- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.3.1.6-2.3.1.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出品格(情致)不仅产生于立意的质朴,亦可通过切合情感的严厉或温情言辞得以体现,并进一步论述了朴实文体中不直接袒露自身见解、而借由观念与事实本身发声(如留白、隐抑与缓叙法)的修辞功效。
ἔστι δὲ οὐ μόνον τὸ εἶδος τοῦ ἦθος δοκεῖν παρέχεσθαι ἐν τῷ λόγῳ τῷ κατὰ τὴν ἁπλότητα τῆς διανοίας, ἀλλὰ καὶ κατὰ τὸ ἐναντίον τούτου,1 οἷον σκληρότερον καὶ ἀπηνῆ περιθεῖναι λόγον, ὅταν τοιοῦτόν τι ὑποτεθῇ, καὶ πάλιν αὖ εἰ ἐρῶντί τινι οἰκείους λόγους περιθείη, καὶ πᾶσιν ὁμοίως πρὸς τὰ πάθη ἀφορῶντα, ὃν τρόπον καὶ ἐν τῇ Παιδείᾳ ἐκ τῶν περιστάντων πάθη εἰργάσατο, ὁπόσα περί τε Ἀβραδάτου καὶ τῆς ἐκείνου γυναικὸς εἴρηται· ἡ δὲ πᾶσα ἀρετὴ τὸ διαφυλάξαι καὶ τηρῆσαι τὰ ἰδιώματα ἑκάστου, ὥσπερ ἦν. οὕτω πεποίηκε τὸν Κυαξάρην διὰ παντὸς ὀργίλον καὶ ἵνα ἄλλον ἔχοντά τι ἐν τῇ ψυχῇ ἰδίωμα· ταῦτα γὰρ ἤθη μεγάλα ἐργάζεται ἐν τῷ λόγῳ· φυλάξαις δʼ ἄν, ἐὰν ἐπακολουθήσῃς τῇ προτέρᾳ διανοίᾳ καὶ τῇ προαιρέσει τοῦ λόγου, τί σοι βούλεται σκοπῶν καὶ πρὸς τὸ ἰδίωμα ἀφορῶν περὶ οὗ ἂν λέγῃς.
然而,在言辞中显得赋予品格的种类,不仅属于依照思想朴实的那一类,亦属于与其相反的那一类——例如,每当假定此类情境时,便赋予其更为严厉和冷酷的言辞;又如,若为恋爱中的人赋予贴切的言辞,并在所有情形中同样着眼于情感,正如他在《居鲁士的教育》中根据周围情势营造情感的方式一样,凡是关于阿布拉达塔斯及其妻子的记述皆是如此;而全部的卓越之处就在于如实地保全并持守每个人的特质。他正是如此使得基亚克萨雷斯始终是易怒的,并使另一个人在灵魂中具有某种特质;盖因这些做法在言辞中营造出宏大的品格。如果你遵循言辞先前的立意与志向,审视它对你所图为何,并着眼于你所谈论之人的特质,你便能持守这些。
τὰ δὲ ἤθη ἐν ταῖς ἀφελείαις τόνον λαμβάνει καὶ σεμνότητα, ὅταν τις ἐμφανίζων τὴν ἑαυτοῦ γνώμην ἐπὶ μόνης τῆς ἐννοίας τὸ ἦθος καταλείπῃ, οἷον εἰ ἔλεγες σὺ ἐνσημαινόμενος, ἔδοσαν δὲ οἱ θεοὶ καὶ ἐτίμησαν Χείρωνα, ὥσπερ χρή, δίκαιόν τε τὰ τοῦ καλοῦ πεποιημένον ἀγασθέντες αὐτοῦ, ὅτι δίκαιός τε ἦν καὶ τὴν ἄλλην ἀρετὴν ἐπετήδευεν· ἐν γὰρ τούτοις ἐμφανίζεις τὴν σεαυτοῦ γνώμην πῶς ἔχεις περὶ τοὺς τοιούτους ἄνδρας· τῷ δὲ Ξενοφῶντι ἐξήρκεσε μόνον ἐπὶ τῆς ἐννοίας ἀποσιωπῆσαι, Χείρωνα δὲ διὰ δικαιότητα καὶ τὰ ἑξῆς.
而在朴实文体中,当有人在阐明自身见解时仅将品格留给概念本身,品格便获得了力量与威严;例如,倘若你刻意点明而言道:“众神正如理所应当的那样,赐予喀戎并尊崇他,钦佩他成就了高尚之事,因为他是正义的且践行其余的美德。”盖因在这些话中,你表明了自己对于此类人物持有何种见解;但对色诺芬而言,仅仅在概念处保持沉默便足够了:“喀戎因其正义”等等。
ἔστι δὲ τῆς ἰδιότητος τοῦ ἀνδρὸς καὶ πάντων τῶν ἀφελῶν παρέχεσθαι, ὡς ἔνι μάλιστα, καὶ χρηστὸν τὸ ἦθος, μὴ μέντοι ἐνσημαίνεσθαι τοῦτο αὐτὸ καθʼ αὑτό. σκόπει δὲ ἐντεῦθεν τὸ ἦθος τῆς ἀφελείας, εἰ οὐ δοκεῖ σοι χρηστοῦ ἀνδρὸς εἶναι τὸ μέλλοντα τελευτᾶν βούλεσθαι τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι·2 οὕτω δέ τι χρηστὸς ἦν ὁ Δαρεῖος καὶ φιλόστοργος, ὥστʼ ἐβούλετο τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι. ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἀμφοτέρω παρεῖναι· τοῦτο χρηστοῦ ἤθους ἐστί· πατρικὴν γάρ σοι διάθεσιν ἐνεδείξατο, καὶ ἔστι τῆς γνώμης ἡ ἀρετή, καὶ τὸ ἦθος ἀφελοῦς ἀνδρός, οἷον ἂν χρηστὸν γένοιτο. ἦθος δὲ χρηστὸν ἐποίησε καὶ ἐν τῷ Συμποσίῳ ἐπὶ τῆς τὰ θαυμαστὰ ἐπιδεικνυμένης εἰπών, ὥστε οἱ μὲν θεώμενοι ἐφοβοῦντο. χρηστὸν οὖν κἀνταῦθα τὸ ἦθος ἐφάνη τὸ τοὺς θεωμένους φοβεῖσθαι ἐπὶ τῷ παραδόξῳ τοῦ θεάματος.
尽可能提供一种良善的品格,同时又绝不直接点明此事本身,这属于该作家及所有朴实作家之特质。请从此处考察朴实文体的品格:一个将死之人希望两个儿子都陪伴在自己身边,难道在你看来不属于良善之人吗?大流士正是如此善良且充满慈爱,以至于他希望两个儿子都陪伴在自己身边:“当大流士患病并预感到生命将尽时,他希望两个儿子都陪伴在自己身边。”这便属于良善的品格;盖因他向你展现了父爱之情,此处有见识的卓越,以及朴实之人所具有的那种良善品格。他在《会饮篇》中描写展示杂技特技的女艺人时,亦通过说道“以致观众们感到害怕”而营造了良善的品格。因此,此处观众因杂技演出的离奇而感到害怕,亦显现为一种良善的品格。
ἦθος ἄλλο πάλιν ἀφανὲς καὶ κεκρυμμένον, ὥσπερ ἐν τοῖς ἀφελέσι λόγοις προσήκει, ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον. τί γὰρ δεῖ ἐξαγορεύειν καὶ λέγειν, λαβὼν Τισσαφέρνην τὸν μάλιστα ἐπιβουλεύοντʼ αὐτῷ ὡς φίλον; τὸ δὲ ἀποκρυψάμενον ἐφʼ ἑαυτοῦ ἐᾶσαι τοῦτο ἔχει τὸ ἦθος.3 καὶ μάλιστά γε τούτῳ πρόσεχε, ὅτι οὐκ ἐπισημαίνονται οἱ ἀφελεῖς ἄνδρες τὰς δυνάμεις, ἀλλʼ αὐτὰς ἐφʼ ἑαυτῶν ἀξιοῦσι δείκνυσθαι, ἐκτὸς εἰ μὴ καιρὸς εὔθετός που φανείη, ὡς καὶ ἐν τῷ Κυνηγετικῷ, ἐγὼ μὲν οὖν παραινῶ τοῖς νέοις μὴ καταφρονεῖν κυνηγεσίων. καιρὸν ἔσχεν ἐνταῦθα καὶ ἦθος θαυμαστὸν μετὰ τὰς ἐκβάσεις τηλικαύτας οὔσας καὶ ὑποθετικῶς ἐκ τοῦ οἰκείου προσώπου χρῆσθαι, ἐγὼ μὲν οὖν παραινῶ. ὅταν δὲ τὸ ἐναντίον τοῦ σημαντικοῦ εἴπῃς καὶ ἀνιῇς τῆς ἐπιστάσεως, ἦθος ἐργάζῃ· οὐ γὰρ λέγεις, ἔχεσθαι κυνηγεσίων καὶ σπουδάζειν περὶ κυνηγέσια, ἀλλὰ τὸ ἐναντίον μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας. τοῦτο δὲ οὐκ ἐᾷ εὐτελῆ γενέσθαι τὸν λόγον, ὅταν ἔνδοξον μὴ πάνυ δοκοῦντι ἐνδόξῳ παραθῇς, μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας. μεῖζον οὖν μικροτέρῳ συμπλέξαι καὶ κατʼ εἶδος λεχθέντι ἀναμῖξαί τι ἐν γένει ἀνδρός ἐστιν ἐπιστήμονος· ἐκ τούτων γὰρ γίνονται τὰ εἰς τὸν πόλεμον ἀγαθοὶ καὶ εἰς τὰ ἄλλα· τόδε οὖν χρὴ ποιεῖν διὰ τόδε. ἡ μὲν οὖν αἰτιολογία κοινὴ καὶ πολιτικῶν καὶ ἀφελῶν, τὰ δὲ σχήματα διάφορα τὸ μὴ συμπλέξαντα εἰπεῖν, οὐ μόνον εἰς τὸν πόλεμον, ἀλλὰ καὶ εἰς τὰ ἄλλα.
又有另一种不显眼且隐藏的品格,正适合于朴实的言辞:“于是居鲁士带着梯萨斐尼,视其为友,动身上行。”盖因何须直言宣布说“带着视其为友而实际上对他最怀异心图谋的梯萨斐尼”呢?隐去此事并任其自然显露,便具有这种品格。且请特别注意这一点:朴实之人并不直接标明修辞效力,而是主张让其自身显现出来,除非在某处出现了适宜的时机,正如在《论狩猎》中那样:“因此我劝告年轻人们不要轻视狩猎。”在如此重大的结果之后,他在此处获得了时机与令人惊叹的品格,以自身的第一人称进行戒律式的表述:“因此我劝告”。当你道出直接肯定表达的反面并放松紧张度时,你便营造出品格;盖因你并未言及“执着于狩猎且热衷于狩猎”,而是反其道而言“不要轻视狩猎,亦不要轻视其余的教育”。而当你将显赫之事与看似不甚显赫之事并置时——“不要轻视狩猎,亦不要轻视其余的教育”——这便不容言辞变得鄙俗。因此,将更重大之事与较小之事交织在一起,并将属类的普遍之物混入具体种类的陈述中,乃是通晓修辞者之所为:“盖因借由这些,他们在战争事务及其他事务上皆成为优秀之人”;因此,因这般缘故须行这般事。因而,说明原委对于政治性文体与朴实文体而言皆是共通的,但其修辞格却有所不同,即并不将其交织起来说:“不仅对于战争,而且对于其他事务”。
- 2.3.1.6ἔστι δὲ οὐ μόνον τὸ εἶδος τοῦ ἦθος δοκεῖν παρέχεσθαι ἐν τῷ λόγῳ τῷ κατὰ τὴν ἁπλότητα τῆς διανοίας, ἀλλὰ καὶ κατὰ τὸ ἐναντίον τούτου
主语为“τὸ εἶδος τοῦ ἦθος δοκεῖν παρέχεσθαι ἐν τῷ λόγῳ”(在言辞中显得赋予品格的种类),其中中性属格冠词 τοῦ 引领不定式短语 ἦθος δοκεῖν παρέχεσθαι,修饰 τὸ εἶδος。后半句“ἀλλὰ καὶ κατὰ τὸ ἐναντίον τούτου”省略并承前补充了谓语动词 ἔστι 及其相关意义,构成对比并列。
- 2.3.1.8τὸ μέλλοντα τελευτᾶν βούλεσθαι τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι
由定冠词 τό 引领的整个不定式短语“μέλλοντα τελευτᾶν βούλεσθαι...”作不定式 εἶναι 的主语(由 δοκεῖ 管辖)。宾格分词 μέλλοντα 作为不定式 βούλεσθαι 的逻辑主语(宾格),其后进一步嵌套了作 βούλεσθαι 宾语的宾格加不定式结构“τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι”。
- 2.3.1.9τὸ δὲ ἀποκρυψάμενον ἐφʼ ἑαυτοῦ ἐᾶσαι τοῦτο ἔχει τὸ ἦθος
主语是由中性定冠词 τό 引领的不定式短语“ἀποκρυψάμενον ἐφʼ ἑαυτοῦ ἐᾶσαι”(隐去之后任其自然)。阳性单数宾格分词 ἀποκρυψάμενον 与不定式 ἐᾶσαι 的暗含逻辑主语(指代说话者/作者的泛指宾格)一致。指示词 τοῦτο 则复指该不定式短语,充当主句动词 ἔχει(宾语为 τὸ ἦθος)的句法主语。
