- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.23.1-36.23.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
海盗肆虐导致罗马粮食断绝并陷入全面危机,保民官奥卢斯·加比尼乌斯遂提议在执政官卸任者中任命一名全权大将,实际上旨在将全权指挥权授予庞培。
ἐς τοσοῦτον μὲν δὴ τὰ τῶν καταποντιστῶν ἤρθη ὥστε καὶ μέγαν καὶ συνεχῆ καὶ ἀπροφύλακτον καὶ ἄπιστον τὸν πόλεμον αὐτῶν γενέσθαι· οἱ δὲ δὴ Ῥωμαῖοι ἤκουον μέν που αὐτά, καί τινα καὶ ἑώρων (οὔτε γὰρ ἄλλο τι τῶν ἐπακτῶν ἐφοίτα σφίσι καὶ ἡ σιτοπομπία παντελῶς ἀπεκέκλειτο), οὐ μέντοι καὶ μεγάλην, ὅτε γε ἐχρῆν, φροντίδα αὐτῶν ἐποιήσαντο, ἀλλʼ ἐξέπεμπον μὲν καὶ ναυτικὰ καὶ στρατηγούς, ὥς που καθʼ ἕκαστον τῶν προσαγγελλομένων ἐκινοῦντο, ἔπραττον δʼ οὐδέν, ἀλλὰ καὶ πολὺ πλείω τοὺς συμμάχους διʼ αὐτῶν ἐκείνων ἐταλαιπώρουν, μέχρις οὗ ἐν παντὶ ἐγένοντο.1 τότε δὲ συνελθόντες ἐβουλεύσαντο ἐπὶ πολλὰς ἡμέρας ὅ τι καὶ χρὴ πρᾶξαι. τῇ τε γὰρ συνεχείᾳ τῶν κινδύνων τετρυχωμένοι, καὶ μέγαν καὶ πολὺν τὸν πρὸς αὐτοὺς πόλεμον ὁρῶντες ὄντα, καὶ οὔθʼ ἅμα πᾶσί σφισιν οὔτʼ αὖ καθʼ ἑκάστους προσπολεμῆσαι δυνατὸν εἶναι νομίζοντες (ἀλλήλοις τε γὰρ συνεβοήθουν, καὶ πανταχοῦ ἅμα ἀμήχανον ἦν αὐτοὺς ἀμύνασθαι) ἔν τε ἀπορίᾳ καὶ ἀνελπιστίᾳ τοῦ κατορθώσειν τι πολλῇ ἐγένοντο, πρὶν δὴ Αὖλός τις Γαβίνιος δήμαρχος γνώμην ἔδωκεν, εἴτʼ οὖν τοῦ Πομπηίου καθέντος αὐτόν, εἴτε καὶ ἄλλως χαρίσασθαί οἱ ἐθελήσας2 (οὐ γάρ που καὶ ὑπʼ εὐνοίας αὐτὸ τῆς τοῦ κοινοῦ ἐποίησε· κάκιστος γὰρ ἀνὴρ ἦν), στρατηγὸν ἕνα αὐτοκράτορα ἐφʼ ἅπαντας αὐτοὺς ἐκ τῶν ὑπατευκότων ἑλέσθαι,3 τρισί τε ἔτεσιν ἄρξοντα καὶ δυνάμει παμπληθεῖ μεθʼ ὑποστρατήγων πολλῶν χρησόμενον. ἄντικρυς μὲν γὰρ τὸ τοῦ Πομπηίου ὄνομα οὐκ εἶπεν· εὔδηλον δὲ ἦν ὅτι, ἂν ἅπαξ τι τοιοῦτον ὁ ὅμιλος ἀκούσῃ, ἐκεῖνον αἱρήσεται.
海盗的势力竟发展到如此地步,以至于针对他们的战争变得规模浩大、连绵不断、防不胜防且令人难以置信。罗马人确实有所听闻,甚至亲眼目睹了其中一部分情况(因为没有任何其他舶来物资源源运达他们那里,粮食运输更是完全被切断);然而,他们本该予以重视时,却并未对其加以认真防备,仅仅是在每次接到各类告急文书时才被动调动,派出舰队和将领,结果一事无成,反倒正是通过那些派出的军队使盟友承受了远为沉重的苦难,直至罗马人自身陷入了极度的危困。直到那时,他们才聚集起来,连日商议究竟应当采取何种对策。因为他们不仅被接连不断的危局弄得筋疲力竭,看到针对海盗的战争规模巨大且难以应付,而且认为无论是一举全面进攻还是将其逐一击破都绝无可能(盖因海盗彼此呼应救援,要想同时在所有地方击退他们根本无从下手),因而陷入了极大的困境,对取得任何成效均感绝望,直到保民官奥卢斯·加比尼乌斯提出了一项提案——无论是庞培在背后唆使他,抑或他是出于其他动机而企图讨好庞培(因为他绝非出于对国家的善意才这么做,他是个极坏的恶人)——主张在曾任执政官者当中选出一名独揽全权的大将统摄对付所有海盗,任期三年,并统率庞大军力及多名副将。事实上,他并没有直截了当地说出庞培的名字;但显而易见的是,只要大众一听到这番提案,就必定会推选庞培。
- 36.23.2ἐν παντὶ ἐγένοντο
希腊语散文中的习用句式(ἐν παντὶ εἶναι / γίγνεσθαι),意为“陷入极度窘迫、危急或恐慌”。在此指罗马由于海盗封锁与对策无能而陷入了最极端的危机困境。
- 36.23.4εἴτʼ οὖν τοῦ Πομπηίου καθέντος αὐτόν, εἴτε καὶ ἄλλως χαρίσασθαί οἱ ἐθελήσας
此处并列的两个表示动机的成分采用了句式交替(variatio):前者为独立属格结构(τοῦ Πομπηίου καθέντος αὐτόν),后者则是与所在分句的主语(Αὖλος... Γαβίνιος)性数格一致的主格分词(χαρίσασθαι... ἐθελήσας)。在句意上,二者同为解释加比尼乌斯提出该案之动机的副词性修饰成分。
- 36.23.4στρατηγὸν ἕνα αὐτοκράτορα ἐφʼ ἅπαντας αὐτοὺς ἐκ τῶν ὑπατευκότων ἑλέσθαι
不定式ἑλέσθαι充当短语动词γνώμην ἔδωκεν(“提出……的提案”)的宾语/补足语,表明提案的具体内容。不定式的逻辑主语(罗马人民)承前被省略,στρατηγὸν ἕνα αὐτοκράτορα则是ἑλέσθαι的直接宾语。
