← 阿里斯·台德斯

修辞学

§2.2.1.9-2.2.1.12

朴实言辞与政论言辞在句式与节奏上的差异

作者论述了朴实言辞与政论性言辞在句式、节奏及借词运用上的差异,并阐明色诺芬如何通过平抑克制的遣词与构思处理,在屏弃激愤之情的同时传达出事态的重大性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1.9

ποικίλως δὲ τοῖς σχήμασι χρῶνται οἱ ἀρχαῖοι ἀφελεῖς τε καὶ οἱ πολιτικοὶ ἄνδρες· ἃ γὰρ ἐν πολιτικῷ λόγῳ δριμὺν τὸν λόγον ποιεῖ, ἐνθάδε ἀφελῆ ἐργάζεται. καὶ τὸν ῥυθμὸν δὲ τῆς ἀπαγγελίας τοιοῦτον εἶναι δεῖ οἷον προϊέναι καὶ ἐμβαίνειν μᾶλλον ἢ ἑαυτῷ ἐπικείμενον ἐπείγεσθαι,1 οὐχ ὥσπερ ἐν τοῖς πολιτικοῖς τὰς [τε] ποιότητας παρατιθέασιν, ὅταν λέγωσιν ἢ δεινότατα ἁπάντων ἢ ἐφʼ ᾧ πάντες ἀγανακτήσετε ἢ σχέτλιον γὰρ τοῦτό γε· πρὶν γὰρ τὸ πρᾶγμα εἰπεῖν τὴν ποιότητα οἱ πολιτικοὶ παραδεικνύουσι, καὶ ποτὲ μὲν πρὸ τῶν πραγμάτων, ποτὲ δὲ μετὰ τὰ πράγματα ἐπάγοντες. εὐρυθμίας δὲ καὶ τοῦτο καίτοι τότε ἐν τῇ κρατίστῃ πόλει ὑπὸ τῶν ἀρίστων κριθέντα τοῦ καλλίστου γέρως ἀξιωθῆναι ποίων ἔτι τεκμηρίων προσδεῖται τῆς τε πρὶν ἄρξαι αὐτὸν ἀρετῆς; τοῦτο δʼ εὐρυθμίαν ἐν τῷ λόγῳ εἰργάσθαι καί μοι δοκεῖ, τὸ δὲ τὴν εὐρυθμίαν ἀπειργασμένον ἐστὶ τὸ ἐμπεριβαλόντα τὰ νοήματα καὶ ἀπαρτίσαντα στῆσαι τὸ νόημα, ὥστε καὶ τὸ μετὰ ταῦτα ῥηθὲν μηκέτι ἡνῶσθαι, ἀλλʼ ἑτέρου ἀρχὴν λόγου δοκεῖν εἶναι· τί γάρ φησιν; ὅσα δὲ ἐπεὶ ἐπʼ ἀνδράσιν ἐγένετο. οὐ πολλαχοῦ δὲ ὁ Ξενοφῶν χρῆται τούτῳ τῷ σχήματι· ἔστι γὰρ σκληρότερον καὶ δικανικώτερον, ἀποδεδειγμένοις πράγμασιν ἢ ὡς βιαζόμενοι ἢ ὥς τι σφόδρα δοκοῦντες λέγειν τὰ τοιαῦτα ἐπάγειν εἰώθαμεν. πλὴν τό γε κατὰ τὴν ἄλλην αὐτοῦ εὐρυθμίαν θαυμαστὸν καὶ τοῦτο γέγονε τὸ συνεχεῖς τὰς διαστάσεις ἑνὶ πνεύματι λόγου γεγονέναι, καίτοι τότε· ἐν τῇ κρατίστῃ πόλει· ὑπὸ τῶν ἀρίστων κριθέντα· τοῦ καλλίστου γέρως ἀξιωθῆναι· καὶ τὸ πολλὰ νοήματα καθʼ ἓν ἕκαστον πρὸς μίαν λέξιν εἰπεῖν δυνάμεως καὶ ῥυθμοῦ.2

古代作家,无论是朴实的作家还是政论性的作家,在句式的运用上皆变化多端;盖因在政论性言辞中使言论显得尖锐有力的东西,在此处却造成了朴实的效果。口吻的节奏亦应当表现为平缓前进与从容迈步,而非自我挤压催逼,绝不像政论性演说中人们附加性质特征那样,当他们或说“万事中最可怕者”,或“为此你们众人皆将愤慨”,抑或“此事实在令人发指”;政论家们在陈述事实本身之前便已昭示其性质,有时引介于事实之前,有时附缀于事实之后。以下亦为音律优美之例: “然而彼时在最强盛的城邦中,经由最优秀之人评定,得享最为优厚之荣耀,对于其掌权之前的德行,他又何须进一步的证据呢?” 依我看,这确乎在言辞中造就了优美的音律,而铸就此种音律者,正在于包容诸般意念并使其完足之后收束该思想,以至于此后所言之语不再与之相连,反倒看似另一番言论的开端;盖因他又是如何说的呢?“至于其成人之后……”然而色诺芬并非多处运用此种句式;盖因其较为生硬且更具法庭辩护色彩,我们通常是在事实已被证明之后,或作强迫之势,或似欲表达极端激烈之情,方才引入此类言语。除其在其他方面的音律之外,这一点亦令人赞叹:即连续的停顿是在言辞的一口气之中完成的,亦即“然而彼时”、“在最强盛的城邦中”、“经由最优秀之人评定”、“得享最为优厚之荣耀”;而能将众多思想逐一对应于单一短语表达出来,当属力量与节奏之能事。

§2.2.1.10

καὶ τοῖς ὀνόμασι δὲ χαίρουσιν οἱ ἀφελεῖς ἀπὸ ἑτέρου ἐπὶ ἕτερον αὐτὰ μεταφέροντες, ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ ὁ Ξενοφῶν πολλοὺς φησὶν ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο· ὁ γὰρ ἐραστὴς ἄλλου τινὸς δοκεῖ ὄνομα εἶναι. καὶ πάλιν, αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν Ἑλλήνων ἀκολούθους. πάλιν ἐνταῦθα ἐλάττονι ὀνόματι τοῦ πράγματος ἐχρήσατο· τὸ γὰρ τῶν ἀκολούθων ἐπὶ δούλων μᾶλλον εἴωθε λέγεσθαι, ὁ δὲ τοὺς ἑπομένους καὶ τοὺς τελευταίους τοῦ στρατοπέδου οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι. καὶ ἐν τοῖς Ἀπομνημονεύμασι θαυμάζω οὖν φησὶ πῶς ποτε Σωκράτην ἐπείσθησαν Ἀθηναῖοι περὶ τοὺς θεοὺς μὴ σωφρονεῖν. μετήνεγκεν ἐνταῦθα ὡς ἴδιον τοῦ εἴδους τοῦ λόγου.

朴实的作家亦乐于运用词语,将其从此物转借于彼物,正如色诺芬在《阿格西劳斯传》中所言:“他招纳了众多自身友谊的追求者”;盖因“追求者”原本看似属于另一事物的名词。他又写道:“他们亲眼见到了希腊人的跟从者”。在此处,他再次使用了比该事物更小的词;因为“跟从者”通常更多用于指代奴隶,但他却毫不犹豫地将随行者和军队的殿后者称作“跟从者”。在《回忆苏格拉底》中他亦说道:“因此我感到诧异,雅典人究竟何以竟会相信苏格拉底对神明欠缺虔敬。”在此处他将此词转用为该种文体所特有的表达。

§2.2.1.11

δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τρόπῳ ἐμφαίνει καὶ τὸ μέγεθος τοῦ πράγματος, ὡς καὶ ἐν ἀρχῇ φησι τοῦ λόγου, πολλάκις ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην ὡς ἄξιος εἴη θανάτου τῇ πόλει· ἡ μὲν γὰρ γραφὴ κατʼ αὐτοῦ τοιάδε τις ἦν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καὶ τοὺς νέους διαφθείρων. τὸ γὰρ ἐθαύμασα καὶ πολλάκις οὐ μικρῶν ἔμφασίς ἐστιν, ἐδήλωσε δὲ καὶ τὰ ἐπενεχθέντα. πολιτικὸς μὲν οὖν ἀμφοτέρας ἂν εἰρήκει τὰς δυνάμεις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις· ὁ δὲ τὴν ἁπλῆν δύναμιν εἰπὼν ἠρκέσθη.

然而亦须看到,尽管出于朴实而采用平抑的词语,他却依然以恰如其分的方式彰显了事态的重大,正如他在该篇言论的开篇所言:“我曾屡次感到诧异,控告苏格拉底的人究竟用了怎样的言辞,竟然说服了雅典人,认为他对城邦罪当处死;盖因针对他的起诉书大体如下:‘苏格拉底犯有罪行,不信城邦所信奉之神明,引介其他新神,并且败坏青年。’”盖因“我感到诧异”与“屡次”绝非微不足道的措辞,随后附加的内容亦表明了这一点。政论家本会不止一次、而是屡次陈说这两种气势;但他仅道出平实的气势便已心满意足。

§2.2.1.12

οὐκοῦν τὰ μὲν ἐπινοήματα ἔστιν ὅτε ταὐτά, ἡ δὲ μεταχείρισις τὴν διαφορὰν ποιεῖ τοῦ λόγου. ὁρᾷς δὲ καὶ ἐνταῦθα τὴν ἀφέλειαν τῶν ὀνομάτων. ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως· ἡ γὰρ ποιότης αὐτοῦ τοιαύτη, τῷ Σωκράτη τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι,3 ὅμως οὕτως ἀφελὴς ἀνὴρ πολλάκις φησὶν ἐθαύμασα. καὶ οὐκ εἶπεν ἐφʼ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφʼ ᾧ ἄξιον ἐπιτιμῆσαι. ἐν γὰρ τῷ ἀφελεῖ λόγῳ οὔτε βία ἐστὶν οὔτε θυμὸς οὔτε σφοδρότης, οὐδὲ ἡ διάθεσις ἡ τῶν πραγμάτων τοιαύτη τίς ἐστιν, οὐδʼ ὡς ἐπισημήνασθαι τὴν φύσιν τοῦ ἐπαγομένου, καὶ τούτῳ μάλιστα χαρακτηρίζεται τὸ εἶδος τοῦ ἀφελοῦς λόγου.

因此,基本的构思有时彼此相同,但处理方式却造成了言辞的差异。在此处你亦能得见词语的朴实。盖因所论之事本应招致愤慨与谴责——其性质确乎如此,乃在于苏格拉底这样一位重若泰山的人物竟然被判有罪——然而一位如此朴实之人却仅道出:“我曾屡次感到诧异”。他并未言及令人愤慨之事或值得谴责之事。盖因在朴实的言辞中,既无强横,亦无怒气与激烈,事物的布局非为此类,亦不刻意标榜所引介之物的本性,而这正是朴实话语之文体最为显著的特征。

语法注3 条
  1. 2.2.1.9ἑαυτῷ ἐπικείμενον ἐπείγεσθαι

    与格 ἑαυτῷ 直接修饰分词 ἐπικείμενον,意为“压在自身之上”或“相互挤压”。此处形象地描述了急促逼仄的节奏使语段彼此层叠催逼的状态,与后文 προϊέναι καὶ ἐμβαίνειν(从容前进与迈步)的平缓推进形成对比。

  2. 2.2.1.9καὶ τὸ πολλὰ νοήματα καθʼ ἓν ἕκαστον πρὸς μίαν λέξιν εἰπεῖν δυνάμεως καὶ ῥυθμοῦ

    带冠词的不定式短语 τὸ πολλὰ νοήματα ... εἰπεῖν 作全句主语,句末的属格 δυνάμεως καὶ ῥυθμοῦ 则作为表征或属性的谓语属格(省略了系动词 ἐστί),句意为“将诸多思想……表达出来,乃是力量与节奏之体现”。

  3. 2.2.1.12τῷ Σωκράτη τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι

    带冠词不定式的与格短语 τῷ ... κατακεκρίσθαι 用作解释性或原因性与格,进一步说明前文 ἡ ποιότης αὐτοῦ τοιαύτη(其性质确乎如此)的具体内涵,其中宾格 Σωκράτη τοσούτου ἄξιον ἄνδρα 充当不定式 κατακεκρίσθαι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.2.1.9-2.2.1.12