- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.22.1-36.22.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
海盗的掠夺从海上蔓延至意大利本土乃至奥斯提亚港,并在缺乏弹压的情况下盘踞陆地。他们虽分处各地劫掠,却保持着极其严密的互助与同盟关系,由此进一步坐大势力。
προχωρούντων δὲ αὐτοῖς τούτων καὶ ἐς τὴν ἤπειρον ἀνέβαινον, καὶ πολλὰ καὶ ἐκείνους τοὺς μηδὲ χρωμένους τῇ θαλάσσῃ ἐλύπουν. καὶ ταῦτα οὐ τὴν ἔξω συμμαχίδα αὐτῶν μόνον ἀλλὰ καὶ τὴν Ἰταλίαν αὐτὴν ἐποίουν·1 τά τε γὰρ κέρδη τὰ αὐτόθεν μείζω σχήσειν καὶ πάντας τοὺς λοιποὺς ἐπὶ πλέον ἐκφοβήσειν, ἂν μηδὲ ἐκείνης ἀπέχωνται, νομίζοντες, ἔς τε τὰς ἄλλας τὰς ταύτῃ πόλεις καὶ ἐς αὐτὰ τὰ Ὤστια ἐσέπλεον καὶ τάς τε ναῦς ἔκαιον καὶ πάνθʼ ἥρπαζον. καὶ τέλος, ὡς οὐδεμία σφῶν ἐπιστροφὴ ἐγίγνετο,2 τάς τε διατριβὰς ἐν τῇ γῇ ἐποιοῦντο, καὶ τοὺς ἀνθρώπους, ὅσους μὴ διώλλυσαν, τά τε σῦλα, ὅσα ἐλάμβανον, ἀδεῶς ὥς γε καὶ ἐν οἰκείᾳ διετίθεντο. καὶ ἐλῄστευον μὲν ἄλλοι ἄλλοθι (οὐ γάρ που ἐν πάσῃ ἅμα τῇ θαλάσσῃ οἱ αὐτοὶ κακουργεῖν ἐδύναντο), τοσαύτῃ μέντοι φιλίᾳ πρὸς ἀλλήλους ἐχρῶντο ὥστε σφᾶς καὶ χρήματα καὶ ἐπικουρίας καὶ τοῖς πάνυ ἀγνῶσιν3 ὡς καὶ οἰκειοτάτοις πέμπειν. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ἴσχυσαν, ὅτι τούς τε θεραπεύοντάς τινας αὐτῶν πάντες ἐτίμων καὶ τοὺς προσκρούσαντάς τισι πάντες ἐλεηλάτουν.
随着这些行径屡屡得逞,他们甚至深入内陆,使那些根本不涉足海洋的人也深受其害。他们这样做,不仅针对罗马人的海外盟邦领地,甚至波及意大利本土。因为他们认为,如果连意大利本土也不放过,从那里所获得的利益将更为丰厚,并且能让其余所有人都更加恐惧;于是他们不仅驶入该地区的其他城市,甚至开入奥斯提亚本身,焚烧船只,劫掠一切。最后,由于无人对他们加以弹压防范,他们便在陆地上居留下来,对于未曾杀害的人口以及所掠夺的物资,都肆无忌惮地予以处置,宛如在自己的领地一般。海盗们固然是在各地分散劫掠(因为同样的一群人终究不可能同时在整片海域肆虐),然而他们彼此之间却保持着如此深厚的友谊,以至于即便是对于完全不相识的同行,也能像对待至亲一样运送金钱和增援。他们之所以能拥有如此强大的势力,极主要的原因正是在于:只要有人善待他们当中的某些人,全体海盗都会对其礼敬;而只要有人触犯了他们当中的某些人,全体海盗都会群起洗劫。
- 36.22.1καὶ ταῦτα οὐ τὴν ἔξω συμμαχίδα αὐτῶν μόνον ἀλλὰ καὶ τὴν Ἰταλίαν αὐτὴν ἐποίουν
动词 ἐποίουν 支配双宾格结构:代词 ταῦτα 作为内宾语(直接宾语),而并列名词短语 οὐ τὴν ἔξω συμμαχίδα... ἀλλὰ καὶ τὴν Ἰταλίαν αὐτήν 则作为表示遭受行为的对象/区域的宾语,符合 ποιέω τινά τι(对某人/某地做某事)的用法。
- 36.22.3ὡς οὐδεμία σφῶν ἐπιστροφὴ ἐγίγνετο
代词 σφῶν 在此作为名词 ἐπιστροφή 的宾格性属格(客观属格),意思不是“海盗们未予理会”,而是“(罗马方面)对海盗完全未加理睬/防范”。
- 36.22.4καὶ τοῖς πάνυ ἀγνῶσιν
形容词 ἀγνώς 既可作主动义(“不认识的”),亦可作被动义(“未被认识的、素昧平生的”)。此处用与格作为 πέμπειν 的间接宾语,指对他们而言“完全素不相识的海盗同行”,与后文的 ὡς καὶ οἰκειοτάτοις(“如同最亲密的至亲一般”)形成鲜明对比。
