。
- 36.31.2δυνηθέντες ἂν μαθεῖν
助词 ἄν 修饰分词 δυνηθέντες,相当于潜在或非真实条件句的归结从句(即 ἂν ἐδυνήθητε 或 ἂν δύναισθε)分词化,暗含与前文条件分词 θορυβήσαντες(“若喧嚷鼓噪”)相反的条件(“若不喧嚷鼓噪”),表示“原本可能学到的(有益之事)”这一潜在可能性。
- 36.31.3οὔτε γὰρ τὸν Μάριον ἄλλο τι ὡς εἰπεῖν τοιοῦτον ἐποίησεν ἢ ὅτι
此处运用了 οὐδὲν ἄλλο ... ἢ ὅτι(“除……之外别无其他”)的惯用句式。主语 ἄλλο τι 与否定词 οὔτε 结合,实际表达“别无他物”,动词 ἐποίησεν 带宾语 τὸν Μάριον 与宾补 τοιοῦτον(“使马略成为那样的人”)。紧接其后的 οὔτε τὸν Σύλλαν ἢ ὅτι ... 则承前省略了动词及述部 ἄλλο τι τοιοῦτον ἐποίησεν,仅保留了宾格与 ἢ ὅτι 从句构成的平行对称。
- 36.31.4οὐ γάρ ἐστιν ἐν τῇ τῶν ἀνθρώπων φύσει ψυχήν, μὴ ὅτι νέαν ἀλλὰ καὶ πρεσβυτέραν, ἐν ἐξουσίαις ἐπὶ πολὺν χρόνον ἐνδιατρίψασαν τοῖς πατρίοις ἔθεσιν ἐθέλειν ἐμμένειν.
非人称结构 οὐκ ἔστιν ἐν τῇ ... φύσει(“在……的天性中是不可能的”)统领宾格不定式结构(逻辑主语 ψυχήν 与不定式 ἐθέλειν)。插入语 μὴ ὅτι νέαν ἀλλὰ καὶ πρεσβυτέραν 是惯用表达,意为“不仅年轻的心灵,即便是年长的心灵”,而分词短语 ἐν ἐξουσίαις ... ἐνδιατρίψασαν 则作为定语/条件性成分修饰 ψυχήν。
