← 卡西乌斯·狄奥

罗马史

§36.28.1-36.28.4

加比尼乌斯论庞培之盛年与为国效力

加比尼乌斯向民众将庞培早年的功勋与如今的盛年及经验进行对比,阐明不任命他的荒谬,并直接规劝庞培为祖国利益效力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.28.1

ἢ οἴεσθε ὅτι Πομπήιος οὗτος ἐν μὲν μειρακίῳ καὶ στρατεύεσθαι καὶ στρατηγεῖν καὶ τὰ ὑμέτερα αὔξειν καὶ τὰ τῶν συμμάχων σώζειν τά τε τῶν ἀνθισταμένων προσκτᾶσθαι ἐδύνατο, νῦν δὲ ἀκμάζων καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ ὢν ἐν ᾗ πᾶς τις ἄριστος αὐτὸς αὑτοῦ γίγνεται,1 καὶ ἐμπειρίαν ἐκ τῶν πολέμων πλείστην ὅσην2 προσειληφώς, οὐκ ἂν ὑμῖν χρησιμώτατος γένοιτο; ἀλλʼ ὃν ἔφηβον ὄντα ἄρχειν εἵλεσθε, τοῦτον ἄνδρα γεγονότα ἀποδοκιμάσετε; καὶ ᾧ ἱππεῖ ἔτʼ ὄντι τοὺς πολέμους ἐκείνους ἐνεχειρίσατε, τούτῳ βουλῆς γεγονότι3 τὴν στρατείαν ταύτην οὐ πιστεύσετε; καὶ οὗ καὶ πρὶν ἀκριβῶς πειραθῆναι, μόνου πρὸς τὰ τότε κατεπείξαντα ὑμᾶς ἐδεήθητε, τούτῳ νῦν, ἱκανώτατα αὐτοῦ πεπειραμένοι, τὰ παρόντα οὐδὲν ἧττον ἐκείνων ἀναγκαῖα ὄντα οὐκ ἐπιτρέψετε; καὶ ὃν οὐδὲ ἄρχειν ἔτι πω καὶ τότε δυνάμενον ἐπὶ τὸν Σερτώριον ἐχειροτονήσατε, τοῦτον ὑπατευκότα ἤδη ἐπὶ τοὺς καταποντιστὰς οὐκ ἐκπέμψετε; ἀλλὰ μήθʼ ὑμεῖς ἄλλως πως ποιήσητε, καὶ σύ, ὦ Πομπήιε, πείσθητι καὶ ἐμοὶ καὶ τῇ πατρίδι. ταύτῃ γὰρ γεγέννησαι καὶ ταύτῃ τέθραψαι· καὶ δεῖ σε τοῖς τε συμφέρουσιν αὐτῇ δουλεύειν, καὶ ὑπὲρ αὐτῶν μήτε πόνον τινὰ μήτε κίνδυνον ἐξίστασθαι,4 ἀλλὰ κἂν ἀποθανεῖν ἀνάγκη σοι γένηται, μὴ τὴν εἱμαρμένην ἀναμεῖναι ἀλλὰ τῷ προστυχόντι

抑或诸位以为,这位庞培在少年之时尚能从军征战、担任统帅、扩展诸位的版图、保全盟邦的利益、兼并抵抗者的土地,如今他正值盛年,处于人人都达到其巅峰状态的岁数,并从历次战争中汲取了不可估量的丰富经验,反而不能对诸位大有裨益吗?难道诸位在他是青年时选他统军,如今他已长成壮汉,反而要斥退他吗?当他尚为骑士身份时,诸位便将那几场战争托付给他,如今他已成为元老院议员,难道反而不将此次征伐交付给他吗?在尚未对他有确切考核之前,面对当时的燃眉之急,诸位唯独需要他一人,如今在对他有了最充分的了解之后,面对丝毫不亚于当年的紧迫局势,诸位难道反而不将之委任于他吗?甚至在当时连任官资格都尚不具备的他,诸位都通过投票派他去对付塞托里乌斯,如今他已履任过执政官,诸位难道反而不派遣他去讨伐海盗吗?因此,诸位绝不可有旁的做法,而你,庞培啊,也请听从我与祖国的劝导。因为你正是为此国而生,为此国而受养育;你必须为于她有利的事业服务,为这些事业不逃避任何辛劳与危险,即使你必须赴死,也不要坐等宿命的寿终,而是面对临头的际遇……

语法注4 条
  1. 36.28.1πᾶς τις ἄριστος αὐτὸς αὑτοῦ γίγνεται

    这是由最高级 ἄριστος、强调代词 αὐτός 与反身代词属格 αὑτοῦ 组成的习惯表达,意为“每个人达到他自身最巅峰的状态”,表示同一个人在不同时期的自身状态对比,而非与他人相比。

  2. 36.28.1πλείστην ὅσην

    关系词 ὅσος 与最高级形容词结合修饰名词的固定强调表达(相当于拉丁语的 quantus maximus),意为“极其庞大的”、“极大量的”。

  3. 36.28.2βουλῆς γεγονότι

    分词 γεγονότι 支配表示从属与身份的属格 βουλῆς,意为“成为元老院(成员)”,与前文的 ἱππεῖ ἔτʼ ὄντι(尚为骑士身份)形成鲜明对照。

  4. 36.28.4μήτε πόνον τινὰ μήτε κίνδυνον ἐξίστασθαι

    中动态 ἐξίστασθαι 直接接宾格(πόνον, κίνδυνον)作为宾语,作及物意义使用,意为“逃避、回避(劳苦或危险)”(古典与希腊化时期除接属格表示从某处退开外,亦常见接宾格表示逃避某事物)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.28.1-36.28.4