← 卡西乌斯·狄奥

罗马史

§36.25.1-36.25.5

庞培以身心俱疲为由辞让指挥权的演说

庞培来到大众面前发表演讲,以自己历经往日诸多征战导致身心俱疲为由,佯装推辞接受新的统帅权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.25.1

καὶ παρελθὼν ἔφη “χαίρω μὲν τιμώμενος ὑφʼ ὑμῶν, ὦ Κυιρῖται· φύσει τε γὰρ πάντες ἄνθρωποι καὶ ἐγκαλλωπίζονται ταῖς παρὰ τῶν πολιτῶν εὐεργεσίαις, καὶ ἐγώ, ἅτε δὴ πολλάκις τῆς παρʼ ὑμῶν τιμῆς ἀπολελαυκώς, οὐκ ἔχω πῶς κατʼ ἀξίαν ἡσθῶ τοῖς παροῦσιν· οὐ μέντοι οὔθʼ ὑμῖν νομίζω προσήκειν ἀπλήστως οὕτω πρός με διακεῖσθαι, οὔτε ἐμοὶ διὰ παντὸς ἔν τινι ἡγεμονίᾳ εἶναι. αὐτός τε γὰρ ἐκ παίδων κέκμηκα, καὶ ὑμᾶς δεῖ καὶ περὶ τοὺς ἄλλους σπουδάζειν. ἢ οὐ μέμνησθε ὅσα μὲν ἐν τῷ πρὸς τὸν Κίνναν πολέμῳ ἐταλαιπώρησα, καίτοι κομιδῇ νέος ὤν, ὅσα δὲ ἔν τε τῇ Σικελίᾳ καὶ ἐν τῇ Ἀφρικῇ ἔκαμον, μηδέπω καθαρῶς ἐς ἐφήβους τελῶν, ὅσα δὲ ἐν τῇ Ἰβηρίᾳ ἐκινδύνευσα, μηδὲ βουλεύων πω; ἐφʼ οἷς ἅπασιν οὐχ ὅτι ἀχάριστοι πρός με ἐγένεσθε ἐρῶ.1 πόθεν; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τοῖς ἄλλοις ὧν πολλῶν καὶ μεγάλων παρʼ ὑμῶν ἠξιώθην, καὶ αὐτὸ τὸ πιστευθῆναί με τὴν ἐπὶ τὸν Σερτώριον στρατηγίαν,2 μηδενὸς ἄλλου μήτʼ ἐθελήσαντος μήτε δυνηθέντος αὐτὴν ὑποστῆναι, τό τε ἐπινίκια καὶ ἐπʼ ἐκείνῃ παρὰ τὸ νενομισμένον πέμψαι μεγίστην μοι τιμὴν ἤνεγκεν. ἀλλʼ ὅτι πολλὰς μὲν φροντίδας πολλοὺς δὲ κινδύνους ὑπέμεινα, κατατέτριμμαι μὲν τὸ σῶμα, πεπόνημαι δὲ τὴν γνώμην. μὴ γὰρ ὅτι νέος ἔτʼ εἰμὶ λογίζεσθε, μηδʼ ὅτι ἔτη τόσα καὶ τόσα γέγονα ἀριθμεῖσθε. ἂν γάρ τοι καὶ τὰς στρατείας ἃς ἐστράτευμαι καὶ τοὺς κινδύνους οὓς κεκινδύνευκα ἀναριθμήσητε, πολύ γε πλείους αὐτοὺς τῶν ἐτῶν εὑρήσετε, καὶ μᾶλλον οὕτω πιστεύσετε ὅτι οὔτε πρὸς τοὺς πόνους οὔτε πρὸς τὰς φροντίδας καρτερεῖν ἔτι δύναμαι.

他走上前说道:“奎利特人们,受到诸位的器重我甚感欣慰。因为所有的人本性上都会以来自同胞公民的恩德为荣,而我,既然常常得享诸位的荣宠,实在不知该如何恰如其分地为眼前的事由衷高兴。然而,我认为诸位这般无休止地依赖于我,或我自己始终身居某种统帅之位,都是不相宜的。因为我自己自幼便操劳不已,而诸位也应当把关注投向他人。难道诸位不记得我在对阵秦纳的战争中,虽还十分年轻,却承受了多少辛劳;在西西里和非洲,尚且算不得完全长成的青年时,经历了多少苦斗;在伊比利亚,连元老院议员都还不是时,又冒了多少险阻吗?在这一切之中,我绝不会说诸位待我不感恩图报。哪里的话!差得远呢!因为除诸位所厚待于我的诸多伟大荣誉之外,单是当没有旁人愿意或能够担当之时,把讨伐塞多留的统帅权委托给我这件事本身,以及为此违背惯例而举行凯旋式一事,便已为我带来了莫大的荣耀。相反,是因为我承受了太多的忧虑与太多的危险,以至于肉体耗竭,精神疲惫。切莫盘算我还尚轻,也不要计算我才度过了多少岁月。因为倘若诸位历数我所经历的征战与所冒的凶险,诸位定会发现它们远多于我的年龄岁数,从而更为信服:我已无法再抵挡那些劳苦与忧虑了。”

语法注2 条
  1. 36.25.2οὐχ ὅτι ἀχάριστοι πρός με ἐγένεσθε ἐρῶ

    表“非谓……而是因为……”(οὐχ ὅτι ... ἀλλʼ ὅτι)的相关句式变体。此处在否定从句中补出了动词 ἐρῶ,在经过反问句 πόθεν; 与插入短语 πολλοῦ γε καὶ δεῖ(“差得远/断乎不是”)之后,其语义重心在后文的 ἀλλʼ ὅτι πολλὰς μὲν φροντίδας... 处得到承接。

  2. 36.25.3πιστευθῆναί με τὴν ἐπὶ τὸν Σερτώριον στρατηγίαν

    源自主动态结构 πιστεύω τινί τι(委托某人某事)的被动表达。原先表人的与格在此成为不定式结构的主语宾格(με),而原先作直接宾语的宾格(τὴν ... στρατηγίαν)则作为保留宾格(retained accusative)得以保留。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.25.1-36.25.5