- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.2.1.1-2.2.1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引色诺芬《居鲁士的教育》开篇作为实例,通过分析统治人类与畜群的对比以及日常用辞,论证了政论体与朴实体在立意、辞字与句式上的差异。
τὰ δὲ περὶ τὴν ἑρμηνείαν πάλιν αὖ ἐννοήματα τῶν ἀφελῶν ἐστιν, οἷον χρήσασθαι, ἂν οὕτω τύχῃ, καὶ ἀδοξοτέροις ἐννοήμασι. βουληθεὶς γοῦν κατασκευάσαι ὁ Ξενοφῶν, ὅτι πολλοῦ ἄξιός ἐστιν ὁ Κῦρος, σκέψαι πῶς διῴκησε τοῦτο. ἡ γὰρ πρότασις πολιτική, καὶ αἱ ἀποδείξεις πολιτικώταται, ὅτι Κῦρος πολλοῦ ἄξιος ἐγένετο, τῶν δὲ ἐννοημάτων τὰ μὲν ἦν πολιτικά, τὰ δὲ ἀφελῆ. πολιτικὰ μὲν τὰ τοιαῦτα, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· τὸ γὰρ χαλεπώτατον ῥᾷστα κατειργάσατο. τί δέ ἐστι χαλεπώτατον; ἀνθρώπων ἄρξαι. ἄχρι τούτου ἡ κατασκευὴ πολιτική. εἰ γοῦν μετεχειρίζου πολιτικῶς, οὕτως ἂν εἶπες, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· ὃ γὰρ χαλεπώτατον ἦν, τοῦτο κατειργάσατο, ἀνθρώπων ἄρξαι. διὰ τί; ὅτι οὐ ῥᾳδίως ἐθέλουσιν οἱ ἄνθρωποι ἄρχεσθαι, ἀλλὰ πολλαὶ μὲν δυναστεῖαι, πολλαὶ δὲ τυραννίδες κατελύθησαν ὑπὸ τῶν μὴ βουλομένων ἄρχεσθαι. ἄχρις ἐνταῦθα τὰ ἐννοήματα πολιτικά.
另一方面,关乎表述的立意又属于朴实言辞,诸如倘若碰巧便采用甚至更为平庸的立意。至少,当色诺芬意欲确立居鲁士具有极高价值这一论点时,且看他是如何谋划处理此事的。盖其命题是政论性的,其论证亦极其富于政论性——即居鲁士成了极有价值之人——但在诸般立意之中,有些是政论性的,有些则是朴实性的。政论性的立意正如:“居鲁士成了极有价值之人;因为他极其轻而易举地成就了最困难之事。”何为最困难之事?“统治人类。”至此为止,其立论皆属政论性。至少,若你以政论的方式处理,你会这样说:“居鲁士成了极有价值之人;因为他成就了原本最困难之事,即统治人类。何以见得?因为人类绝非轻易甘愿受人统治,反倒有许多权势、许多僭主统治皆被不愿受统治之人所推翻。”至此为止,立意皆属政论性。
ὅταν δὲ ἔλθῃς εἰς τὴν κατασκευὴν τῆς διαφορᾶς καὶ εἴπῃς, ῥᾴδιον γάρ ἐστι βοῶν καὶ ὀΐων καὶ πάσης ἀγέλης ἄρξαι μᾶλλον ἢ ἀνθρώπου, τότε λέγω ὅτι εἰς ἐννοήματα ἀφελέστερα ἀπάγεις τὸν λόγον· ἤθους γὰρ καὶ τρόπου εἰσίν,1 ἃ τοῦ λόγου τὸ ἀφελὲς ἐτήρησεν. ὁ μὲν οὖν πολιτικὸς πρότασιν προθεὶς τὰ κατασκευαστικὰ παρατίθησιν ἐπιλεγόμενος ἀεὶ τῶν ἐννοημάτων τὰ πολιτικώτερα, οἷον τὸ κατὰ τὰς ἀποβάσεις λέγειν οὐ πολιτικώτερον, νομέας μέντοι ἄρχοντας ἢ πάλιν, οὐδεπώποτε ᾐσθήμεθα συστάσας τὰς ἀγέλας, οὐκ ἂν πολιτικὸς εἴποι,2 οὗτος δὲ κατὰ τὸ πρέπον ἑαυτῷ τοῖς ἐπιχειρήμασι τὸ διαλλάττον παρέσχετο.
然而,当你进入相异性的立论并说道:“因为统治牛羊及一切畜群,比起统治人类要更容易”时,那时我便断言,你正将言辞引向更为朴实的立意;因为这些立意关乎品格与性情,正是它们保全了言辞的朴实风貌。政论家在提出命题之后陈列论证材料时,总会从立意中挑选更具政论性者;例如,依据结局来论说并不算十分具政论性,然而称牧人为“统治者”,或者“我们从未察觉畜群曾联合反叛”——政论家绝不会说出这等话,而他却依循合乎自身的体统,使论据呈现出多样变化。
ὅπου δὲ κοινὰ τὰ ἐπινοήματα, οὔτε ἡ λέξις οὔτε τὸ σχῆμα τὸ αὐτό· ὅταν γὰρ εἴπῃ, ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, καὶ ὅσοι τυραννεῖν ἐπιχειρήσαντες οἱ μὲν αὐτῶν καὶ ταχὺ πάμπαν κατελύθησαν, οὐχὶ δίκας ἔδοσαν, καὶ πάλιν, οἱ δὲ κἂν ὁποσονοῦν ἄρχοντες διαγένωνται· οὐ γὰρ εἶπεν, οἱ κατὰ κράτος ἑλόντες τὰς πόλεις καὶ τὰς ἀρχὰς ἰσχυροτάτας ἑαυτοῖς καταστησάμενοι.
凡在构思相通之处,辞字与句式亦皆不相同;盖当他说道: “我们曾一度产生过一个念头,凡企图实行僭主统治之人,其中一些人甚至极快便被彻底推翻”,他并未说“遭受了惩罚”;又如,“而另一些人无论统治多久依然存续”;因为他并未说“那些凭强力攻占城邦并为自己建立最牢固统治之人”。
ἔδειξα οὖν σοι ὅτι τῶν ἐννοημάτων τὰ μέν ἐστιν ἀπὸ κρίσεως λαμβανόμενα, τὰ δὲ παντοῖά ἐστιν ἐννοήματα, καὶ τὰ μὲν αὐτῶν ἐστιν ἐξ ἐνδόξων λαμβανόμενα, τὰ δὲ ἐκ μικρῶν καὶ ἀφανῶν. τοῦτο μὲν δὴ τοιοῦτό σοι, ὅτι παντοίοις ἐννοήμασι χρῶνται οἱ ἀφελεῖς, καὶ οὐκ ἐξαρκεῖ αὐτοῖς μόνον χρῆσθαι τοῖς ἐκ τῶν ὑποκειμένων λαμβανομένοις, ἀλλὰ καὶ τοιούτοις ἐνίοτε ἐννοήμασιν, ὧν ἄλλος μὲν ἄν τις καταφρονήσειεν, οὐδʼ ἂν προσέλθοι3 διὰ τὸ μήτε αὐτὰ ἐκ τῶν ὑποκειμένων λαμβάνεσθαι καὶ ἄδοξα τυγχάνειν, οἱ δὲ ἀφελεῖς οὐκ ἀπέχονται τούτων.
因此我已向你表明,在诸般立意中,有些取自审慎鉴别,有些则是诸般杂陈的立意,其中有些取自尊显之事,有些则取自微细与不显之事。这于你而言确是如此:朴实的言者使用诸般杂陈的立意,他们并不满足于仅采用取自主体题材的立意,有时甚至采用其他人会鄙夷且绝不愿涉足的立意——皆因这些立意既非取自主体题材又属平庸不显——但朴实的言者却并不避开它们。
- 2.2.1.2ἤθους γὰρ καὶ τρόπου εἰσίν
表属性或来源的谓语属格。主语指代关系代词 ἃ 的先行词(“更为朴实的立意” ἐννοήματα ἀφελέστερα),意为这些立意“属于品格与性情”(或由此衍生而来)。
- 2.2.1.2οὐκ ἂν πολιτικὸς εἴποι
带 ἄν 的潜势希求法,表示委婉推测或与期望相反的断言(“政论家绝不会说出”)。支配前文列举的用例(称牧人为“统治者”以及畜群从未联合反叛等表述)。
- 2.2.1.4ὧν ἄλλος μὲν ἄν τις καταφρονήσειεν, οὐδʼ ἂν προσέλθοι
关系代词 ὧν 取属格是由 καταφρονήσειεν 的支配要求决定的,但它同时通过并列结构作用于后随的 οὐδʼ ἂν προσέλθοι(该动词通常要求与格或介词短语);这是希腊语中避免重复改变格位关系代词的常见压缩句法。
