- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.27.1-36.27.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在庞培发表推辞演说后,保民官加比尼乌斯向民众讲话,称赞其推辞恰证明其品德,并援引塞托里乌斯战争的先例,主张为了城邦利益必须强令其出任统帅。
ταῦτα αὐτοῦ δημηγορήσαντος ὁ Γαβίνιος ὑπολαβὼν εἶπεν “Πομπήιος μέν, ὦ Κυιρῖται, καὶ αὐτὸ τοῦτο ἄξιον τῶν ἑαυτοῦ ἠθῶν ποιεῖ, μήτε ἐφιέμενος τῆς ἀρχῆς μήτε διδομένην οἱ αὐτὴν ἐξ ἐπιδρομῆς1 δεχόμενος. οὔτε γὰρ ἄλλως ἀγαθοῦ ἀνδρός ἐστιν ἄρχειν ἐπιθυμεῖν καὶ τὰ πράγματʼ ἔχειν ἐθέλειν· κἀν τούτῳ προσήκει πάντα τὰ προσταττόμενα μετʼ ἐπισκέψεως ὑφίστασθαι, ἵνʼ αὐτὰ καὶ ἀσφαλῶς ὁμοίως πράξῃ. τὸ μὲν γὰρ προπετὲς ἐν ταῖς ὑποσχέσεσιν, ὀξύτερον καὶ ἐν ταῖς πράξεσι τοῦ καιροῦ γιγνόμενον, πολλοὺς σφάλλει, τὸ δʼ ἀκριβὲς ἀπʼ ἀρχῆς καὶ ἐν τοῖς ἔργοις ὅμοιον διατελεῖ ὂν καὶ πάντας ὀνίνησιν.
在他发表了这番演说之后,加比尼乌斯接过话头说道:“同胞们,庞培在这件事上同样行事无愧于他自己的品格,他既不贪图这一职权,在它被奉上时也不急不可耐地接纳。因为渴求统治、企图独揽大权无论如何都不是贤良之士所为;在此事上,理当在深思熟虑之后承担一切指派的重任,以便同样稳妥地付诸实行。盖因在许诺时鲁莽草率之人,其行动往往比时势所需的更为轻躁,从而使许多人蒙受挫败;反之,从一开始就谨严缜密之人,在实际功业中也能始终如一,并造福于所有人。
ὑμᾶς δὲ δὴ χρὴ μὴ τὸ τούτῳ κεχαρισμένον ἀλλὰ τὸ τῇ πόλει συμφέρον ἑλέσθαι. οὐ γάρ που τοὺς σπουδαρχοῦντας ἀλλὰ τοὺς ἐπιτηδείους προστάττειν τοῖς πράγμασι2 προσήκει· ἐκείνους μὲν γὰρ πάνυ πολλούς, τοιοῦτον δὲ δή τινα ἄλλον οὐδένα εὑρήσετε. μέμνησθε δὲ ὅσα καὶ οἷα ἐπάθομεν ἐν τῷ πρὸς τὸν Σερτώριον πολέμῳ στρατηγοῦ δεόμενοι, καὶ ὅτι οὐδένα ἕτερον οὔτε τῶν νεωτέρων οὔτε τῶν πρεσβυτέρων ἁρμόζοντα αὐτῷ εὕρομεν, ἀλλὰ τοῦτον καὶ τότε μηδέπω μήθʼ ἡλικίαν ἔχοντα μήτε βουλεύοντα καὶ ἀντὶ ἀμφοτέρων τῶν ὑπάτων ἐξεπέμψαμεν. βουλοίμην μὲν γὰρ ἂν πολλοὺς ὑμῖν ἀγαθοὺς ἄνδρας εἶναι, καὶ εἴγε καὶ εὔξασθαι δεῖ, εὐξαίμην ἄν· ἐπεὶ δʼ οὔτʼ εὐχῆς τὸ πρᾶγμα τοῦτό ἐστιν οὔτʼ αὐτόματόν τῳ παραγίγνεται, ἀλλὰ δεῖ καὶ φῦναί τινα πρὸς αὐτὸ ἐπιτηδείως, καὶ μαθεῖν τὰ πρόσφορα, καὶ ἀσκῆσαι τὰ προσήκοντα, καὶ παρὰ πάντα ἀγαθῇ τύχῃ χρῆσθαι, ἅπερ που σπανιώτατα ἂν τῷ αὐτῷ ἀνδρὶ συμβαίη, χρὴ πάντας ὑμᾶς ὁμοθυμαδόν, ὅταν τις τοιοῦτος εὑρεθῇ, καὶ σπουδάζειν αὐτὸν καὶ καταχρῆσθαι αὐτῷ, κἂν μὴ βούληται. καλλίστη γὰρ ἡ τοιαύτη βία καὶ τῷ ποιήσαντι καὶ τῷ παθόντι γίγνεται, τῷ μὲν ὅτι σωθείη ἂν ὑπʼ αὐτῆς, τῷ δὲ ὅτι σώσειεν ἂν τοὺς πολίτας,3 ὑπὲρ ὧν καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ὅ γε χρηστὸς καὶ φιλόπολις ἑτοιμότατα ἂν ἐπιδοίη.
然而,诸位切不可选择合乎此人个人心意之事,而当选取于城邦有利之事。因为掌管国事理应托付给合宜之人,而非热中于争夺官职之徒;后者诸位能找到极多,但像他这般的人物,诸位却绝不会再找到第二个。诸位还记得,在对抗塞托里乌斯的战争中,我们在急需统帅之际遭受了多少、何等样的灾难,而且无论在年轻一辈还是年长一辈中,我们都找不到另一个合适之人,反而在彼时派遣了此人——尽管他当时既未及法定年龄,也尚未入元老院——以代替两位执政官出征。我固然希望诸位能有许多贤良之士,若当祈求,我也愿如此祈求;但这等事既非祈求所能获致,亦非自然降临于任何人,而必须是生来便禀赋合宜,习得切用之方,磨炼应有之能,且在凡事上皆享善运——这些条件在同一人身上殊为罕见。因此,一旦寻得这样的人物,即便他本人不情愿,诸位所有人也必须齐心协力推重他并起用他。因为这类强迫无论是对施加者还是承受者而言,都是最为高尚之事:对前者而言,在于能因此得救;对后者而言,在于能挽救公民——凡贤良而爱国之士,皆当最甘愿为之献出身躯与性命。”
- 36.27.1ἐξ ἐπιδρομῆς
副词性短语,修饰 δεχόμενος,意为“一时冲动地”、“急不可耐地”或“轻率地”。它与前面的 μήτε ἐφιέμενος 相对,表示既不主动谋求权力,在被赋予权力时也不轻率接纳。
- 36.27.3προστάττειν τοῖς πράγμασι
动词 προστάττειν 通常作“命令”解,此处取“委任”、“任命……掌管”之意,以宾格 τοὺς ἐπιτηδείους 作直接宾语,以与格 τοῖς πράγμασι 表示所统管的事务。该不定式短语作非人称动词 προσήκει 的主语。
- 36.27.6καλλίστη γὰρ ἡ τοιαύτη βία καὶ τῷ ποιήσαντι καὶ τῷ παθόντι γίγνεται, τῷ μὲν ὅτι σωθείη ἂν ὑπʼ αὐτῆς, τῷ δὲ ὅτι σώσειεν ἂν τοὺς πολίτας
τῷ μὲν ... τῷ δὲ ... 分别按顺序对应前文的 τῷ ποιήσαντι(施加强迫者,即全体公民)与 τῷ παθόντι(承受强迫者,即庞培)。其中 τῷ μὲν 指公民(凭借该强迫而得救的一方,用被动语态 σωθείη ἄν),τῷ δὲ 指庞培(将拯救公民的一方,用主动语态 σώσειεν ἄν)。
