- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.3.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述色诺芬如何在《会饮篇》《回忆录》与《居鲁士的教育》中,通过把握人物特质与具体情境,并借助戏剧化的人物设定而非直接说教来营造朴实的品格(情致)。
τὰ δὲ ἤθη ὁ Ξενοφῶν ἐργάζεται πρῶτον μὲν πρὸς τὰ ἰδιώματα ἀφορῶν τῶν προσώπων περὶ ὧν ἂν ποιούμενος τοὺς λόγους τυγχάνῃ, ἔπειτα τοὺς καιροὺς ὁρῶν καὶ πρὸς τούτοις τὰς περιστάσεις καὶ τὰ συμβεβηκότα καὶ τὰ παρόντα αὐτοῖς καὶ τὰ παρακολουθοῦντα, ἐξ ὧν συλλογιζόμενος ἤθη εὑρίσκει ἐργάζεσθαι ἐν τοῖς λόγοις καὶ νὴ Δία γε καὶ πάθη. ἵνα δὲ ἀπʼ αὐτῶν τῶν βιβλίων ἄρξηταί τις, ἐν τῷ Συμποσίῳ πᾶσα μὲν ἀρετή ἐστι, ὁ δὲ λόγος καὶ ἡ ἁπλότης τῆς διανοίας ἐστὶ τῶν λεγομένων, ὃ οὕτω τις ἂν ἦθος εἴποι· καὶ σχεδὸν ὁ λόγος ἅπας οὕτω προῆκται. πόθεν οὖν τοῦτο ὑπῆρξεν αὐτῷ; τῷ ἰδεῖν τὸν καιρὸν καὶ τὸ πρᾶγμα ὁποῖον1 καὶ τὰ παρακολουθοῦντα φύσει, οἷον ὁποῖον μέν τι τὸ συμπόσιόν ἐστι καὶ τίνα ἐν συμποσίῳ λέγεσθαί τε καὶ γίνεσθαι συμβαίνει. πρὸς ἃ προορῶν ἀπειργάσατο τὸν λόγον, οἷον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου, ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς. ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιὰς πραττόμενα τῶν μεγάλων τε καὶ ἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι, καὶ ἔστι τὸ θεώρημα τοῦ ἀφελοῦς, ὅτι μὴ ἐκ παντὸς τρόπου δεῖ διώκειν τὰ ἔνδοξα καὶ τὰ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα. πάλιν ἐν τοῖς Ἀπομνημονεύμασι τὸ ἰδίωμα καταμαθὼν τῆς Σωκράτους προαιρέσεως, πρὸς τοῦτο ἀπιδὼν προσαγήοχε τὸν λόγον· ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως τὸ Σωκράτην τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι,2 ὅμως οὗτος ὡς ἀφελὴς ἀνὴρ ἦθος κἀνταῦθα ἐνεδείξατο, πολλάκις φησὶν ἐθαύμασα, οὐχὶ δὲ εἶπεν, ἐφʼ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφʼ ᾧ ἄξιον ἐπιτιμῆσαι. δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τόπῳ ἐνέφηνε τὸ μέγεθος τοῦ πράγματος· τὸ γὰρ ἐθαύμασα καὶ τὸ πολλάκις οὐ μικρῶν ἐστιν ἔμφασις. πάλιν ἐν τῇ Παιδείᾳ ὅρα πῶς μετεχειρίσατο εἰπών, ἔννοιά ποθʼ ἡμῖν ἐγένετο. τὸ μὲν οὖν νόημά ἐστιν ὃν τρόπον Κῦρος παῖς ὢν ἐτρέφετο καὶ τίνος παιδείας μετέσχεν, καὶ τίνα ἔργα ἔπραξε, καὶ ὡς εὐδαιμονέστατος ἀνθρώπων ἐγένετο, τοῦτο δὲ ἄλλο τι βούλεται τῷ ἀνδρί· οὐ γὰρ Κῦρον ἐγκωμιάσαι προῄρηται οὐδὲ μέλει αὐτῷ ὃν τρόπον ἐπαιδεύθη ὁ Κῦρος ἢ ἐτράφη, ἀλλʼ ἐπειδὴ ἐν ἤθει προάγει τὸν λόγον, ὑπογραφῇ κέχρηται ὁποῖόν τινα δεῖ εἶναι τὸν ἀγαθὸν ἄνδρα καὶ τίνι τροφῇ καὶ τίνι παιδείᾳ χρῆσθαι, καὶ ὁποῖον μὲν δεῖ εἶναι ἔτι ἐν παιδίοις ὄντα, ὁποῖον δὲ ἐπειδὰν μειράκιόν τις γένηται, τίνα δὲ ἔργα καὶ ἐπιτηδεύματα προσήκοντα τῷ καλῷ τε καὶ ἀγαθῷ ἀνδρί, ὁ δὲ Κῦρος ἄλλως ὄνομά ἐστιν αὐτῷ. τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς Ἀπομνημονεύμασι μετακεχείρισται τοὺς τοιούτους τῶν λόγων· ἐκεῖ γὰρ αὐτῷ καὶ περὶ πλειόνων εἴρηται ὃν τρόπον δεῖ τῇ πατρίδι τῇ ἑαυτοῦ προσφέρεσθαι καὶ τοῖς φίλοις καὶ ἐν τοῖς οἰκείοις πᾶσιν· οὐ μέντοι εἴρηταί γε ὑποθετικῶς,3 οἷον οὕτω χρὴ τοῦτον τὸν τρόπον τοῖς φίλοις προσφέρεσθαι, οὐδὲ χρὴ τοῦτον τὸν τρόπον τοῖς ἀδελφοῖς· οὐδὲ χρὴ πρότερον ἐπίδειξιν εἶναι πολιτείας, πρὶν ἂν ἀνήρ τις γένηται σοφός τε καὶ ἐπιστήμων πραγμάτων, ἀλλʼ ὑποθεὶς ἕτερα πρόσωπα διδάσκει σε ὃν τρόπον χρὴ τὰ τοιαῦτα ποιεῖν, ὁποῖον καὶ Χαιρεφῶντα λέγει διαφερόμενον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, εἰπέ μοι, ἔφη, σὺ μόνος οὐ γινώσκεις ὅτι οὕτω χρὴ τοῖς ἀδελφοῖς προσφέρεσθαι, ἀλλὰ πρόσωπον ἕτερον ὑπέβαλλεν.4 ὅταν οὖν θέλῃς ἐν ἤθει λόγον προαγαγεῖν, οὐχ ὑποθετικῶς εἰσάγεις, τάδε χρὴ ποιεῖν ἢ τάδε, ἀλλὰ πρόσωπον ἕτερον ὑποθεὶς ἃ ἂν βούλῃ τινὰ ποιεῖν λέγεις, ὅτι ἐκεῖνος ἦν τοιοῦτος καὶ τάδε ἐποίει.
色诺芬在营造品格(情致)时,首先关注他所论述的人物之特质,其次观察时机,此外还考察各种情势、所发生的事变,以及临在于他们并随之而来的事物;通过从这些事物中进行推论,他找到了在言辞中营造品格乃至(指着宙斯起誓)营造情感的方法。若从他的著作本身谈起:在《会饮篇》中虽有一切美德,但其言辞与立意的质朴却属于所言之事物,这正是人们可以称之为品格的东西;且几乎整部言辞皆是如此展开的。那么,他究竟是如何具有这种才能的?正是通过看清时机、事情本身的性质以及本性上随之而来的事物——诸如会饮究竟是何种性质之事,以及在会饮中通常会谈论和发生什么。他预先洞察到这些,从而构作了言辞,例如在言辞开端处便随即写道:“然而在我看来,高尚善良之士不仅庄重严谨之举值得铭记,其戏谑游戏时的作为亦然。”这一立意切中品格,即伟大良善之士在戏谑游戏中的作为亦当予以接纳;这也是朴实文体的一项准则,即人们不应千方百计地一味追求显赫与宏大之事,亦当顾及那些看似微不足道与卑微之事。再次,在《回忆录》中,他领会了苏格拉底生活志向的特质,着眼于此而引入了言辞:盖因尽管其题材本是值得愤怒与谴责的——即苏格拉底这样一位极有价值之人竟被判罪——然而他作为一位朴实之人,在此处亦展现了品格,他说:“我常常感到惊异”,而未曾言及令人愤怒或值得谴责之事。然而亦须看到这一点:他是如何在因朴实而采用谦抑克制之词的同时,依然在恰当之处展现了事态的宏大;盖因“感到惊异”与“常常”二词正是对非同小可之事的强调。再次,在《居鲁士的教育》中,请看他是如何通过这样的话来处理的:“我们心中曾产生过一个念头”。其立意本身固然是关于居鲁士在童年时如何被抚育、接受了何种教育、建立了何种功业,以及他如何成为人类中最幸福之人;但这对于作者而言却另有所图。盖因他并非决意要赞颂居鲁士,亦不真正关心居鲁士是如何受教育或被抚育的;而是因为他在以品格推展言辞,故而采用了一种概略素描,描绘善士应当是何等样人,当采用何种抚育与教育,在尚为孩童时应当如何,一旦成为青年后又当如何,以及何种功业与操练适合于高尚善良之士;而居鲁士对他而言不过是一个名字罢了。他以同样的方式在《回忆录》中处理了此类言辞;盖因在彼处,他亦就应当如何对待自己的祖国、对待朋友以及在所有亲族中如何行事等诸多方面进行了论述。然而,这绝非以戒律说教(指令性)的方式道出,例如“必须以这种方式对待朋友”,或“必须以这种方式对待兄弟”,亦非“在一个人成为智者且通晓政事之前,不应展示政略”;而是通过设定其他人物,来教导你应当如何行此类事——正如他谈及凯勒丰与其兄弟发生争执时,“告诉我,”他说,“难道唯独你不知道应当如此对待兄弟吗?”,而是假托了另一人物。因此,每当你想要以品格推展言辞时,不要以戒律说教的方式引入“应当做这或应当做那”,而是设定另一人物,就你希望某人所为之事言道:“那个人正是如此,且曾做过这些事”。
- 2.3.1.5τῷ ἰδεῖν τὸν καιρὸν καὶ τὸ πρᾶγμα ὁποῖον
带冠词不定式与格(τῷ ἰδεῖν)表示手段或原因,直接回应前文的问句“πόθεν οὖν τοῦτο ὑπῆρξεν αὐτῷ;”(这因何归于他?)。ἰδεῖν 的宾语为并列结构:τὸν καιρόν 以及带有先取句式(prolepsis)的间接疑问句 τὸ πρᾶγμα ὁποῖον(事情究竟为何性质)。
- 2.3.1.5ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως τὸ Σωκράτην τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι
ὄντος τοῦ ὑποκειμένου 构成独立属格结构(“其题材/底层事实本是……”)。句末的带冠词宾格不定式短语 τὸ ... κατακεκρίσθαι(即苏格拉底被判罪一事)作为同位语修饰 τοῦ ὑποκειμένου,具体说明该题材的内容。
- 2.3.1.5οὐ μέντοι εἴρηταί γε ὑποθετικῶς
副词 ὑποθετικῶς 在此并非指“假定性地”,而是依据后文的“οὕτω χρὴ ...”(应当如此行事……)以及与之对照的“ὑποθεὶς ἕτερα πρόσωπα”(设定其他人格/角色)可知,是指“以教条/直接训诫(指令性)的方式”。
- 2.3.1.5ὁποῖον καὶ Χαιρεφῶντα λέγει διαφερόμενον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, εἰπέ μοι, ἔφη, σὺ μόνος οὐ γινώσκεις ὅτι οὕτω χρὴ τοῖς ἀδελφοῖς προσφέρεσθαι, ἀλλὰ πρόσωπον ἕτερον ὑπέβαλλεν
此处出现句法破格(anacoluthon)。ὁποῖον 作状语性宾格引出例证(“正如……”)。λέγει 以宾格加分词结构 Χαιρεφῶντα διαφερόμενον 为宾语,中间插入了引语(εἰπέ μοι, ἔφη...),句末则转换为一个独立的并列主句“ἀλλὰ πρόσωπον ἕτερον ὑπέβαλλεν”。
