- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.2.1.5-2.2.1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引色诺芬《居鲁士的教育》与《会饮篇》为例,论述了朴实风格中立意处理的特征:不预先指明主张、容纳戏谑或琐碎的事物,以及采用缓和谦逊的语气与松弛自然的句式构型。
τὸ μὲν δὴ κατὰ τὴν μεταχείρισιν τῶν ἐννοημάτων τοιοῦτόν ἐστιν, καὶ ἔτι τὸ μὴ ὡς εἰς πρότασιν λέγεσθαι τὰ λεγόμενα κατασκευαστικὰ τοῦ προκειμένου, ἀλλʼ ἀδήλου ὄντος πρὸς ἃ λέγεται, οὕτω προχωρεῖν τὸν λόγον,1 οἷον μὴ προθεὶς ὅτι βούλεται ἀποδεῖξαι πολλοῦ ἄξιον Κῦρον ἐπάγει ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, καὶ προλαβὼν πάντα τὰ προκατασκευαστικά, ἐξ ὧν χαλεπόν ἐστιν ἀνθρώπων ἄρχειν, χαλεπώτερον τῶνδε καὶ τῶνδε, οὕτως ἐπήγαγεν, ἀλλὰ μὴν Κῦρος πλείστων ἀνθρώπων ἦρξε· Κῦρος ἄρα πολλοῦ ἄξιος ἐγένετο. καὶ αὕτη ἐστὶν ἀφελοῦς λόγου μεταχείρισις, ὅταν μὴ φανερὸν ᾖ ὡς πρότασις τὸ λεγόμενον.
关于立意的处理确乎如此;不仅如此,用于确立论题的言辞也不应如同直接针对一个命题那样被道出,而是在其所针对的目标尚不明确时,言辞便如此向前展开。例如,他没有预先提出自己意图证明居鲁士具有极大价值,而是径直引出:“我们曾一度产生过一个念头”,并在预先陈列了一切预备性论据——由此表明统治人类是困难的,比统治这些或那些更为困难——之后,方才推导说:“然而居鲁士确实统治了极多的人;因此居鲁士成了极有价值之人。”当所说之言不作为明明白白的命题展现时,这正是朴实言辞的处理方式。
δεῖ δὲ πολλάκις καὶ τὰ νοήματα μὴ πάντα ἰσχυρὰ εἶναι, ὥσπερ καὶ τὰ τῶν πολιτικῶν λόγων, ἀλλʼ ἔνια καὶ ὑφειμένως τιθέναι, καὶ τὰ ἥττω δοκοῦντα εἶναι, ἔνια δέ, εἰ οἷόν τε, ὡς καὶ γέλωτος ἄξια ἂν φανείη,2 ὡς καὶ ἐν τῷ Συμποσίῳ εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου φησὶν ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν ἢ τῶν ἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιᾶς πραττόμενα τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι. καὶ τοῦτό ἐστι τὸ θεώρημα τοῦ ἀφελοῦς λόγου, ὅτι μὴ ἐκ παντὸς τρόπου διώκειν τὰ ἔνδοξα καὶ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα.
往往,诸般思想也不必像政论性言辞中的思想那样全部刚劲有力,而是应当将其中一些平抑放置,置入看似逊色的思想,某些甚至在可能的情况下看似可笑;正如他在《会饮篇》中开门见山所言:“然而在我看来,高尚而良善之人不仅在严肃中所为之事值得铭记,在嬉戏中所为之事亦然。”这一思想依附于品格,即人们亦应接纳高尚良善之人在嬉戏中所行之事。而这便是朴实言辞的准则:绝非一味追求尊显宏大的事物,亦当涉足那些看似凡庸乃至易遭鄙视的事物。
κατὰ μὲν οὖν τὴν ἀπαγγελίαν ἀμφότερα τὰ ἐννοήματα οὐκ ἔστι τραχέως εἰρημένα οὔτε τὸ ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, οὔτε τὸ ἀλλʼ ἔμοιγε δοκεῖ· ἐπειδὴ γὰρ ἐδόκει τὸ ἐν τῷ Συμποσίῳ εἰρημένον ἄδοξον εἶναι τὰ ἐν ταῖς παιδιαῖς διηγεῖσθαι, καὶ οὐδεὶς ἂν πολιτικὸς τοῦτο ἐποίησεν ἀδόξου ὄντος αὐτοῦ, μετὰ παραιτήσεως προήγαγεν3 ἀλλʼ ἔμοιγε δοκεῖ. εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῷ λόγος ἀποφαντικοῦ, οἷον δοκεῖ δʼ ἔμοιγε, σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων.
因此,就口吻表述而言,这两个立意皆未生硬道出,无论是“我们曾一度产生过一个念头”,还是“然而在我看来”。盖因在《会饮篇》中所言之叙述嬉戏之事似乎不够庄重,且鉴于其不庄重,绝无政论家会如此行事,故而他带着谦逊的免责之辞引出了“然而在我看来”。但若言辞是以断定性的词语起始,例如“依我看”,言辞便会变得更为生硬,且更像是克里提阿斯或此类人物的作风了。
κατὰ δὲ σχῆμα σχήματι ἀνειμένῳ· οὐ γὰρ διατεινόμενος ἂν ἐποίησεν, ὡς ἄν τις τῶν πολιτικῶν εἶπεν, οὐχὶ τὰ αὐτὰ παρίσταταί μοι γινώσκειν τοῖς πολλοῖς περὶ τῶν ἀνδρῶν τῶν σπουδαίων· οἱ μὲν γὰρ πολλοὶ οὐκ ἄλλα τινὰ οἴονται [γὰρ] αὐτῶν ἀξιομνημόνευτα εἶναι ἐν τῇ σπουδῇ τὰ πραττόμενα, ἐμοὶ δὲ οὐ τὸν αὐτὸν τρόπον· ἀλλʼ οὐδὲν ἧττον δοκεῖ τὰ ἐν ταῖς παιδιαῖς μνήμης τυγχάνειν ἄξια, ἢ ἃ ἂν σπουδάζοντες πράττοιεν. οὐχ οὕτως οὖν προήγαγεν, ἀλλʼ ἀνειμένῳ τῷ σχήματι καὶ ἐξηλλαγμένως4 ἀλλʼ ἔμοιγε δοκεῖ, εἶτα κατὰ τὸ ἰδίωμα τοῦ λόγου ἤθους ἐχόμενα καὶ τὰ ὀνόματα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· καὶ πάλιν φησίν, ὡς δὲ ἱπποδρομία ἔληξεν. ἀνειμένον δὲ καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ τὸ σχῆμα, πολιτικὸς δʼ ἂν οὐχ οὕτως ἐποίησεν, ἀλλὰ συντονώτερον, ὅποι δὴ ἱπποδρομία ἔληξεν, ἢ τοιούτῳ τινὶ τρόπῳ.
就句式而言,采用的是舒缓的句式。因为他断不会剑拔弩张地行文,正如某个政论家可能会说的那样:“关于那些端方之士,呈现在我眼前的认识与大众并不相同;盖因大众认为他们除了严肃时所为之事外别无值得铭记之举,但我却不作如是观;相反,在嬉戏中所为之事,在我看来并不亚于他们在严肃时可能做的事那样值得铭记。”因此他并未如此展开,而是以舒缓且变通的句式道出“然而在我看来”,随后依循言辞的固有特征,词语“高尚而良善之人”也关乎品格;他又说道:“当赛马结束时”。这句式看似舒缓而松弛,但政论家绝不会这般处理,而是会更紧凑有力地写道“赛马一俟告终”,或以诸如此类的方式。
- 2.2.1.5τὸ μὴ ὡς εἰς πρότασιν λέγεσθαι τὰ λεγόμενα κατασκευαστικὰ τοῦ προκειμένου, ἀλλʼ ἀδήλου ὄντος πρὸς ἃ λέγεται, οὕτω προχωρεῖν τὸν λόγον
承接句首的 τὸ μὲν δὴ κατὰ τὴν μεταχείρισιν τῶν ἐννοημάτων τοιοῦτόν ἐστιν,由 καὶ ἔτι 引导的带冠词不定词短语(τὸ ... λέγεσθαι ... ἀλλʼ ... προχωρεῖν)作为并列的主语成分补充说明 τοιοῦτόν ἐστιν。其中 ἀδήλου ὄντος πρὸς ἃ λέγεται 为属格独立结构(“在所针对的目标尚不明确的情况下”),修饰 οὕτω προχωρεῖν τὸν λόγον。
- 2.2.1.6ὡς καὶ γέλωτος ἄξια ἂν φανείη
ὡς 引出的从句中使用了 ἄν 搭配祈愿语气(φανείη),表达潜在的可能性或结果(“甚至可能显得可笑的事物”),修饰前文省略的 ἔνια δὲ [τιθέναι],说明在朴实风格中甚至可以引入略带诙谐平庸的题材。
- 2.2.1.7μετὰ παραιτήσεως προήγαγεν
在修辞学术语中,παραίτησις 指通过道歉、免责或谦辞以化解听众的反感。作者在此解释色诺芬使用 ἀλλʼ ἔμοιγε δοκεῖ(然而在我看来)的用意,即以谦逊的个人见解代替生硬的决断(如 δοκεῖ μοι),从而弱化谈论嬉戏这等看似不庄重话题所引发的抵触。
- 2.2.1.8ἀλλʼ ἀνειμένῳ τῷ σχήματι καὶ ἐξηλλαγμένως
ἀνειμένῳ τῷ σχήματι 是表方式的与格(“以舒缓的句式”)。副词 ἐξηλλαγμένως(“变通地、不落俗套地”)修饰其行文方式,说明作者打破了政论家惯用的紧张严整的对比句式(οὐχὶ τὰ αὐτὰ... ἀλλὰ...),转而采用了自然随和的口吻与结构。
