← 阿里斯·台德斯

修辞学

§2.2.1.13-2.2.1.17

色诺芬作品中朴实文体的探询与论证手法

本节以色诺芬的著作为例,通过与政论性文体的对比,阐述了朴实文体的诸种特征,包括将已知之事托为探询的技巧、具体证明论据的布局、外部构思的引入,以及由预告转向叙事的独到处理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1.13

καλὸν δὲ καὶ περὶ ὧν τις οἶδεν ὡς ζητοῦντά τι λέγειν.1 τίσι ποτὲ λόγοις· οὐ γὰρ εἶπεν οὐ κατηγορίαις οὐδὲ συκοφαντίαις, ὃ πολιτικῷ ἥρμοζεν, ἀλλὰ τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν. καὶ τὸ ἐν γένει εἰπεῖν μὴ κατʼ εἶδος Ἄνυτος καὶ Μέλητος, ἀλλʼ οἱ γραψάμενοι Σωκράτην. καὶ ἐπαλλαγαὶ πρέπουσι τῷ ἀφελεῖ λόγῳ, ἀδικεῖ μέν, ἀδικεῖ δέ.

此外,对于自己所深知的事项,宛若探索者一般加以陈述,亦是一桩妙笔,正如:“究竟用了怎样的言辞”。盖因他既未说“凭指控”亦未说“凭诬陷”——此本适合于政论家——而是说:“究竟用了怎样的言辞说服了雅典人”。且作概括性陈述而非作具体指称,不说“阿尼图斯与美勒托斯”,而称:“控告苏格拉底的人”。交替反复的句式亦宜于朴实的言辞,诸如:“一方面犯有罪行,另一方面犯有罪行”。

§2.2.1.14

εἶτα καὶ τῶν ἑξῆς αἱ μὲν ἀποδείξεις πολιτικώταται· μάχην γάρ, δοκεῖ, δείκνυσι πρὸς τὰ προσόντα τῷ θαυμάσιον δέ μοι κἀκεῖνο φαίνεται2 τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν· ὁ δὲ [πρῶτον μὲν] οὐ πρότασιν θεὶς οὕτως ἐπάγει τὰ κατασκευαστικά, ἀλλʼ ἁπλῶς ἐπεξέρχεται τὰ πράγματα, πρῶτον. δεῖ δὲ τὴν μεταχείρισιν τῶν κατασκευαστικῶν ὁρᾶν· πολιτικὸς μὲν γὰρ τὰ ἐν γένει ἂν ἐκλαβὼν ἔλεγεν, ὅπως μὲν ἦν σώφρων, ὅπως δὲ ἐγκρατής, ὅπως δὲ πᾶσι πόνοις ἀντεῖχεν, ὁ δὲ τὰ κατʼ εἶδος γαστρὸς φησὶν ἐγκρατὴς καὶ ἀφροδισίων, καὶ πρὸς χειμῶνα καὶ θέρος πῶς εἶχεν; εἶτα ἔμιξε τὰ μεγάλα τοῖς μικροῖς, πῶς ἂν οὖν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἐποίει;

随之,在后续的内容中,其论证本身极具政论色彩;盖因凭借“在我看来,有人竟然相信苏格拉底败坏了青年,这亦属令人诧异之事”一语,他看似彰显了针对既成事实的驳辩。然而他并非先设立论题随后以此方式引入确证论据,而是单纯地铺陈事实:“首先”。必须察看确证论据的处理方式;政论家本会从宏观概括的角度切入,论述他如何审慎、如何克制、如何忍受一切劳苦,但他却具体指出他在“肠胃与情欲”上如何克制,以及“面对严冬与酷暑”表现如何。随后他将大事与小事交织在一起:“那么,他又怎会使他们变得不虔敬、无法无天或贪得无厌呢?”

§2.2.1.15

πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται ἐπινοήμασιν,3 οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα, καὶ ὅσα τοιαῦτα. οὐ πρέπει ἀνδρὶ πολιτικῷ· καὶ γὰρ εἰ καὶ οἱ πολιτικοὶ χρῶνταί τισιν ἔξωθεν ἐπινοήμασιν, οἷον εἴ τις ἐκ παραδειγμάτων λέγοι ἢ ἐξ ἱστοριῶν ἢ ἐξ ἄλλου τινὸς τοιούτου τρόπου, ἀλλʼ οὖν γε τοῖς προσηρτημένοις πρὸς τὸ πρᾶγμα χρηστέον, ὅθεν εἰώθασι θεραπεύειν τὰ τοιαῦτα ἢ αἰτιολογίαις ἢ ἐπαγγελίαις, οἷον ἓν ἐκ πολλῶν ἵνα τοίνυν γνῶτε ὡς οὐδέ ἐστι τοῦ τῆς πόλεως ἤθους κύριον ποιῆσαι τοιοῦτον νόμον, εἶθʼ ἑξῆς λέγονται χρήματα. ἐν δὲ τῷ ἀφελεῖ ἐπηγμένα νοήματα ἐκ πάντων ἐστὶ σχεδὸν τῶν ἐν τῷ βίῳ. τὰ δὲ προστιθέμενα ἔξωθεν μέγεθος ἐργάζεται ἐν τῷ λόγῳ, ὅταν ἔνδοξον ᾖ ὄνομα ἢ τόπος.

朴实的作家亦频繁运用脱离所论主题而从外部引入的构思,诸如:“我们从未察觉畜群联合起来反抗牧人”,凡此种种。这并不适合政论家;盖因纵使政论家亦会运用某些外部构思——诸如借助典范、历史或某种类似方式陈辞——但仍须运用依附于事理之物,因此他们通常通过说明缘由或预先宣告来弥补此类手法,譬如多例中的一例:“为了使诸君知晓制定此类法律亦不符合城邦的品性”,随后接续道:“财产被提及”。然而在朴实的言论中,所引入的思想几乎取自生活中的一切事物。而当名称或地点享有盛名时,从外部增补的内容便在言辞中造就了崇高宏大。

§2.2.1.16

τηρητέον οὖν ἐν παντὶ ὡς οἵ τε ῥυθμοὶ τά τε σχήματα τά τε ὀνόματα πρέποντα τῷ ἀφελεῖ λόγῳ εἴη, τά τε ὁμοιόρυθμα τῶν νοημάτων, οἷον λεγόμενα, πραττόμενα, βουλευόμενα, καὶ τὰ σχήματα πάντα μὲν εἰδέναι τὰ τούτοις πρέποντα, πανταχοῦ δὲ τὸ ἀφελὲς τὸ ἐν αὐτοῖς τηρεῖ.

因此,在一切细节中皆须留意,使节奏、文式与词语适合于朴实的言论,思想的同律对仗亦当如此,诸如:“所言、所行、所谋”,而适合于这些的文式——“一方面知晓一切”、“另一方面处处”——则保持了其中的朴实。

§2.2.1.17

λέγομεν δὲ ὅτι πολλαχοῦ κοινὰ θεωρήματά ἐστι καὶ τῶν ἀφελῶν καὶ τῶν πολιτικῶν, αὐτίκα τὸ ἐπισημήνασθαι περὶ πραγμάτων ὧν ἂν μέλλῃς λέγειν καὶ τὸ ἐπεσκέφθαι αὐτῶν τὴν φύσιν καὶ τὸ ἀντιπῖπτον πρὸς τὸ ὑπὸ σοῦ λεγόμενον, ὅτι περὶ μικρῶν καὶ φαύλων διαλέγῃ· ἀφελοῦς καὶ τὸ τοιοῦτον, Φίλιππος ὁ γελωτοποιὸς παρῆλθε, καὶ ἔκλαιεν, καὶ ὅτι οἱ ἐν τῷ συμποσίῳ κατακείμενοι ἐγέλων, καὶ ὁ Συρακόσιος θαύματα παρείχετο. ταῦτα γὰρ πάντα κοινά ἐστι καὶ τῶν πολιτικῶν καὶ τῶν ἀφελῶν. ἡ δὲ μεταχείρισις τῶν εἰσαγομένων ἰδία τοῦ ἀνδρός, ἐπεὶ καὶ ἡ ἐνταῦθα ἐπαγγελία κοινή ἐστιν, οἷς δὲ παραγενόμενος ταῦτα γινώσκω δηλῶσαι βούλομαι.4 ἀλλὰ τὸ μετὰ τὴν ἐπαγγελίαν οὐκέτι κοινόν, ἀλλὰ καινοπρεπές· ἐπαγγειλάμενος γὰρ οὐκ εἶπε τὸ ἐπακόλουθον τῆς ἐπαγγελίας, ἀλλʼ ἕν τι τῶν περὶ αὐτόν· οἷς μὲν γὰρ παρεγένετο, ταῦτα ἦν τὰ ἐν Καλλίου γενόμενα· ὁ δὲ οὐ ταῦτα λέγει εὐθύς, ἀλλὰ τὴν ἀρχὴν ἐξ ἧς ἤρξατο ταῦτα γίνεσθαι, δοκεῖ δὲ τὸ τοιοῦτο ἀφήγησις εἶναι μᾶλλον.

不过我们亦指出,在许多地方,朴实作家与政论家的理论法则是相通的,诸如预先提示你将要论及的事物、省察其本性、以及考虑针对你所言之事的反驳——即你所论皆为微末鄙俗之事。此类情节亦属朴实风格:小丑菲利普入场并痛哭,宴席上卧饮之人发笑,以及叙拉古人表演杂耍。盖因凡此种种对于政论家与朴实作家皆属共通。然而所引介事物的处理方式却为此人所独有;即便此处的预告亦属共通:“我欲阐明我亲临其境因而知晓之事”。但预告之后的内容却不再是共通的,而是别出心裁;盖因他在预告之后,并未言及预告的后续顺承内容,而是道出围绕其自身的一桩情节。因为他所亲临之事本为在卡利亚斯家中所发生者;他却未径直陈述这些,而是追溯这些事情开始发生的发端,而此种手法看似更具叙事色彩。

语法注4 条
  1. 2.2.1.13ὡς ζητοῦντά τι λέγειν

    分词 ζητοῦντα 采用宾格,与不定式 λέγειν 隐含的泛指宾格主语(τινά)相一致。副词 ὡς 表述主观态度或假托之状(“宛若在探索某事一般”)。

  2. 2.2.1.14τῷ θαυμάσιον δέ μοι κἀκεῖνο φαίνεται

    中性单数与格定冠词 τῷ 将其后跟随的直接引语整句名词化。它在此充当前行动词短语(μάχην... δείκνυσι)的工具与格或原因与格,意为“凭借‘……在我看来亦属令人诧异之事’这一语句”。

  3. 2.2.1.15ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται ἐπινοήμασιν

    与格名词 ἐπινοήμασιν(作 χρῶνται 的宾语)受到被动完成时分词 ἐπηγμένοις 及介词短语 ἔξωθεν παρὰ τὰ ὑποκείμενα(“超出所论主题而从外部”)的修饰,其中 παρά 表示“背离”或“超出”。

  4. 2.2.1.17οἷς δὲ παραγενόμενος ταῦτα γινώσκω δηλῶσαι βούλομαι

    关系代词 οἷς 的先行词(主句中充当 δηλῶσαι 宾语的指示代词 ταῦτα 等)被省略,而关系代词本身受从句内分词 παραγενόμενος 的支配而呈现与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.2.1.13-2.2.1.17