← 阿里斯·台德斯

修辞学

§2.5.1.1-2.5.1.5

朴实文体中的迂回扩展与句法运用

论述朴实文体中迂回扩展(peribole)的技巧,分析斜格从属句的插入、从普遍到具体的逐步引入、直陈主干构式与斜格从属构式的文体差异,并结合色诺芬的实例进行阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.1.1

γίνεται δὲ καὶ ἐν ἀφελεῖ λόγῳ περιβολή, ὅταν τις πλαγιάσας1 νόημα ἐπεμβάλῃ ἕτερον δεύτερον μήπω τῆς διανοίας ἀπηρτισμένης μηδὲ τοῦ συμπεράσματος ἐπηγμένου, ὡς μίαν δοκεῖν ἔννοιαν, οἷον βουλευομένων δὲ περὶ τούτων Λακεδαιμονίων Ἀγησίλαος ὑπέστη, νῦν τὸ ἀπαρτίζον, διαβήσεσθαι οὐκ ἔτι πλαγιάσας· μακρὸν γὰρ ἐγίνετο, οἷον διαβὰς ποιήσειν τὰ καὶ τά, ἀλλὰ διαβήσεσθαι.

在朴实言辞中,当某人运用斜格(从属)结构,在句意尚未完满、结论亦未引出之时,便插入第二重意念,以致显得宛如一重意念时,迂回扩展亦随之产生。例如:“当拉栖代梦人就此事进行商议时,阿格西劳斯承担下来”——随后是使其完满的成分——“渡过去”,而不再使用斜格从属;因为若是写成“渡过去之后做某事某事”,篇幅便会过长,但他仅用“渡过去”。

§2.5.1.2

πᾶσα δὲ περιβολὴ δύναμιν ἐργάζεται ἐν τῷ λόγῳ, δεῖ δὲ ἡμᾶς ἐπεσκέφθαι καθὸ διαλλάττει τοῦ πολιτικοῦ λόγου ἡ ἐν τῷ ἀφελεῖ λόγῳ γινομένη δύναμις. οὐκοῦν σκόπει· τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται. οὔ φημι τοίνυν ἐγὼ λυσιτελεῖν ἐν τῷ ἀφελεῖ τὸ ἀποφαντικὸν τοῦ σχήματος·2 ἀξίωμα μὲν γὰρ καὶ δύναμιν περιτίθησιν, οὐκέτι δὲ ἁπλοῦν οὐδὲ κατʼ ἄνθρωπόν ἐστιν, ἵνα οὕτως εἴπῃ τις τὸ πρᾶγμα, ἀλλʼ ἐπηρμένον τε καὶ τετυφωμένον· οὐδὲ τὸ ὑποτακτικὸν μόριον·3 τὸ γὰρ εὖ. τὰ γὰρ τοιαῦτα μόρια ἀναγκάζει τὸν λόγον ἐμπεριλαμβάνοντα τὰ νοήματα στρογγύλον γίνεσθαι καὶ σκληρὸν καὶ κατεσφιγμένον, ὅθεν οὐ χρὴ τὰ μόρια προστιθέναι, ἐπειδὰν δυνάμεώς τι σημεῖον ἐξενεγκεῖν βουλώμεθα, ἀλλʼ ἀπὸ ῥηματικῶν ἄρξασθαι ἁπλῶς.

凡迂回扩展皆在言辞中造就力量,但我们必须考察在朴实言辞中产生的力量与政治(演说)言辞的力量有何不同。且看:“盖德不配位之顺遂,成为无知之徒生出妄念之由。”然而我断言,判断断言式的句式在朴实言辞中并无益处;因为它虽赋予崇高与力量,却不再显得质朴,亦不再切合凡常人性——若可如此表述的话——反而显得矜夸而傲慢;限定成分亦无益处,如“顺遂”之前的冠词。因为此类助词强令包裹诸意念的言辞变得圆熟、生硬且紧绷,因此,当我们意图表现出力量的某种表征时,不应当附加此类助词,而应单纯从动词性表达开始。

§2.5.1.3

περιβολῆς δὲ καὶ τὸ τοιοῦτον καὶ ἔνδοξον ποιοῦν τὸν λόγον καὶ ἔχειν ἀξίωμα, [καὶ] ὅταν τὰ πράγματα μὴ καθʼ ἑαυτὰ εἰσάγῃ τις καὶ ἐπὶ τῶν ὑποκειμένων ὀνομάζῃ, οἷον Καλλίας ἀξιοθέατος ἐφαίνετο διὰ τὸ κατέχεσθαι ἔρωτι τοῦ Αὐτολύκου, ἀλλὰ καὶ ἔξωθεν προσλαμβάνηταί τινα τοῖς ἀορίστοις ὡρισμένα·4 ἅπαντες μὲν οὖν οἱ ἐκ θεῶν του κατεχόμενοι ἀξιοθέατοι δοκοῦσιν εἶναι. καὶ εἰ μὲν οὖν ἐβούλου ταχέως μεταβῆναι ἐπὶ τὸ ὑποκείμενον καὶ μὴ σφόδρα τὸν λόγον ἐξᾶραι, εἶπες ἄν, μάλιστα δὲ οἱ ὑπὸ ἔρωτος κατεχόμενοι· νῦν δὲ πολλῷ πλέον ἐξήρθη διὰ τὸ προειλῆφθαι διὰ μέσου τὰς διαφοράς, πρὶν προσάγεσθαι τούτου τὸ ὑποκείμενον· ἀλλʼ οἱ μὲν ἐξ ἄλλων πρὸς τὸ γοργότερον ὁρᾶσθαι καὶ φοβερώτερον φθέγγεσθαι καὶ σφοδρότεροι εἶναι φαίνονται.

以下这种手法亦属于迂回扩展,且令言辞显赫并具备威严:某人并不直接引入事理本身并依从基础主语来命名——例如“卡利亚斯因被对奥托吕科斯的爱欲所俘获而显得引人注目”——而是从外部将相对于非限定(普遍)概念而已限定的具体事物引入:“凡被某位神明所俘获者,皆显得引人注目”。此时,若你本想迅速过渡至主语而不致过度抬升言辞,便会说“尤其是那些被爱欲俘获者”;然而在眼下的情形中,言辞被抬升得多得多,这是因为在引入该主语之前,差异已在中途被预先把握:“但因其他神明而受俘获者,看起来更为刚烈,发声更为可怖,举止更为激烈”。

§2.5.1.4

πολλῷ δὲ συγγραφικώτερον τὸ ὀρθοῦν ἐν τοῖς σχήμασι καὶ μὴ πλαγιάζειν, τὸ δὲ πλαγιάζειν τῶν πολιτικῶν ἐστι· σεμνότητα γὰρ καὶ περιβολὴν ἔχει. εἰ μὲν οὖν ἐπλαγίαζες, οὕτως ἂν ἔλεγες· ληξάσης δὲ τῆς ἱπποδρομίας, τὸ δὲ ὀρθοῦν τοιοῦτόν ἐστιν, ὡς δὲ ἡ ἱπποδρομία ἔληξεν· ἀνειμένον δὲ τοῦτο καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ. ὁ δὲ πολιτικὸς οὐχ οὕτως ἂν ἐποίησεν, ἀλλὰ συντονώτερον, ἐπειδὴ δὲ ἡ ἱπποδρομία ἔληξεν. ὥσπερ δὲ ὁ πολιτικὸς συνειλκυσμένος ἐστὶ καὶ συνειληφὼς τὰ νοήματα, οὕτως ὁ ἀφελὴς ὕπτιος καὶ ἀποτεταμένος.

在句式中保持直陈(主干化)而不作斜格偏折,远更符合纪事散文作家的风格,而运用斜格从属则属于政治演说家;因为后者具有庄重与迂回扩展。若你使用斜格偏折,便会如此表述:“赛马既毕(属格绝对构式)”;而直陈构式则是如此:“当赛马结束时”。这显得舒缓而松弛。政治演说家则不会如此作,而是会更富紧凑感地说:“当赛马一经结束”。正如政治演说家紧缩收敛并紧凑把握诸意念,朴实风格则是仰卧而舒展的。

§2.5.1.5

περιβολὴ δὲ καὶ τοῦτο, ὡς ἐν τῷ Συμποσίῳ καὶ ὁ Σωκράτης εἶπεν, ἐν πολλοῖς μὲν καὶ ἄλλοις δῆλον, καὶ ἐν οἷς δὲ ἡ παῖς. ἐμπερίβολον εἶπεν· τί δέ ἐστι τὸ ποιῆσαν τὴν περιβολήν; τοῦ ἀορίστου ἡ πρόσληψις καὶ ἐπί τι ὡρισμένον μετάστασις, ἐν πολλοῖς μὲν καὶ ἄλλοις, δῆλον δὲ καὶ ἐν οἷς ἡ παῖς. Σωκρατικὸς δὲ ὁ τρόπος καὶ ἀρχαῖος τὸ ἐκ παντὸς χρήσιμόν τι εἰσάγειν, ὅπου γε καὶ ἐξ ἀρχῆς ἕως εὑρέθησαν περὶ ἀρετῆς λόγοι, καὶ τὸ μέγιστον δόγμα ὅτι ἡ αὐτὴ ἀρετὴ ἀνδρῶν καὶ γυναικῶν.

这亦是一种迂回扩展,如在《会饮》中所见:“苏格拉底说:‘这在许多其他事情上固然显明,而在那少女所行之事上亦然……’”他说话带有迂回扩展。那么,究竟是什么造就了迂回扩展?乃是对非限定之物的附加引入并转向某种已限定之物:“在许多其他事情上,但显明的是在那少女……之事上”。从一切事物中引入某种有益之理,本是苏格拉底式与古朴的风范,乃至从一开始便由此引出了关于德性的论辩,以及那最重大的教条:男女具有相同的德性。

语法注4 条
  1. 2.5.1.1πλαγιάσας

    修辞学术语,指“运用斜格偏折构式”,即使用分词、属格绝对构式或从属从句,而非使用主格或直陈主句(ὀρθοῦν)。下文的“ὀρθοῦν ἐν τοῖς σχήμασι καὶ μὴ πλαγιάζειν”正体现了这一构属对立。

  2. 2.5.1.2τὸ ἀποφαντικὸν τοῦ σχήματος

    指引自狄摩西尼《第一奥林索斯演说》第23节中那种格言式断言或陈述句的句式形式。名词化的中性形容词“τὸ ἀποφαντικόν”支配属格“τοῦ σχήματος”,意为“句式的断定性质”。

  3. 2.5.1.2οὐδὲ τὸ ὑποτακτικὸν μόριον

    承接前文“οὔ φημι... λυσιτελεῖν”的否定结构,意为“[我也断言]从属小品词(冠词)[亦无益处]”。由下文“τὸ γὰρ εὖ”可知,此处特指使不定词名词化的定冠词“τό”。

  4. 2.5.1.3τοῖς ἀορίστοις ὡρισμένα

    “τοῖς ἀορίστοις”为与格,作复合动词“προσλαμβάνηται”的附着对象(意为“在非限定/普遍的概念之上”),“ὡρισμένα”则为宾格中性复数直接宾语(“已限定/具体的事物”)。此处阐明先提出普遍范畴再转入具体界定的修辞手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.5.1.1-2.5.1.5