- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.24.1-36.24.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加比尼乌斯的提案引发元老院与民众的剧烈冲突,执政官皮索险遭处决;元老贵族慑于民意而试图通过保民官阻挠未果,与此同时,庞培虽极度渴望大权,却为避嫌与博取声望而故作推让。
καὶ ἔσχεν οὕτω· τήν τε γὰρ ἐσήγησιν αὐτοῦ ἀπεδέξαντο, καὶ πρὸς τὸν Πομπήιον παραχρῆμα πάντες πλὴν τῆς γερουσίας ἀπέκλιναν. αὕτη γὰρ πᾶν ὁτιοῦν ὑπὸ τῶν λῃστῶν παθεῖν μᾶλλον ἢ ἐκείνῳ τοσαύτην ἡγεμονίαν ἐγχειρίσαι ᾑρεῖτο· καὶ ὀλίγου καὶ ἀπέκτειναν1 τὸν Γαβίνιον ἐν αὐτῷ τῷ συνεδρίῳ. ὑπεκδράντος δʼ οὖν πῃ αὐτοῦ μαθόντες οἱ πολλοὶ τὴν τῶν βουλευτῶν γνώμην ἐθορύβησαν, ὥστε καὶ ἐπʼ αὐτοὺς συγκαθημένους ἐφορμῆσαι· καὶ εἴ γε μὴ ἐξεκεχωρήκεσαν, πάντως ἂν αὐτοὺς διεφθάρκεσαν. οἱ μὲν δὴ οὖν ἄλλοι σκεδασθέντες διέλαθον, Πίσωνα δὲ τὸν Γάιον τὸν ὕπατον (ἐπὶ γὰρ ἐκείνου τοῦ τε Ἀκιλίου ταῦτʼ ἐγίγνετο) συλληφθέντα καὶ μέλλοντα καὶ ἀντὶ τῶν ἄλλων ἀπόλλυσθαι ὁ Γαβίνιος ἐξῃτήσατο. ἐκ δὲ τούτου οἱ δυνατοὶ αὐτοὶ μὲν τὴν ἡσυχίαν ἦγον, ἀσμενίζοντες ἄν τίς σφας ζῆν ἐάσῃ,2 τοὺς δὲ δημάρχους τοὺς ἐννέα ἀνέπεισαν ἐναντιωθῆναι τῷ Γαβινίῳ. καὶ αὐτῶν οἱ μὲν ἄλλοι φοβηθέντες τὸ πλῆθος οὐδὲν ἀντεῖπον, Λούκιος δὲ δή τις Τρεβέλλιος καὶ Λούκιος Ῥώσκιος ἐτόλμησαν μέν, οὐκ ἠδυνήθησαν δὲ οὔτʼ εἰπεῖν τι ὧν ὑπέσχηντο οὔτε πρᾶξαι. ἐπειδὴ γὰρ ἡ κυρία ἡμέρα, ἐν ᾗ τὴν γνώμην ἐπικυρωθῆναι ἔδει, ἐνέστη, τάδε ἐγένετο.
事情果然如此发展。因为众人接受了他的提议,除了元老院之外,所有人都立即倒向了庞培。元老院宁可遭受海盗的任何荼毒,也不愿把如此巨大的统帅权托付给他;他们甚至差点就在元老院会议厅内杀死了加比尼乌斯。然而,在加比尼乌斯设法逃脱后,大众获悉了元老们的意图,群情激愤,以至于冲向了正在集会的元老们;若非元老们及时撤离,暴民必定会将他们悉数毁灭。其余的人四散逃匿未被发觉;但当执政官盖乌斯·皮索(因为这些事件正是发生在他与阿基利乌斯担任执政官任内)被捉住、即将替众人受死之时,加比尼乌斯出面求情赦免了他。自此之后,显贵们自身保持了沉寂,若有人容他们苟活便已心满意足,但他们暗中策动其余九名保民官去反对加比尼乌斯。在这些人中,其他人慑于民众的威势而未发一言反对,唯有一个名叫卢基乌斯·特雷贝利乌斯的人和卢基乌斯·罗斯基乌斯敢于挺身而出,却未能将所应承之事说出或做成分毫。因为当应当批准该项提案的正日来临之时,发生了如下的事情:
ὁ Πομπήιος ἐπιθυμῶν μὲν πάνυ ἄρξαι, καὶ ἤδη γε ὑπό τε τῆς ἑαυτοῦ φιλοτιμίας καὶ ὑπὸ τῆς τοῦ δήμου σπουδῆς οὐδὲ τιμὴν ἔτι τοῦτο, ἀλλʼ ἀτιμίαν τὸ μὴ τυχεῖν αὐτοῦ νομίζων εἶναι, τὴν δὲ ἀντίταξιν τῶν δυνατῶν ὁρῶν, ἠβουλήθη δοκεῖν ἀναγκάζεσθαι. ἦν μὲν γὰρ καὶ ἄλλως ὡς ἥκιστα προσποιούμενος ἐπιθυμεῖν ὧν ἤθελε· τότε δὲ καὶ μᾶλλον, διά τε τὸ ἐπίφθονον ἄν γε ἑκὼν τῆς ἀρχῆς ἀντιποιήσηται, καὶ διὰ τὸ εὐκλεὲς ἄν γε καὶ ἄκων ὥς γε καὶ ἀξιοστρατηγητότατος ὢν ἀποδειχθῇ,3 ἐπλάττετο.
庞培虽然极度渴望掌握统帅权,并且由于他本人的野心与民众的狂热,已不再将获得此职视为一种荣耀,反而将未能获得它看作一种耻辱,然而他看到显贵们的对抗,便决意装出被迫接受的样子。因为他平日本就是最不流露出对所求之物渴望之情的人;而此时他伪装得尤甚,这既是因为如果他主动争夺这一职权便会招致嫉恨,也是因为倘若他即便违背心愿、却作为最当之无愧的统帅人选而被任命,便会赢得崇高的声望。
- 36.24.1καὶ ὀλίγου καὶ ἀπέκτειναν
属格 ὀλίγου(省略自 ὀλίγου δεῖν)与直陈式过去时动词连用,构成表示“差一点做成某事”的惯用句型。前一个 καί 为连词,后一个 καί 为副词,用于强调动词。
- 36.24.3ἀσμενίζοντες ἄν τίς σφας ζῆν ἐάσῃ
分词 ἀσμενίζοντες(“欣然接受、满足”)后接由 ἄν 与虚拟式(ἐάσῃ)构成的条件从句,意为“若有人容许他们活命便心满意足”。该条件从句实质上充当了分词所表示的情感内容的补充。
- 36.24.6διά τε τὸ ἐπίφθονον ἄν γε ἑκὼν τῆς ἀρχῆς ἀντιποιήσηται, καὶ διὰ τὸ εὐκλεὲς ἄν γε καὶ ἄκων ὥς γε καὶ ἀξιοστρατηγητότατος ὢν ἀποδειχθῇ
这是一个对称的并列对照结构:由介词短语引导的名词化中性形容词(διά τε τὸ ἐπίφθονον ... καὶ διὰ τὸ εὐκλεὲς)分别统辖由 ἄν 和虚拟式构成的条件从句(ἀντιποιήσηται / ἀποδειχθῇ)。“若主动争夺统领权所招致的嫉恨”与“若违背心愿被任命所换得的声望”形成了工整的对比。
