- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.26.1-36.26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培陈述了伴随过度权力而来的嫉妒与仇恨之沉重,请求公民准许他退居私人生活,并从众多有能力的候选人中另选他人去讨伐海盗。
εἰ δʼ οὖν τις καὶ πρὸς ταῦτα ἀντέχοι, ἀλλʼ1 ὁρᾶτε ὅτι καὶ ἐπίφθονα καὶ μισητὰ πάντα τὰ τοιαῦτά ἐστιν· ἅπερ ὑμεῖς μὲν ἐν οὐδενὶ λόγῳ τίθεσθε (οὐδὲ γὰρ καλῶς ἔχει προσποιεῖσθαί τι ὑμᾶς αὐτῶν),2 ἐμοὶ μέντοι βαρύτατα ἂν γένοιτο, καὶ ὁμολογῶ γε μηδʼ ὑφʼ ἑνὸς οὕτω τῶν ἐν τοῖς πολέμοις δεινῶν μήτε ἐκταράττεσθαι μήτε λυπεῖσθαι ὡς ὑπὸ τῶν τοιούτων. τίς μὲν γὰρ ἂν εὖ φρονῶν ἡδέως παρʼ ἀνθρώποις φθονοῦσιν αὐτῷ ζῴη, τίς δʼ ἂν δημόσιόν τι διοικῆσαι προθυμηθείη μέλλων, ἂν μὲν ἀποτύχῃ, δίκην ὑφέξειν, ἂν δὲ κατορθώσῃ, ζηλοτυπηθήσεσθαι;3 ἀλλʼ ἐμοὶ μὲν καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα συγχωρήσατε τήν τε ἡσυχίαν ἄγειν καὶ τὰ ἐμαυτοῦ πράττειν, ἵνʼ ἤδη ποτὲ καὶ τῶν οἰκείων ἐπιμεληθῶ καὶ μὴ κατατριφθεὶς ἀπόλωμαι· ἐπὶ δὲ δὴ τοὺς καταποντιστὰς ἄλλον χειροτονήσατε. συχνοὶ δέ εἰσι καὶ βουλόμενοι ναυαρχῆσαι καὶ δυνάμενοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, ὥστε τὴν αἵρεσιν ὑμῖν ῥᾳδίαν ἐκ πολλῶν γενέσθαι. οὐ γάρ που ἐγὼ μόνος ὑμᾶς φιλῶ ἢ καὶ μόνος ἐμπείρως τῶν πολεμικῶν ἔχω, ἀλλὰ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα,4 ἵνα μὴ καὶ χαρίζεσθαί τισι δόξω ὀνομαστὶ καταλέξας.”
即便有人能耐得住这些,诸位也看得到,所有这类高位都是既招人嫉妒又惹人怨恨的。诸位固然对此毫不挂怀(诸位本也没有理由去理会这些),但对我而言,这却会成为最沉重的负担;而且我敢承认,在战争的一切凶险之中,没有任何一件能像这类事一样令我惊惶不安、痛苦万分。因为凡有明智之人,谁会甘愿生活在嫉妒自己的人群之中?又有谁在明知若失败便须承担罪责、若成功便遭人嫉恨的情况下,还愿意奋力去掌理公职呢?因此,无论因这些缘由还是因其他理由,请准许我退隐度日、料理己务吧,好让我终于能顾及家事,不至于耗竭而死;至于讨伐海盗之事,诸位还是另选他人吧。无论是年少的还是年长的,既愿意统帅舰队又具备此种能力的人大有人在,因而诸位完全能从众多人选中轻松定夺。因为绝非只有我一人爱戴诸位,也绝非只有我一人精通战阵,某某与某某亦是如此——我且不指名道姓,免得看似对某些人有所偏袒。”
- 36.26.1εἰ δʼ οὖν τις καὶ πρὸς ταῦτα ἀντέχοι, ἀλλʼ
条件从句的主句由照应性的 ἀλλά(apodotic ἀλλά)引出。在让步条件从句(εἰ δʼ οὖν...“即便……”)之后,用以对比性地强调主句的陈述(“然而诸位还是见得……”)。
- 36.26.1προσποιεῖσθαί τι ὑμᾶς αὐτῶν
动词 προσποιέομαι 在此取“理会、放在心上”之意,支配直接宾语 τι,属格 αὐτῶν 作 τι 的部分属格(“其中的任何一点”)。该不定式短语作非人称短语 οὐδὲ γὰρ καλῶς ἔχει 的主语(“诸位对此稍加理会本也是不适宜的”)。
- 36.26.2μέλλων, ἂν μὲν ἀποτύχῃ, δίκην ὑφέξειν, ἂν δὲ κατορθώσῃ, ζηλοτυπηθήσεσθαι
分词 μέλλων(“注定将要……”)支配两个将来时不定式(δίκην ὑφέξειν 与 ζηλοτυπηθήσεσθαι),其下各对置一个条件从句(ἂν μὲν ἀποτύχῃ 与 ἂν δὲ κατορθώσῃ),构成规整的平行对仗结构。
- 36.26.4ὁ δεῖνα καὶ ὁ δεῖνα
不定代词 δεῖνα(“某人、某某”)的重复使用,为表示泛指的惯用语(“某某与某某”)。在演说中用以避免直接列举实际人名,从而防止被认为厚此薄彼。
