← 卡西乌斯·狄奥

罗马史

§36.20.1-36.20.4

地中海海盗势力的崛起与背景

作为庞培征剿海盗的铺垫,记述了海盗行径如何趁战争与混乱在地中海全域剧烈扩张,乃至达到能以同盟名义向各方提供援助的势力规模。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.20.1

λέξω δὲ ἤδη καὶ τὰ κατὰ τοῦτον πῶς ἐγένετο. οἱ καταποντισταὶ ἐλύπουν μὲν ἀεὶ τοὺς πλέοντας, ὥσπερ καὶ τοὺς ἐν τῇ γῇ οἰκοῦντας οἱ τὰς λῃστείας ποιούμενοι· οὐ γὰρ ἔστιν ὅτε ταῦτʼ οὐκ ἐγένετο, οὐδʼ ἂν παύσαιτό ποτε ἕως δἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ᾖ. ἀλλὰ πρότερον μὲν ἔν τε τόποις τισὶ κἀν τῇ ὡραίᾳ μόνῃ, κατʼ ὀλίγους, καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ ἐλῄστευον· τότε δέ, ἐξ οὗ πολλαχῇ τε ἅμα καὶ συνεχῶς ἐπολεμήθη,1 καὶ πολλαὶ μὲν πόλεις ἀνάστατοι ἐγένοντο, πᾶσι δὲ καὶ τοῖς διαφεύγουσιν αὐτῶν αἱ τιμωρίαι ἐπηρτῶντο καὶ ἀδεὲς οὐδενὶ οὐδὲν ἦν, πάμπολλοι πρὸς λῃστείαν ἐτράποντο.

现在我也要讲述关于这人(庞培)的事情是如何发生的。海盗向来侵扰航海者,正如盗贼侵扰陆地上的居民一样;因为从未有过不存在这些事情的时候,而且只要人性依旧,这些事情也绝不会止息。但在此前,他们只在某些特定的地点,而且仅在适宜的季节,成小股人马在陆地和海上行劫。然而在当时,自从多处同时且持续不断地发生战争,许多城市沦为废墟,惩罚也悬在所有逃离城市者之头上,对任何人来说都没有任何安全保障以来,便有极多的人转向了劫掠行径。

§36.20.3

καὶ τὰ μὲν ἐν ταῖς ἠπείροις λῃστικά, ἅτε καὶ ἐν ὀφθαλμοῖς τῶν δήμων μᾶλλον ὄντα, καὶ τήν τε αἴσθησιν τῆς βλάβης ἐγγύθεν καὶ τὴν σύλληψιν οὐ πάνυ χαλεπὴν ἔχοντα, ῥᾷόν πως κατελύετο, τὰ δὲ ἐν τῇ θαλάσσῃ ἐπὶ πλεῖστον ἐπηυξήθη. τῶν γὰρ Ῥωμαίων πρὸς τοὺς ἀντιπολέμους ἀσχολίαν ἀγόντων ἐπὶ πολὺ ἤκμασαν, πολλαχόσε τε περιπλέοντες καὶ πάντας τοὺς ὁμοίους σφίσι προστιθέμενοι, ὥστε τινὰς αὐτῶν καὶ ἐν συμμαχίας λόγῳ συχνοῖς ἐπικουρῆσαι.2

而在大陆上的劫掠活动,由于更容易处于民众的眼底,危害的感知就在近处,且抓捕并不十分困难,便比较容易地以某种方式被平息;但在海上的海盗活动却极大地膨胀了。因为当罗马人忙于对付敌手时,海盗们大肆猖獗,游弋于各处,将所有与他们同类之人罗致麾下,以至于他们当中的某些人甚至以盟友的名义为许多人提供援助。

语法注2 条
  1. 36.20.2ἐξ οὗ πολλαχῇ τε ἅμα καὶ συνεχῶς ἐπολεμήθη

    ἐξ οὗ 为引导时间从句的短语,意为“自从……以来”。动词 ἐπολεμήθη 用作无人称被动态(“战争爆发/进行”),并不指向特定主语,而是概括当时多地持续交战的普遍局势。

  2. 36.20.4ὥστε τινὰς αὐτῶν καὶ ἐν συμμαχίας λόγῳ συχνοῖς ἐπικουρῆσαι

    ὥστε 引导结果从句,后接不定式 ἐπικουρῆσαι,其逻辑主语为宾格 τινὰς αὐτῶν。习语 ἐν συμμαχίας λόγῳ 意为“以同盟的名义/作为同盟者”,表明海盗势力的膨胀已使其能够与城邦或势力结成军事联盟。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.20.1-36.20.4