- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.30.1-36.30.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保民官特雷贝利乌斯阻挠表决险遭罢免而被迫屈服,罗斯基乌斯亦因群众的怒吼而不敢再表异议,卡图卢斯受邀登台发言。
τοιαῦτα δὴ τοῦ Γαβινίου εἰπόντος ὁ Τρεβέλλιος ἐπειράθη μὲν ἀντειπεῖν, ὡς δʼ οὐδενὸς λόγου ἔτυχεν, ἠναντιοῦτο μὴ τὴν ψῆφον δοθῆναι.1 ὁ οὖν Γαβίνιος ἀγανακτήσας τὴν μὲν περὶ τοῦ Πομπηίου διαψήφισιν ἐπέσχεν, ἑτέραν δὲ περὶ αὐτοῦ ἐκείνου ἀντεσῆγε· καὶ ἔδοξεν ἑπτακαίδεκα φυλαῖς ταῖς πρώταις χρηματισάσαις ἀδικεῖν τε αὐτὸν καὶ μηκέτι χρῆναι δημαρχεῖν. μελλούσης οὖν καὶ τῆς ὀκτωκαιδεκάτης τὰ αὐτὰ ψηφιεῖσθαι μόλις ποτὲ ὁ Τρεβέλλιος ἐσιώπησεν. ἰδὼν δὲ τοῦτο ὁ Ῥώσκιος φθέγξασθαι μὲν οὐδὲν ἐτόλμησε, τὴν δὲ δὴ χεῖρα ἀνατείνων δύο ἄνδρας ἐκέλευέ σφας ἑλέσθαι, ὅπως ἔν γε τούτῳ τῆς δυναστείας τι τῆς τοῦ Πομπηίου παρατέμοιτο. ταῦτʼ οὖν αὐτοῦ χειρονομοῦντος ὁ ὅμιλος μέγα καὶ ἀπειλητικὸν ἀνέκραγεν, ὥστε κόρακά τινα ὑπερπετόμενόν σφων ἐκπλαγῆναι καὶ πεσεῖν ὥσπερ ἐμβρόντητον. γενομένου δὲ τούτου ἐκεῖνος μὲν τὴν ἡσυχίαν οὐ τῇ γλώττῃ ἔτι μόνον ἀλλὰ καὶ τῇ χειρὶ ἤγαγεν, ὁ δὲ δὴ Κάτουλος ἄλλως μὲν ἐσιώπα, τοῦ δὲ δὴ Γαβινίου προτρεψαμένου τι αὐτὸν εἰπεῖν, ὅτι τά τε πρῶτα τῆς βουλῆς ἦν καὶ ἐδόκει διʼ ἐκείνου καὶ τοὺς ἄλλους ὁμογνωμονήσειν σφίσι (καὶ γὰρ ἤλπιζεν αὐτόν, ἐξ ὧν τοὺς δημάρχους πάσχοντας εἶδε,2 συνεπαινέσειν), λόγου τε ἔτυχεν, ἐπειδὴ καὶ ᾐδοῦντο πάντες αὐτὸν καὶ ἐτίμων ὡς τὰ συμφέροντά σφισι καὶ λέγοντα ἀεὶ καὶ πράττοντα, καὶ ἐδημηγόρησε τοιάδε.
加比尼乌斯作了这番发言后,特雷贝利乌斯试图加以反驳,但由于根本未得发言之机,便反对交付表决。加比尼乌斯遂大为恼火,中止了关于庞培的表决,转而针对特雷贝利乌斯本人提出了另一项提案;首先表决的十七个部族决议认为他行为不端,不应再担任保民官。就在第十八个部族亦将作出同样表决之际,特雷贝利乌斯终于勉强噤声。罗斯基乌斯见此情景,虽未敢发出一言,却举起手示意众人选出两人,以期至少借此削减庞培的部分权势。当他如此打着手势时,群众发出巨大而具威胁性的呐喊,以致一只从他们上空飞过的乌鸦受到惊吓,如同遭到雷击一般坠落下来。此事发生后,罗斯基乌斯不再只是舌头,连手也保持安静了。至于卡图卢斯,本是保持沉默的,但加比尼乌斯却催促他讲几句话,因为他是元老院的首要人物,人们认为借助他其他人也会与他们意见一致(因为加比尼乌斯指望他在看到保民官们的遭遇后也会表示赞同);而众人无不敬重他,将他尊为始终言行利于大众之人,于是卡图卢斯获得了发言权,并发表了如下演说。
- 36.30.2ἠναντιοῦτο μὴ τὴν ψῆφον δοθῆναι
在表示阻碍或反对的动词(ἠναντιοῦτο)之后,带有否定词 μή 的不定式短语。这是古典希腊语中阻碍动词后的“赘加否定(冗余否定)”,在实际意义上表示肯定,即“阻止交付表决”。
- 36.30.5ἐξ ὧν τοὺς δημάρχους πάσχοντας εἶδε
短语 ἐξ ὧν 是包含先行词的关系短语(相当于 ἐκ τούτων ἅ,“根据他所见的那些事”),表达后面不定式 συνεπαινέσειν(表示赞同)的依据或原因。感官动词 εἶδε 支配宾语补足结构“宾格+分词”(τοὺς δημάρχους πάσχοντας),意为“由于看见保民官们遭受这些苦难”。
