← 阿里斯·台德斯

修辞学

§2.4.1.1-2.4.1.6

朴实文体中赋予品格与庄重感的技巧

论述描写虔敬与善行、转向抽象事理、结合不同属性、采用既成表达以及使用概括性词语如何赋予朴实文体以品格与庄重。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1.1

ἦθος δὲ ἔχει καὶ σεμνότητα ἢ εἰς θεοὺς εὐσέβειαν ἐμφαίνειν ἢ εἰς φίλους εὐεργεσίας, καὶ μάλιστα δεῖ καὶ τοῖς τοιούτοις προσέχειν· τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν θεωρημάτων κατὰ ταύτας τὰς ἐννοίας λαμβάνεται. αἱ δὲ ἔννοιαι λαμβάνονται ἐκ τῶν ἐν αὐτῷ, τὸ δὲ καὶ τὰς ἐννοίας ὡς περὶ εὐσεβείας καὶ εὐπειθίας λέγεσθαι πάνυ τῆς προαιρέσεως τῆς τῶν ἀφελῶν·1 οὐ γὰρ πάνυ, ὥσπερ ἔφην, τοῖς ὑποθετικοῖς2 χαίρουσι χρώμενοι, εἰ μὴ ἀνάγκη που γένοιτο, οἷον εὐσεβεῖν δεῖ, θεοῖς ἄρχουσι πείθεσθαι, ἀλλʼ ὥσπερ ἐννοίας τινὰς ὑπογράφουσιν ὡς χρὴ ποιεῖν, οὐ διδασκαλικῶς λέγοντες ὅτι οὐ χρὴ τόδε ποιεῖν, ἀλλʼ ἐπὶ τοῦ ὅλου, τοῖς τάδε ποιοῦσι τάδε εἴωθεν ἀποβαίνειν.

表现对神明的虔敬或对朋友的恩惠亦具有品格与庄重,人们尤须关注此类事物;盖因绝大多数且最重大的理论教说皆依据这些意念而获取。意念源于事物本身所蕴含之物,然而将意念表达为关乎虔敬与顺从,亦完全属于朴实之人的旨趣。正如我所言,除非出现某种必然,否则他们绝不喜欢运用规范训诫之言,例如“应当虔敬”、“应当服从居于统治地位的神明”,而是描绘出某些意念以表明应当如何行事,不以训诫方式明言“不应当做此事”,而是在总体上说“做此等事者往往落得此等结局”。

§2.4.1.2

σεμνότης δὲ γίνεται ἐν τῷ ἀφελεῖ λόγῳ καὶ ἄλλως μὲν πολλαχῶς, σεμνότερον δὲ ὅταν ἀπὸ προσώπου ἐπὶ τὰ πράγματα μετάγῃς· οὐ γὰρ ὅμοιόν ἐστιν ἐπὶ τοῦ προσώπου εἰπεῖν, φύσει βασιλεῖς εἰσὶν οἱ καλοί· μειρακιῶδες γὰρ τοῦτο, ἤπερ ἐπὶ τοῦ πράγματος ἐξενεγκεῖν3 φύσει βασιλικὸν τὸ κάλλος εἶναι. τῆς δὲ σεμνότητος ἕνεκα τῆς κατὰ τὴν ἔννοιαν ἡ προσθήκη μετὰ ταῦτα, ἄλλως τε ἢν καὶ μετὰ αἰδοῦς καὶ σωφροσύνης καθάπερ Αὐτόλυκος κέκτηταί τις αὐτό.

庄重在朴实言辞中固然还通过许多其他方式产生,但当你从具体人物转向抽象事理时,言辞便更为庄重。因为就人物而言“俊美之人天生为王”——这是一种年轻浮躁的措辞——并不等同于就抽象事理而言“美天然具有王者之风”。而为了意念层面的庄重,随后才有了这样的增补:“尤其是如果有人像奥托吕科斯那样,伴随着谦逊与节制而拥有美”。

§2.4.1.3

σεμνότητα καὶ αἱ τοιαῦται συμπλοκαὶ ποιοῦσιν, οἷον καὶ παῖδα πάνυ γε ὡραῖον καὶ πάνυ καλῶς κιθαρίζοντά τε καὶ ὀρχούμενον· τὸ γὰρ συμπλέκειν εἰς τὸ αὐτὸ τὰ διάφορα τούτων ἀφαιρεῖ τὴν διαφορὰν τοῦ γένους.

以下这般联合亦能产生庄重,例如:“以及一位正值妙龄、既极其出色地弹奏基萨拉琴又翩翩起舞的少年”。因为将这些相异的特质联合于同一主体中,便消解了种类的差异。

§2.4.1.4

καὶ ὅπου ἂν τὰ μέλλοντα γίνεσθαι ἢ τὰ γινόμενα ὡς ἤδη γεγονότα εἰσάγῃς, σεμνὸν ποιεῖς τὸν λόγον, οἷον ἐπεὶ δὲ αὐτοῖς ἡ μὲν αὐλητρὶς ηὔλησεν, ὁ δὲ παῖς ἐκιθάρισε.

凡是将将要发生之事或正在发生之事作为已经发生之事引入之处,你便使言辞显得庄重,例如:“当吹笛女为他们吹了笛,而少年弹奏了基萨拉琴时”。

§2.4.1.5

καὶ ὅπου δʼ ἂν σεμνὰ τὰ ὀνόματα ἐπεμβάλῃς, μετὰ τῆς σεμνότητος καὶ κάλλους δύναμιν ἐργάσῃ, Ζεὺς μὲν καὶ Χείρων ἀδελφοί, πατρὸς μὲν τοῦ αὐτοῦ, μητρὸς δὲ ὁ μὲν Ῥέας, ὁ δὲ Ναΐδος νύμφης. τὸ μὲν οὖν κοινοποιῆσαι, πατρὸς μὲν τοῦ αὐτοῦ, τό τε διαφορὰν εἰπεῖν, μητρὸς δὲ ὁ μὲν τῆσδε, ὁ δὲ τῆσδε, μετὰ τῆς ἀφελείας καὶ σεμνότητα ἔχει.

凡是投入庄重的词语之处,你便会在庄重之外营造出优美的力量:“宙斯与喀戎本是兄弟,同父所生,但论及母亲,一为瑞亚所生,一为水泽仙女所生”。因此,将“同父所生”予以共通化,又陈明差异说“母亲则一为此,一为此”,在朴实之外亦兼具庄重。

§2.4.1.6

καὶ τὸ ἐν γένει δέ τι εἰπεῖν τοῦ κατʼ εἶδος σεμνότερον,4 οἷον ἐν γένει μή τι πάθῃ· οὐ γάρ ἐστιν ὅμοιον κατʼ εἶδος εἰπεῖν, μὴ περιπαρῇ, μὴ ἀποσφαγῇ. καὶ ἐν γένει συλλαβόντα τὰ πάντα ταῦτα ἑνὶ ὀνόματι εἰπεῖν μή τι πάθῃ.

以属(普遍、抽象)的方式言说亦比按种(具体、个别)的方式言说更为庄重,例如以属的方式说“免得遭遇不测”;因为按种的方式说“免得被穿刺、免得被割喉”不可相提并论。〔这〕与将这一切以属的方式概括起来、用一个词句说“免得遭遇不测”〔不可相提并论〕。

语法注4 条
  1. 2.4.1.1τὸ δὲ καὶ τὰς ἐννοίας ὡς περὶ εὐσεβείας καὶ εὐπειθίας λέγεσθαι πάνυ τῆς προαιρέσεως τῆς τῶν ἀφελῶν

    带冠词的对格不定式短语 τὸ ... λέγεσθαι 充当主语,谓语则为主有/属性属格 πάνυ τῆς προαιρέσεως ...(“完全属于……的旨趣”)。ὡς 起到规定思想内容性质的作用(“作为关乎……”)。

  2. 2.4.1.1τοῖς ὑποθετικοῖς

    此处并非指逻辑学上的“假言命题”,而是在修辞与伦理语境中指直接规定“应当……”的“规范性命题”或“教条式言明”,后文紧接着举出的例子 οἷον εὐσεβεῖν δεῖ(例如“应当虔敬”)正证实了这一点。

  3. 2.4.1.1οὐ γὰρ ὅμοιόν ἐστιν ἐπὶ τοῦ προσώπου εἰπεῖν, ... ἤπερ ἐπὶ τοῦ πράγματος ἐξενεγκεῖν

    οὐχ ὅμοιον ... ἤπερ 的比较句式。通常表示同等的形容词 ὅμοιος 后接 ἤ / ἤπερ,表达对比与优劣:“说A与表达B不可同日而语(后者更为优越)”。

  4. 2.4.1.6τὸ ἐν γένει δέ τι εἰπεῖν τοῦ κατʼ εἶδος σεμνότερον

    带冠词不定式短语 τὸ ... εἰπεῖν 为主语,σεμνότερον 为述语形容词,τοῦ κατʼ εἶδος 则是将 κατʼ εἶδος [εἰπεῖν] 名词化而构成的比较属格。骨架为:“以属的方式言说比以种的方式言说更为庄重”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.4.1.1-2.4.1.6