- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.3.1.10-2.3.1.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引色诺芬的实例,论述了克制的用词、借否定相反事物进行批评、苏格拉底式的探求与反讽、并列句式以及同义表达的并置等手法如何在朴实文体中营造品格(ethos)并避免流于鄙俗。
ἦθος δὲ πάλιν μετὰ γλυκύτητος ἐποίησεν εἰπὼν ἐν τοῖς Ἀπομνημονεύμασι, καὶ μὴ νομίζοι τὸ μέγιστον κέρδος ἔχειν φίλον ἀγαθὸν κτησάμενος ἦθος γλυκὺ ἐποίησεν ἀπὸ τοῦ ἐλάττονος ὀνομάσας τὸ πρᾶγμα. ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι αἱ τῶν φίλων οὐσίαι ἐκείνου πᾶσαι γίγνονται καὶ αἱ βοήθειαι αἱ ἐν τῷ βίῳ, ὁ δὲ ἑνὶ τούτῳ ὀνόματι, ὃ καὶ γλυκύτητα ἐμφαίνει καὶ ἦθος, φίλον φησὶν ἀγαθὸν κτησάμενος.
再者,他在《回忆录》中通过说道“并且不认为获得一位良友乃是拥有了最大的利益”而营造出伴随着甜美感的品格。他借由使用较为克制的语词指称该事物,从而营造出了甜美的品格。因为他没有说“朋友的所有财产以及生活中的一切扶助皆归其所有”,而是用这一兼具甜美与品格的单一措辞说道:“获得一位良友”。
καὶ τὸ τὰς ἐπιτιμήσεις κατὰ τὴν τοῦ ἐναντίου ἀναίρεσιν ποιεῖσθαι ἦθος ποιεῖ, οἷον ἀκολούθου ὄντος εἰπεῖν1 τῷ [ἐπεμελεῖτο] οὐκ ἠμέλει καὶ τούς τε ἀμελοῦντας ἐμέμφετο ὁ δέ φησιν οὐκ ἐπῄνει, ἀλλὰ μὴν καὶ τοῦ σώματος αὐτός τε οὐκ ἠμέλει τούς τε ἀμελοῦντας οὐκ ἐπῄνει.
此外,通过否定相反之物来进行责备亦能营造品格。例如,在“予以关注”之后,接续说“未尝忽视,且责备那些忽视之人”本是顺理成章的,他却说“并不称赞”:“而且,他自身既不忽视身体,亦不称赞那些忽视身体之人”。
ἦθος δὲ ἀγαθὸν καὶ Σωκρατικὸν τὸ μὴ ἀπὸ τῶν ἀναγκαίων ἐπὶ τὰ ἀναγκαῖα ἄγειν, οἷον αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων διελέγετο, σκοπῶν τί εὐσεβές, τί ἀσεβές, εἶτα ἀπὸ τῶν οὐδετέρων ἐπὶ τὰ ὀνοματικά, τί σωφροσύνη, τί μανία, τί ἀνδρεία, τί δειλία, τί πόλις, τί πολιτικός. ἐν δὲ τῷ αὐτῷ καὶ κάλλος ἐποίησε τῷ ἀποκόψαι καθʼ ἕκαστον πρᾶγμα.2
不从必然之物推向必然之物,亦属于良善且具苏格拉底风格的品格,例如:“他自身谈论人事,考察何为虔敬,何为不敬”,随后从中性词转向名词性概念:“何为节制,何为癫狂,何为勇敢,何为怯懦,何为城邦,何为政治家”。且在同一处,他通过在每一项事物上予以截断,亦营造出了优美。
ἤθη δὲ καὶ εἰρωνεῖαι ἐργάζονται, οἷον ὁπόσα Σωκράτην προσδιαλεγόμενον πεποίηκε καὶ ἀναδιδάσκοντα τοὺς νέους, ὥσπερ αὐτὸν οὐκ εἰδότα, ἀλλʼ ἀναζητοῦντα μᾶλλον.
反讽亦能营造品格,例如凡是他描写苏格拉底与青年交谈并对其施教之处,皆仿佛自身一无所知,反倒是在探求一般。
ἔνια δὲ ὀνόματα καὶ χωρὶς τῶν πραγμάτων ἦθος ἐργάζεται ἐν τοῖς λόγοις, οἷον εἰς καλόν γε ὑμῖν συντετύχηκα. ἐνταῦθα οὐκ ἄλλο τι εἰργάσατο ἦθος ἢ ἡ λέξις, εἰς καλόν γε ὑμῖν συντετύχηκα.
有些措辞甚至脱离实际事物,亦能在言辞中营造品格,例如:“我正巧在合适的时候碰见你们了”。在此处,除了这句措辞“我正巧在合适的时候碰见你们了”之外,别无他物营造了品格。
καὶ τὰ συγκριτικὰ δὲ σχήματα πάνυ μέν ἐστι τῆς ἀφελείας καὶ τοῦ συγγραφικοῦ λόγου μᾶλλόν ἐστιν, ἦθος δὲ καὶ αὐτὰ παρέχεται, οἷον μᾶλλον τοῖσδε, ὡς εἰ στρατηγοῖς καὶ ἱππάρχοις καὶ σπουδάρχαις. εἰ δὲ σὺ τὸ ἐναντίον συλλαβὼν ἔλεγες, ὡσεὶ ὅσοι μὲν τοὺς τοιούτους εἶναι λέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν, Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν.
比较性的修辞格既极属于朴实文体,亦更属于记事体散文,且它们自身亦提供品格,例如:“更多地向这些人,宛如向将军、骑兵长官以及谋求官职者那样”。但如果你反过来综合而言:“凡被称作此类人物之人,无论他们见谁在官职、荣誉及此等权势上超越众人,在我看来皆非行事正当”,这种风格便显得更属于克里提阿斯,而非属于古代智者中的某一位。
λέγω οὖν ὅτι καὶ λέξει ἀνεμφάτῳ χρῆται ὁ ἀφελὴς ἀνὴρ καὶ σχήματι καὶ ῥυθμῷ, ὥσπερ ἔχει καὶ ἐνταῦθα, ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἄμφω παρεῖναι· οὐ γάρ ἐστιν ὁ ῥυθμὸς ὥσπερ ἂν πολιτικοῦ ἀνδρὸς γένοιτο, συνειλκυσμένος καὶ συνειληφὼς τὰ νοήματα. τὰ δὲ ὀρθοῦντα νοήματα δριμύτητα ἔχει ἀντὶ τοῦ πλαγιάζειν· τὸ μὲν γὰρ πλαγιάσαι ἦν, ἀσθενῶν δὲ Δαρεῖος.3 κινδυνεύει δὲ ἐγγυτάτω εὐτελείας προσιέναι ἡ ἀφέλεια διὰ τὸ πλείστοις ὀνόμασιν ἀνεμφάτως χρῆσθαι, ὡς καὶ ἐνταῦθα τὸ ἠσθένει ψιλὸν ἦν ὄνομα. διὰ τοῦτο αὐτῷ παρετέθη καὶ ἰσοδυναμοῦν, ἵνα ἐκφύγῃ τὴν εὐτέλειαν, ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου.
因此我说,朴实之人在遣词、修辞格与节奏上皆采用不加张扬的表达,正如在此处一样:“当大流士患病并预感到生命将尽时,他希望两个儿子都陪伴在自己身边”。盖因其节奏并不像政治演说家那样紧凑且聚拢意念。将意念直截陈述(采用并列)而非使其倾斜(采用从属或分词),具有一种锐利感;因为使其倾斜本会是说“大流士患病时(以分词表达)”。然而,朴实文体因极其平淡地使用多数词语,濒于落入鄙俗的危险;正如在此处,“患病”本是一个单薄的词。正因如此,为了摆脱鄙俗,才为其并置了等同含义的表达:“当大流士患病并预感到生命将尽时”。
- 2.3.1.11ἀκολούθου ὄντος εἰπεῖν
由中性非人称形容词构成的属格独立结构(ἀκολούθου ὄντος),后接不定式 εἰπεῖν 作为其逻辑主语或补足成分,意为“接续说……本是顺理成章的”。
- 2.3.1.12τῷ ἀποκόψαι καθʼ ἕκαστον πρᾶγμα
带冠词不定式(与格)τῷ ἀποκόψαι 在句中充当方式或手段与格,依附于主要动词 ἐποίησε,意为“通过在每一项事物上予以截断”。
- 2.3.1.16τὰ δὲ ὀρθοῦντα νοήματα δριμύτητα ἔχει ἀντὶ τοῦ πλαγιάζειν· τὸ μὲν γὰρ πλαγιάσαι ἦν, ἀσθενῶν δὲ Δαρεῖος
修辞句法术语的对比:ὀρθοῦντα νοήματα(直截的意念,指使用限定动词的并列句式)与 πλαγιάζειν(使之倾斜,指使用分词或从属结构的从属句式)相对立。随后的 τὸ μὲν γὰρ πλαγιάσαι ἦν, ἀσθενῶν δὲ Δαρεῖος 则举例说明了使用分词 ἀσθενῶν 的从属表达方式。
