← 卡西乌斯·狄奥

罗马史

§36.32.1-36.32.3

卡图鲁斯论权力垄断与城邦人才之弊

卡图鲁斯说明自己并非针对庞培个人,而是指出垄断权力破坏了民主平等与城邦对人才的培养,并以法律和历史经验为据反对授予其指挥权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.32.1

καὶ τοῦτο μὲν οὐχ ὡς καὶ κατεγνωκώς τι τοῦ Πομπηίου λέγω,1 ἀλλʼ ὅτι μήτʼ ἄλλως συνενεγκόν ποτε ὑμῖν φαίνεται μήτε ἐκ τῶν νόμων ἐπιτέτραπται. καὶ γὰρ εἴτε τιμὴν τοῖς ἀξιουμένοις αὐτοῦ φέρει, πᾶσιν αὐτῆς, οἷς γε ἐπιβάλλει, προσήκει τυγχάνειν (τοῦτο γάρ ἐστιν ἡ δημοκρατία), εἴτε κάματον, καὶ τούτου πρὸς τὸ μέρος πάντας μεταλαμβάνειν δεῖ (τοῦτο γάρ ἐστιν ἡ ἰσομοιρία).

我之所以陈述此点,并非因为我对庞培有何指摘,而是因为这在其他方面从未显出对你们有益,且不为法律所准许。事实上,如果它为那些被认为配得上的人带来荣誉,那么所有应当享有的人理当都能获得它(因为这才是民主政治);如果它带来辛劳,那么众人也应当按份额共同分担它(因为这才是平等的分配)。

§36.32.2

ἔτι τοίνυν ἐν μὲν τῷ τοιούτῳ πολλούς τε ἐν ταῖς πράξεσιν ἐγγυμνάζεσθαι, καὶ ῥᾳδίαν ὑμῖν τὴν αἵρεσιν τῶν πιστευθῆναι δυναμένων πρὸς πάντα τὰ πρακτέα ἀπὸ τῆς πείρας ὑπάρχειν συμβαίνει, ἐκείνως δὲ δὴ2 πολλὴν τὴν σπάνιν καὶ τῶν ἀσκησόντων τὰ προσήκοντα καὶ τῶν ἐπιτραπησομένων ἀνάγκη πᾶσα γίγνεσθαι· καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ἐν τῷ πρὸς τὸν Σερτώριον πολέμῳ στρατηγοῦ ἠπορήσατε, ὅτι τὸν πρὸ τούτου χρόνον τοῖς αὐτοῖς ἐπὶ πολὺ ἐχρῆσθε. ὥστʼ εἰ καὶ κατὰ τὰ ἄλλα πάντα ἄξιός ἐστι Πομπήιος ἐπὶ τοὺς καταποντιστὰς χειροτονηθῆναι, ἀλλʼ ὅτι γε3 παρά τε τὰ διατεταγμένα ἐν τοῖς νόμοις καὶ παρὰ τὰ διεληλεγμένα ἐν τοῖς ἔργοις αἱρεθείη ἄν, ἥκιστα καὶ ὑμῖν καὶ τούτῳ προσήκει αὐτὸ πραχθῆναι.

此外,在前一种情形下,许多人得以在实际政务中受到锻炼,使你们易于根据经验挑选出能够信赖之人来办理一切应办之事;但在后一种情形下,无论是练习相宜职责之人,还是堪受重托之人,都完全不可避免地会出现极度匮乏。在很大程度上正因如此,你们在对抗塞多留的战争中为物色将领所困,正是因为此前一段时期你们长期只任用同一批人。因此,即便庞培在其他一切方面都配被选拔去对付海盗,然而既然他的当选将既违背法律所规定的秩序,又背离事实所证实的教训,那么无论对你们还是对他而言,此事付诸实行都是最不合宜的。

语法注3 条
  1. 36.32.1οὐχ ὡς καὶ κατεγνωκώς τι τοῦ Πομπηίου λέγω

    οὐχ ὡς 与分词 κατεγνωκώς 连用,否定一种假定或主观的理由(“我并非以为发现了庞培的过错而说……”),并与后文引出客观事实理由的 ἀλλʼ ὅτι 形成对比。动词 καταγιγνώσκω 支配表示人的属格(τοῦ Πομπηίου)和表示内容的宾格(τι),意为“就某事对庞培有所指摘”。

  2. 36.32.2ἐν μὲν τῷ τοιούτῳ ... ἐκείνως δὲ δὴ

    指示语的对比结构:ἐν μὲν τῷ τοιούτῳ 指代前文所述“由众多公民轮流分担官职与指挥权的体制”,而 ἐκείνως δὲ δὴ 则指代“将权力集中于单一之人(如马略、苏拉以及当下的提案)的做法”。前者由 συμβαίνει 统领不定式补足成分,后者由 ἀνάγκη πᾶσα [ἐστι] γίγνεσθαι 统领。

  3. 36.32.3ὥστʼ εἰ καὶ ... ἀλλʼ ὅτι γε

    让步条件从句 εἰ καί(“即便……”)之后,主句由转折连词 ἀλλά(“然而/无论如何”)引起,形成强调性的呼应结构。其后的 ὅτι 从句带有带 ἄν 的潜能祈愿气(αἱρεθείη ἄν),为主要谓语 ἥκιστα ... προσήκει 提供决定性的因果理由(“既然他被选拔将违背……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.32.1-36.32.3