← 卡西乌斯·狄奥

罗马史

§36.21.1-36.21.3

海盗的独立成势与猖獗劫掠

海盗在同盟瓦解后仍凭借大舰队与指挥官成为独立势力,不仅在冬季和港口大肆劫掠,更凭借船速优势使敌方的反击徒劳无功,甚至在陆上建立起基地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.21.1

καὶ εἴρηται μὲν ὅσα μετὰ τῶν ἄλλων ἔπραξαν. ἐπεὶ δʼ οὖν καὶ ἐκεῖνα διελύθη, οὐκ ἐπαύσαντο, ἀλλʼ αὐτοὶ καθʼ ἑαυτοὺς πολλὰ καὶ δεινὰ τούς τε Ῥωμαίους καὶ τοὺς συμμάχους σφῶν ἐκακούργησαν. οὔτε γὰρ κατʼ ὀλίγους ἔτι ἀλλὰ στόλοις μεγάλοις ἔπλεον, καὶ στρατηγοὺς εἶχον, ὥστε καὶ ὄνομα αὐτοὺς μέγα κεκτήσθαι· ἦγόν τε καὶ ἔφερον πρώτους μὲν καὶ μάλιστα τοὺς πλέοντας (οὐδὲ γὰρ τὴν χειμερινὴν ὥραν ἀσφαλῆ αὐτοῖς παρεῖχον,1 ἀλλʼ ὑπό τε τῆς τόλμης καὶ ὑπὸ τοῦ ἔθους τῆς τε εὐπραγίας καὶ τότʼ ἐπʼ ἀδείας ταῖς ναυτιλίαις ἐχρῶντο), ἔπειτα καὶ τοὺς ἐν τοῖς λιμέσιν ὄντας.

他们与其他势力一同实施的行径此前已经叙述过了。然而当那些联盟也瓦解之后,他们不仅没有收手,反而自行其事,对罗马人及其盟友造成了许多极其可怕的祸害。因为他们已不再是以小股人马出动,而是率领庞大的舰队航行,并拥有指挥官,以至于他们甚至赢得了极大的声名。他们首先且主要洗劫航海者(因为他们甚至不让冬季对航海者而言变得安全,反倒由于大胆、习以为常和屡屡得手,即使在那个季节也肆无忌惮地航海),继而又洗劫港口中的人们。

§36.21.3

καὶ γὰρ εἴ τις ἀνταναχθῆναί σφισιν ἐτόλμησε, μάλιστα μὲν ἡττηθεὶς ἀπώλετο, εἰ δὲ καὶ ἐνίκησεν, ἀλλʼ ἑλεῖν γε αὐτῶν οὐδένα ὑπὸ τοῦ ταχυναυτεῖν σφας2 ἐδύνατο, καὶ οὕτως ὑποστρέφοντες διὰ βραχέος ὡς καὶ κεκρατηκότες, τὰ μὲν ἔτεμνον καὶ κατεπίμπρων, οὐχ ὅτι χωρία καὶ ἀγρούς, ἀλλὰ καὶ πόλεις ὅλας,3 τὰ δὲ καὶ ᾠκειοῦντο, ὥστε καὶ χειμάδια καὶ ὁρμητήρια καθάπερ ἐν φιλίᾳ γῇ ποιεῖσθαι.

实际上,如果有人胆敢出海迎战他们,通常会战败灭亡;即使获胜,也由于海盗船速极快而无法俘获他们当中的任何一人;于是海盗们不久后便折返回来,仿佛他们才是胜利者一般,将某些地方——不仅是庄园和乡野,甚至整个城市——洗劫并焚毁,而将另一些地方据为己有,以至于在其中建立冬营和行动基地,宛如置身于友好之邦。

语法注3 条
  1. 36.21.2οὐδὲ γὰρ τὴν χειμερινὴν ὥραν ἀσφαλῆ αὐτοῖς παρεῖχον

    关于代词 αὐτοῖς 的指代对象,存在指海盗自身(海盗甚至不认为冬季对自己是安全的,却仍出航)与指航海者(τοὺς πλέοντας,即海盗甚至不让冬季对航海者来说保持安全)两种可能。此处采纳后者,将先行词视作 τοὺς πλέοντας,表示海盗连在冬季也不给航海者任何安全空间,这与紧接着说明海盗无惧出航的 ἀλλʼ 从句在逻辑上完全吻合。

  2. 36.21.3ὑπὸ τοῦ ταχυναυτεῖν σφας

    由介词 ὑπό 后接中性单数属格定冠词 τοῦ 及不定式 ταχυναυτεῖν 构成的表示原因的介词短语,宾格代词 σφας(指海盗们自身)充当该不定式的逻辑主语,意为“由于他们的船速敏捷”。

  3. 36.21.3οὐχ ὅτι χωρία καὶ ἀγρούς, ἀλλὰ καὶ πόλεις ὅλας

    固定句式 οὐχ ὅτι … ἀλλὰ καί 相当于拉丁语的 non modo ... sed etiam(“不仅……而且……”)。此处将 χωρία καὶ ἀγρούς 与 πόλεις ὅλας 相对置,强调破坏和劫掠的范围不仅限于村庄田野,甚至波及整座整座的城市。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.21.1-36.21.3