← 阿里斯·台德斯

修辞学

§2.6.1.1-2.6.1.5

文体甜美的来源与隐喻及倒装的运用

论述文体中甜美的来源(用词、隐喻及举重若轻与举轻若重的反差手法),重点分析了《阿格西劳斯传》中少女徐行的比喻及其词序倒装的效果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6.1.1

ἡ δὲ λέξεως γλυκύτης εἴπομεν ὅτι πορίζεται1 ἐκ κωμῳδίας καὶ Πλάτωνος καὶ Ξενοφῶντος, χρῶνται δὲ οἱ ἀφελεῖς καὶ ποιητικαῖς λέξεσιν, ὅταν ὄγκον βούλωνται περιθεῖναι τῷ λόγῳ τῶν θεωρημάτων καὶ ἐκ κωμῳδίας. ἐστὶν ἀπὸ μερισμῶν ἄρχεσθαι2 καὶ ὡς ἀπὸ προσθήκης, καίτοι, καὶ μήν, ἀλλὰ τοίνυν, ἀλλὰ μήν· ἀφέλειαν γὰρ τῷ λόγῳ παρέχεται τὰ τοιαῦτα.

我们曾说过,文辞的甜美采自喜剧、柏拉图与色诺芬,但在朴实文风的作者希望给学理言论的辞章增添厚重之感时,亦会使用诗意词汇以及来自喜剧的词语。此外,亦可从细分开始,或仿佛追加补充般地以“然而”、“诚然”、“不过那么”、“然而诚然”等词开头;因为此类词语为言辞带来朴实质感。

§2.6.1.2

ὅπου δʼ ἂν θέλῃς γλυκύτητα ἐργάσασθαι, τοιαύταις χρήσῃ μεταφοραῖς, ὀνόματα ἐπʼ ἄλλων πραγμάτων κείμενα μεταφέρων ἐφʼ ἕτερα· καὶ ὅταν μὴ μένῃς ἐπὶ τοῖς ἀκριβῶς σημαντικοῖς, οἷον τὸ σημαντικὸν τοῦ ὑποκειμένου ἔδοσαν, καὶ τὸ μετενηνεγμένον ἐκ τῆς τροπῆς καὶ ἐτίμησαν Χείρωνα διὰ δικαιότητα ἀντὶ τοῦ ἔδοσαν.

无论你意欲在何处营构甜美,皆当运用这般的隐喻,将用于他事之词移用于别物;且当你并不拘泥于严格指示性的词汇时——例如,对基础事实的严格指示性表达是“他们给予了”,而经由转义移用的词则是“他们因其正直而敬重喀戎”,以替代“他们给予了”。

§2.6.1.3

καὶ τὰ μεγάλα μικρῶς λέγων, τὰ δὲ μικρὰ μεγάλως γλυκύτητα ἐργάσῃ. τὸ οὖν τὰ μικρὰ μεγάλως ὀνομάζειν λέγομεν ὅτι γλυκύτητα παρέχει τῷ λόγῳ, καὶ ἔστι θαυμασιωτάτη ἡ τροπὴ ἡ τοιαύτη, πόλεμον εἰπεῖν κυνὸς καὶ θηρίου, πρῶτον μὲν χρὴ εἶναι τὰς κύνας ἑκάστου γένους, μὴ τὰς ἐπιτυχούσας, ἵνα ἕτοιμαι ὦσι πολεμεῖν τῷ θηρίῳ.

此外,举重若轻地言说大事,以及举轻若重地言说小事,你皆能营构出甜美。因此我们说,将小事冠以夸张之名会为言辞带来甜美,而这般的转义最为令人赞叹,正如将犬与野兽之事称作战争:“首先,猎犬必须属于各个品系,而非寻常之犬,以便准备好与野兽作战”。

§2.6.1.4

γλυκύτητα δὲ καὶ ἐν τῷ Ἀγησιλάῳ θαυμαστὴν ἐποίησεν εἰπών, ὁπότε γε μὴν πορεύοιτο, συντεταγμένον μὲν οὕτως ἦγε τὸ στράτευμα, ὡς ἂν ἐπικουρεῖν μάλιστα ἑαυτοῖς δύναιντο, εἶτα παράδειγμα ἐπήνεγκεν, ὡς ἂν ἀφελὴς ἀνὴρ γλυκύτητα μετὰ σεμνότητος ἐμφαίνων, ἡσύχως δέ, ὥσπερ ἂν παρθένος ἡ σωφρονεστάτη προβαίνοι. τὴν δὲ ἄνεσιν ἔχει τό τε μειοῦν τοῦ παραδείγματος καὶ τὸ μὴ πάντη ἐοικός· τί γὰρ ἔοικε στρατοπέδῳ παρθένος; ὅμως δὲ τὸ μὲν εἰπεῖν παρθένος ἡ σώφρων εὐτέλειαν εἶχε, τὸ δὲ ἀναστρέψαι καὶ τὸ παρακολουθοῦν πρόθεσιν εἶναι τοῦ προσώπου3 σεμνότητα μετὰ γλυκύτητος εἰργάσατο, ὥσπερ ἂν ἡ σωφρονεστάτη παρθένος.

他在《阿格西劳斯传》中亦借由如下之言造就了令人惊叹的甜美:“每当他进军时,他便将军队如此布列而率领,以致他们能最为有效地相互策应”,随后引入了一个比方,宛若一位朴实作家表现出兼具庄重的甜美:“且静默安详,宛若那最贞静的少女徐徐前行”。而比方之缩减及其并非处处切合之特性,造就了舒缓放松;因为少女与军旅何有相似之处?然而,若径直说“贞静的少女”本显凡俗,而将语序颠倒并将附属定语置于名词主体之前——“宛若那最贞静的少女”——便造就了兼具甜美的庄重之感。

§2.6.1.5

καὶ περὶ μὲν γλυκύτητος καὶ ἐν τοῖς προάγουσιν εἴπομεν, ὅσα τε ἀποτελεῖ ἐν τῷ πολιτικῷ λόγῳ καὶ πάλιν ὅσα ἐν τῷ ἀφελεῖ. σχεδὸν αὐτὴ ἡ ἀρετὴ τῆς γλυκύτητος τοῦ ἀφελοῦς ἐστι μᾶλλον.

关于甜美,我们在前文亦曾阐明其在政治演说中成效几何,又在朴实言辞中成效几何。大体而言,甜美之美德本身更多属于朴实风格。

语法注3 条
  1. 2.6.1.1ἡ δὲ λέξεως γλυκύτης εἴπομεν ὅτι πορίζεται

    句首的 ἡ δὲ λέξεως γλυκύτης 为先取构式(prolepsis),即随后 ὅτι 从句中的主语被前置于主句动词 εἴπομεν 之前。此处未如常见的先取构式那样变为受格,而是保留了在 ὅτι 从句中所充当的主格形态。

  2. 2.6.1.1ἐστὶν ἀπὸ μερισμῶν ἄρχεσθαι

    此处 ἐστὶν 为非人称用法,相当于 ἔξεστιν,支配不定词 ἄρχεσθαι,表示可能性(“可以从……开始”或“能够从……开始”)。

  3. 2.6.1.4τὸ δὲ ἀναστρέψαι καὶ τὸ παρακολουθοῦν πρόθεσιν εἶναι τοῦ προσώπου

    该结构由带冠词不定词构成复合主语,共同作为主动词 εἰργάσατο 的施事:τὸ ἀναστρέψαι(颠倒语序)与随后的受格不定词短语 τὸ παρακολουθοῦν [sc. 定语/属性] πρόθεσιν εἶναι τοῦ προσώπου(使随附之修饰成分置于主体名词之前)相并列。此处 πρόθεσις 作为修辞/语法术语,指将修饰语前置,与平铺直叙的后置修饰(παρθένος ἡ σώφρων)相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.6.1.1-2.6.1.5