← 阿里斯·台德斯

修辞学

§2.3.1.1-2.3.1.4

朴实言论的多样性与无巧饰之品格显现

作者指出朴实的言论亦须具备庄重与品格等多样情致,并通过色诺芬的实例阐明,摒除机巧修饰而直陈事实能使品格在听众心中自然显现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1.1

δεῖ δὲ ποικίλον εἶναι καὶ τὸν ἀφελῆ λόγον, μάλιστα ἐν τῷ τοιούτῳ εἴδει, καὶ ὅπου μὲν σεμνότητα ἐργάσασθαι, ὅπου δὲ καὶ περιβολήν, ὅπου δὲ ἀξίωμα, ὅπου δὲ καὶ ἦθος ἐνδείξασθαι καὶ χάριν, ὅπου δὲ καὶ γέλωτα, εἰ οἷόν τε, ὥσπερ ἔχει κἀνταῦθα, φίλιππός τε ὁ γελωτοποιὸς κρούσας τὴν θύραν. τὸ μὲν γὰρ ἦθος χάριεν πάνυ, ὅπερ ἐστὶν ἀφελοῦς λόγου· τὸ γὰρ ἀφαιρεῖν τὰς ἐπιβολὰς καὶ αὐτοῖς χρῆσθαι τοῖς ὀνόμασι καὶ ἀκολουθεῖν τῶν πραγμάτων τῇ φύσει καὶ μὴ δεδιέναι τὴν σμικρότητα αὐτῶν καὶ ταπεινότητα ἁπλῆς ψυχῆς καὶ γενναίας,1 ὅθεν καὶ λόγων τέχναι εὑρέθησαν, ἐξ ὧν ἐδυνήθη μέγεθος προσλαβεῖν καὶ τὰ μὴ ἔχοντα ἐν αὑτοῖς φύσει μεγέθη, καὶ ποτὲ μὲν τοιαῦτα εἶναι τὰ ἐν αὐτοῖς ἐμφαινόμενα, τὰ δὲ καὶ ψεῦδός τι ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, ὅτι σὺ μὲν Πρωταγόρᾳ πολὺ ἀργύριον δέδωκας ἐπὶ σοφίᾳ· τοῦτο γὰρ βραχεῖαν μὲν ἐμφαίνει χάριτα, ἅμα δὲ καὶ κακοήθειαν ἔχει τινά.

朴实的言论亦应当丰富多变,尤在此类体裁中,须在某些地方营造庄重,在某些地方营造铺陈,在某些地方营造尊严,在某些地方显露品格(情致)与优美,在某些地方若有可能亦当引发笑声,正如在此处亦是如此:“逗乐的小丑菲利普敲门”。盖因此种品格极为优美,而这正属朴实话语之特性。盖因屏除机巧构思、运用名相本身、顺从诸事实之本性、不惧其微小与卑俗,乃是纯朴与崇高灵魂的体现;言辞技巧正是由此被发明出来,借助这些技巧,即便自身本性不具宏大之物亦得以增添宏大;且显露于其中的事物时而为真,时而亦显出某种虚伪(反讽),正如这句亦是如此:“你总是嘲讽我们,因为你曾为了智慧付给普罗泰戈拉大笔钱财”。盖因这既显出微弱的优美,同时又带有某种刻薄(恶意)。

§2.3.1.2

καὶ τὰ μέν τινα τοιαῦτά ἐστιν ἐννοήματα, ὥστε μηδὲν αὐτοῖς προσυπακούεσθαι, τὰ δέ τινα τοιαῦτα, ὥστε ἦθος ἔχειν καὶ τὸ ἦθος οὐχ ἓν οὐδὲ ἁπλοῦν, ἀλλὰ διάφορον, τὸ μὲν χάριεν ἦθος, τὸ δέ τι ἀγαθὸν ἦθος, τὸ δὲ γλυκύτητα ἐμφαῖνον, τὸ δὲ χρηστότητα, τὸ δέ τι τοιοῦτόν ἐστιν ἦθος, ὥστε αὐτόθεν πολλὴν σεμνότητα ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο· σεμνῶς μὲν οὖν πάνυ καὶ τῇ ἐννοίᾳ ποιῆσαι τὸ μειράκιον παρὰ τὸν πατέρα καθίσαι. σεμνὰ γὰρ τὰ τοιαῦτα ἐννοήματά ἐστι, μάλιστα δὲ τὸ ἦθος διεφύλαξεν αὐτῷ τὸ μὴ ἐπεξεργασίᾳ χρήσασθαι τῇ παρʼ αὐτοῦ, οἷον εἰ ἔλεγεν, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο, ὥσπερ ἐχρῆν υἱὸν ὄντα μετὰ πατρός, τὸ δὲ τοιοῦτον πολιτικόν. ἀφῆκεν οὖν ἐμφαίνεσθαι τὸ ἦθος καὶ τὴν σεμνότητα.

思想中的某些部分是如此这般,以至无须在其中附带理解言外之意;而另一些部分则是如此这般,以至带有品格,且此种品格非为单一亦非单纯,而是各不相同:有者品格优美,有者品格良善,有者显现甜美,有者显现质朴忠厚,亦有者是这样一种品格,以至从其自身便显现出极大的庄重,正如这句亦是如此:“于是奥托吕科斯在父亲身旁坐下”。令少年在父亲身旁坐下,在立意上亦极其庄重;盖因此类立意本就庄重,而尤为他保持其品格的,乃是他并未运用出自自身的机巧铺叙,譬如他若曾说:“于是奥托吕科斯在父亲身旁坐下,正如身为儿子与父亲在一起本该如此”——此类手法便属于政论性的。因此他听任品格与庄重自然显露。

§2.3.1.3

τὰ μὲν γάρ τινα, ὡς ἔφην, ὑποκαθήμενον καὶ ὑπονοούμενον ἔχει τὸ ἦθος, ὁποῖόν ἐστι τὸ προειρημένον ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, τὰ δέ τινα ἁπλᾶ ἐστι καὶ οὐδεμίαν κακοήθειαν ἐμφαίνει, ὡς ἔχει καὶ τοῦτο, οἱ μέν τινες χρισάμενοι, οἱ δὲ καὶ λουσάμενοι· τοῦτο γὰρ οὐδὲν πλέον ἐμφαίνει ἢ τὸ γενόμενον. ὅπου δʼ ἂν αἱ ὑπόνοιαι πονηραὶ ὦσι καὶ λυπῶσι τὸν λόγον, δεῖ τὸ παρὰ σοῦ εἰσαγόμενον ἐπανορθοῦσθαι τὸ ἄτοπον οὐχ ἁπλῶς, ἀλλὰ ταῖς παρὰ σοῦ προσθήκαις, οἷον εὐθὺς μὲν οὖν ἐννοήσας τις τὰ γινόμενα ἡγήσατʼ ἂν φύσει βασιλικόν τι τὸ κάλλος εἶναι, καὶ ἡ παρʼ αὐτοῦ προσθήκη, ἄλλως τε ἢν καὶ μετʼ αἰδοῦς καὶ σωφροσύνης, καθάπερ Αὐτόλυκος, κέκτηταί τις αὐτό· περὶ κάλλους γὰρ ὄντος τοῦ λόγου οὐκ ἄν τις ἀπόσχοιτο τὸ μὴ οὐ πρὸς κακοήθειαν τὰ τοιαῦτα προσδέχεσθαι.2

盖因正如我所说,某些内容具有潜伏且被隐匿意会的品格,正如前述的“你总是嘲讽我们”;而某些内容则是单纯的,不显露任何刻薄,正如这句亦是如此:“有些人涂了油,有些人亦洗了澡”;盖因这所显露的并不超出既发生之事。然而,凡言外之意不良且损及文辞之处,由你所引入的内容必须纠正其荒谬,不是单凭原本的形式,而是通过出自你的增补,诸如:“于是,凡立即思忖所发生之事者,皆会认为美在本性上乃是某种王者之质”,以及出自他(色诺芬)的增补:“尤其是若有人像奥托吕科斯那样,伴随羞怯与节制而拥有它”;盖因在论及美时,人们绝不会不以刻薄之心来接纳此类事物。

§2.3.1.4

πρῶτον οὖν τὸ ἦθος εἶναι δεῖ τοῦ ἀφελοῦς λόγου χρηστότητα ἐμφαῖνον· ἡ γὰρ χρηστότης γνώμης ἐστὶν ἀρετὴ καὶ ἀπὸ τῆς διανοίας καὶ γνώμης προαίρεσις καὶ τρόπων ἐπιείκεια. οὐ δεῖ δὲ οὐδὲν σημαίνεσθαι τὸ ἦθος αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἐν τοῖς ἀκούουσι καταλείπεσθαι, ἵνα ἀνεπιβούλευτον εἶναι δοκῇ· διὰ τοῦτο οὐδʼ ἐπισημαίνεσθαι χρὴ οὔτε τὰ δεινὰ ὡς δεινὰ οὔτε τὰ φοβερὰ ὡς φοβερά, ἀλλὰ ἐξαρκεῖ μοι μόνον εἰπεῖν, Τισσαφέρνης δὲ διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφόν· ἐξήρκεσε γὰρ αὐτῷ ἐκ τοῦ γένους ἐνδείξασθαι ὁποῖόν ἐστι διαβάλλειν ἀδελφὸν πρὸς ἀδελφόν· τὴν μέντοι ποιότητα καὶ τὴν διάθεσιν ἥτις αὐτοῦ καταλείπει σκοπεῖν·3 εἰ δὲ ἀγωνιστικῶς προῆγες αὐτό, τοῦτο ἂν εἶπες, οἷον πρᾶγμα δεινότατον πάντων καὶ ὠμότατον ἐνεβάλετο εἰς τὴν ψυχὴν Τισσαφέρνης· ἐὰν δὲ ἐξᾶραι θέλῃς καὶ θεῖναι καὶ αὐτὰ τὰ νοήματα, διʼ ἃ οὐκ ἔδει γενέσθαι τὴν διαβολήν, ἐποίσεις· οὔτε τοὺς θεοὺς αἰδεσθεὶς οὔτε τὴν δίκην οὔτε τὸ πρᾶγμα ὡς δεινότατον. ἃ γὰρ ἄν τις ἤθους ἔχεσθαι νομίσῃ παρὰ τοῖς τοὺς πολιτικοὺς λόγους μεταχειριζομένοις, ταῦτα καὶ ἐπὶ τούτοις ἦθος ἐμφαίνειν δύναιτʼ ἄν, ἔλαττον μέντοι· ἄλλον μὲν γὰρ παρʼ ἐκείνοις τρόπον ἐστὶ καὶ ἄλλο τι δηλοῖ, ἄλλον δὲ παρὰ τούτοις· ἐκεῖ μὲν γὰρ ὑπαινιττόμενόν τι ἢ ἕτερόν τι ὑποδεικνύντα, ἢ καὶ αὐτὸ τὸ ἐναντίον οὗ λέγεις ἔστιν ἐνδείξασθαι, ἐνταῦθα δὲ οὔ, ὡς ἂν ἀφελείας δεῖγμα καὶ ἁπλότης διανοίας. παραδείγματος δὲ ἕνεκα κείσθω παρʼ ἀμφοῖν· ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι; πάνυ τοίνυν προσῆκον ἂν εἴη τοιοῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς, καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν. Ξενοφῶντος δὲ ἦθος καὶ ἡ χεὶρ αὐτῷ ἐπηκολούθησεν, ὥστε σαφῶς τὴν τάξιν ἐξετάζοντες ἐφʼ ἑκατέρᾳ αὐτῶν εὕροιμεν ἂν τὸ ἦθος.

因此,朴实言论的品格首先必须显现质朴忠厚;盖因质朴忠厚乃是心智之德、源自思想与判断之抉择、以及行为之温和公正。品格本身绝不应直白显露,而应当留存于听众心中,以使之显得毫无机巧图谋。因此,既不可将可怕之事标明为可怕,亦不可将可惧之事标明为可惧,而只需由我言及:“提萨斐尼向其兄长诬告居鲁士”。盖因对他而言,单凭血缘亲族关系表明向兄弟诬告兄弟是怎样一回事,便已足够;然而将此事的性质以及属于他的心理倾向究竟为何,留待(听众)去审视。若你以论辩抗争的方式推展它,你本会这样说,诸如:“提萨斐尼在心中构想了凡事中最可怕、最残酷之举”;若你想要加以拔高并提出本不该发生诬告的思想理据本身,你将补充道:“既不敬畏神明亦不畏惧正义,亦不认为此事极其可怕”。盖因在运用政论言辞的人那里被认为关乎品格者,在这些(朴实作家)的笔下亦能显现品格,不过程度较弱;盖因在前者那里是一种方式且表明某种含义,在后者这里则是另一种方式。盖因在前者那里能够通过暗示或暗指别的事物,乃至通过所言的反面来加以彰显,但在后者这里则不然,因为这是朴实与思想单纯的明证。姑且从双方各举一例:德摩斯梯尼欲显露品格时说了什么?“因此诸君极度珍视这样的人,并公正地称其为恩人,实属完全理所应当”。而色诺芬的品格则是:“他的手亦随之跟上”;因此,当我们清楚审视它们二者的布局时,皆能在其中发现品格。

语法注3 条
  1. 2.3.1.1τὸ γὰρ ἀφαιρεῖν τὰς ἐπιβολὰς καὶ αὐτοῖς χρῆσθαι τοῖς ὀνόμασι καὶ ἀκολουθεῖν τῶν πραγμάτων τῇ φύσει καὶ μὴ δεδιέναι τὴν σμικρότητα αὐτῶν καὶ ταπεινότητα ἁπλῆς ψυχῆς καὶ γενναίας

    由四个并列的不定式短语(τὸ ἀφαιρεῖν、χρῆσθαι、ἀκολουθεῖν、μὴ δεδιέναι)构成整句的长大主语,后接属性/归属属格 ἁπλῆς ψυχῆς καὶ γενναίας [ἐστί](“属于纯朴与崇高的灵魂”)作表语。系动词 ἐστί 被省略。

  2. 2.3.1.3οὐκ ἄν τις ἀπόσχοιτο τὸ μὴ οὐ πρὸς κακοήθειαν τὰ τοιαῦτα προσδέχεσθαι

    表达克制、回避的动词 ἀπέχομαι 在主句被否定(οὐκ ἄν τις ἀπόσχοιτο)时,其支配的冠词不定式带双重否定词 τὸ μὴ οὐ,构成古典希腊语常见句式,意为“绝不能不……/ 必然会以恶意来接纳此类事物”。

  3. 2.3.1.4τὴν μέντοι ποιότητα καὶ τὴν διάθεσιν ἥτις αὐτοῦ καταλείπει σκοπεῖν

    σκοπεῖν 为表示目的或结果的不定式(“留待去审视/留给听众考察”)。关系分句 ἥτις αὐτοῦ [ἐστι](“他的此种性质究竟为何”)同位补充修饰前面的宾语 τὴν ποιότητα καὶ τὴν διάθεσιν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.3.1.1-2.3.1.4