- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.1.1.1-2.1.1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了政论体与朴实言辞之间的差异,从立意、章法处理、句式、用辞和韵律诸方面对二者进行对比,并借色诺芬《会饮篇》中的引文例证了折转对韵律产生的影响。
ἐπειδή σοι τὰς ἰδέας ὑπεδείξαμεν τοῦ πολιτικοῦ λόγου καὶ τὰς ἀρετὰς αὐτοῦ, δεῖ σε ἀκοῦσαι καὶ περὶ τῆς ἰδέας τοῦ ἀφελοῦς λόγου· οὐδὲν γὰρ οὕτως ἐπεσκέφθαι χρὴ ὡς τὰς ποιότητας τοῦ ἀφελοῦς λόγου καὶ τοῦ ἁπλοῦ καὶ τὰς διαφορὰς αὐτοῦ πρὸς τὸν πολιτικὸν λόγον καὶ ἀγωνιστικόν, ὅπερ οὐ ῥᾴδιον μέν ἐστιν διὰ τὸ εἶναι ἓν γένος παντὸς λόγου καὶ μίαν φύσιν, ὅμως γε μήν εἰσί τινες παραλλαγαὶ καὶ ἰδέαι, αἳ διαφέρουσιν ἀλλήλων.
既然我们已向你阐明了政论体言辞的风貌及其美德,你也应当听取关于朴实言辞的风貌;因为没有什么事情比考察朴实与纯平言辞的品质,及其与政论及竞技言辞的区别更为必要,这固然并非易事,因为一切言辞皆属同一门类并具同一本性,然而无论如何,其中仍存在着若干互有差异的变式与风貌。
πᾶς δὲ λόγος ἐστὶ δῆλον ὅτι ἐν ἐπινοήμασι καὶ ἐν ἀπαγγελίᾳ, ἥτις ἐστὶν ἐν λέξει, ἐν σχήματι, ἐν ῥυθμῷ. ἔστιν οὖν ῥητέον τίνα ἐστὶ τὰ διακρίσεις ποιοῦντα ἀπὸ τῶν πολιτικῶν τοῖς ἀφελέσι λόγοις· οὐ γὰρ τὰ αὐτά ἐστιν ἐννοήματα τῶν τε ἀφελῶν καὶ τῶν πολιτικῶν. εἰ γὰρ ἐννόημα τὸ αὐτό, ἀλλὰ λέξις οὐχ ἡ αὐτή, ἢ εἰ καὶ λέξις ἡ αὐτή, ἀλλʼ οὐχ ὁ ῥυθμὸς ὁ αὐτός, ἢ εἰ καὶ ῥυθμὸς ὁ αὐτός, ἀλλʼ οὐ τὸ σχῆμα τὸ αὐτό.
显而易见,一切言辞皆寓于构思与表述之中,而表述又存于辞字、句式和韵律。因此必须说明,是什么在朴实言辞中构成了与政论言辞的区别;因为朴实言辞与政论言辞的立意并不相同。盖即使立意相同,辞字亦非相同;或者哪怕辞字亦相同,韵律亦非相同;或者哪怕韵律亦相同,句式亦非相同。
εἰδέναι οὖν δεῖ πρῶτον, ὡς ἐν κεφαλαίῳ μάλιστα παραστήσαιμεν,1 ὅτι αἱ διαφοραὶ τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ εἰσὶν ἀπὸ τῶν ἐννοημάτων πρῶτον λαμβανόμεναι. ἔστι γὰρ τὰ μὲν πολιτικὰ νοήματα τραχύτερα, ἐνδοξότερα καὶ ἀπὸ ἐνδοξοτέρων λαμβανόμενα, καὶ δριμύτερα, τήν τε δριμύτητα ἐργαζόμενα ἐκ τοῦ σπανιώτερά τε εἶναι καὶ ἔνδοξα, τὰ δὲ ἀφελῆ νοήματα ἁπλᾶ, ἐπίκοινα, ἄδοξα, καὶ ταῦτα ἀπὸ ἀδόξων τῶν ἐπιχειρημάτων λαμβανόμενα. περὶ μὲν οὖν τῶν νοημάτων, ὡς ἂν ἀπὸ πολλῶν ὀλίγα εἴποι τις, ταῦτά ἐστιν.
是以首先当知——为尽可能概括地呈示——政论言辞与朴实言辞的差异,首先取自立意。因为政论性的立意更为刚劲、更为尊显且取自更尊显的题材,亦更为敏锐,其敏锐性正是由于既属罕见又尊显而产生;而朴实性的立意则平易、共通、不显,且取自不显的论据。关于立意,若举少以概多,即是如此。
ἡ δὲ ἑξῆς διαφορὰ περὶ τὴν μεταχείρισίν ἐστιν· ὥσπερ γὰρ ἐν τῷ πολιτικῷ λόγῳ ἐστί τις μεταχείρισις, οὕτω καὶ ἐν τῷ ἀφελεῖ λόγῳ. ἡ δὲ διαφορὰ τῶν μεταχειρίσεων αὕτη ἐστίν, ἐν μὲν τῷ πολιτικῷ λόγῳ δεῖ φανερὰς εἶναι· οὕτω γὰρ πολιτικῶς προάγοιτο ὁ λόγος, εἰ παρακολουθοῖεν οἱ ἀκούοντες τοῖς ζητήμασιν, ἐν δὲ τῷ ἀφελεῖ οὐ τοῦτό ἐστιν, ἀλλὰ κεκρυμμέναι ἐνίοτε εἰσὶν αἱ ζητήσεις, καὶ οὐδὲ οἶδέ τις τί βούλεται λέγειν ὁ λέγων διὰ τὸ μηδεμιᾷ ἐπιβολῇ ἐοικέναι τὸν λόγον.2
接下来的差异关乎章法处理;因为正如在政论言辞中具有某种处理,在朴实言辞中亦然。而处理上的差异在于:在政论言辞中,章法必须昭然可见;盖若听者能紧跟各项探究,言辞便能以此政论的方式推进;但在朴实言辞中却非如此,探究有时是隐匿的,甚至无人知晓言者意欲何指,皆因言辞毫无蓄意谋划的痕迹。
τὰ δὲ σχήματα ἐν μὲν τῷ πολιτικῷ λόγῳ τραχέα ἐστί, σφοδρά, ἐλεγκτικά, βίαια, ἐν δὲ τῷ ἀφελεῖ ἀνειμένα, ἁπλᾶ, μηδένα ἔλεγχον μηδὲ ἐξέτασίν τινα ἐμφαίνοντα, ἀλλὰ κοινότερα καὶ ἀναπεπτωκότα· οὕτω γὰρ ἐκεῖνα ποιεῖ σύντονον τὸν λόγον καὶ πολιτικόν, ταῦτα δὲ ἀφελῆ, ὡς ἂν ἰδιωτικὰ καὶ ὁμιλητικὰ ὄντα.
至于句式,在政论言辞中是刚健、激烈、辩难、雄浑的,而在朴实言辞中则是从容、平易、不显任何辩难与盘诘,反而更为寻常与舒缓;因为前者如此使言辞紧凑而富于政论性,后者因其近于日常交谈,便使言辞显得朴实。
οὐ μὴν οὐδὲ ἡ λέξις ἡ αὐτὴ αὐτοῖς, ἀλλʼ ἔνι τις καὶ ἐν τῇ λέξει διαφορά· ἐν μὲν γὰρ τῷ πολιτικῷ λόγῳ ποτὲ μὲν ἀπήρτισται τὸ νόημα, ποτὲ δὲ δεῖ ἄλλῳ νοήματι ἐπιβάλλειν· δεῖ γὰρ μετὰ πάσης ἀσφαλείας καὶ τόνου προάγεσθαι τὸν λόγον. ἐν δὲ τῷ ἀφελεῖ οὐκ ἔτι, ἀλλὰ δοκεῖ ἡ λέξις ὡς ἂν τύχῃ προάγεσθαι [ἀλλʼ] ὑπτίαν ἐμφαίνουσα καὶ μηδεμίαν ἐπιτήδευσιν τῆς λέξεως. ἔτι ἐν μὲν τῷ πολιτικῷ λόγῳ ὅ τι ἂν βούληταί τις σημαίνειν, ὑπὸ τῆς λέξεως τοῦτο αὐτὸ καὶ ἐμφαίνεσθαι μόνον δεῖ, ἐν δὲ τῷ ἀφελεῖ ἡ μία λέξις καὶ ἓν καὶ δύο καὶ τρία σημαίνει ἐνίοτε. κάλλη δὲ ἐν λέξει ἡ παράθεσις τῶν λέξεων ποιεῖ, οἷον ἱπποφορβὸς ἵππων, συοφορβὸς συῶν.
不仅如此,二者的用辞亦非一致,在辞字上亦有某种差异。在政论言辞中,立意时而归于完结,时而又须紧扣另一立意;盖言辞必须带着全然的审慎与张力向前推进。但在朴实言辞中则不再如此,用辞看似信手拈来,显出平易舒卧之态,毫无字句之雕琢。再者,在政论言辞中,凡欲表意者,用辞必须仅显该义本身;而在朴实言辞中,单单一词有时却兼表一、二甚至三层涵义。词语的并列会产生用辞之美,诸如“放马之马夫”、“牧猪之猪倌”。
καὶ περὶ τοὺς ῥυθμοὺς ὁμοίως λέγομεν διαφοράν τινα εἶναι τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ, καὶ ὅλως ἡ διαφορὰ τῆς ἀφελείας πρὸς τὸν πολιτικὸν λόγον, ὅτι τῆς μὲν ἀφελείας ἐστὶ τὸ ἁπλῶς προχωρεῖν τὸν λόγον καὶ ἕλκεσθαι ἀεὶ τὴν ἀκοὴν κατὰ τὸ ὅμοιον καὶ μηδαμοῦ ἐγκοπὰς εἶναι τοῦ λόγου μηδὲ ἐνίστασθαί που πρὸς τὴν ἀκοήν· ὅπου δὲ προϊόντος τοῦ λόγου ὑποστροφὴ γέγονε καὶ ὥσπερ τι πρὸς τὴν ἀκοὴν ἀντέστη ἐκ τῆς ἐγκοπῆς τῆς κατὰ τὴν ὑποστροφήν, ἐνταῦθα ἀγωνιστικὸν τὸ σχῆμα καὶ λόγος ἤδη τῷ ῥυθμῷ πολιτικώτερος γέγονεν· ἐπιστρέφει γὰρ ἀεὶ τὸν ἀκροατὴν τὰ τοιαῦτα καὶ οὐκ ἐᾷ ἁπλῶς ἐπακολουθεῖν, ὅπερ ἐργάζεται ἡ ἀφέλεια.
关于韵律,我们同样断言政论言辞与朴实言辞之间存在某种差异。总体而言,朴实与政论言辞的差异在于:朴实之特性在于言辞平直前行,听觉始终以匀称之势被牵引,言辞绝无阻滞,亦不在任何地方违逆听觉;然而,凡在言辞推进中发生折转,且因折转的停顿而仿佛对听觉有所对抗之处,那里的句式即属竞技性,而言辞在韵律上已变得更具政论性;因为此类手法总能收摄听者的心神,不许其仅仅顺从听闻,而这顺从正是朴实之风所产生的效果。
ὡς ἐν τῷ Συμποσίῳ Ξενοφῶν, ἤδη γάρ σοι καὶ τὰ παραδείγματα αὐτῶν ἐκθήσομαι, ἵνα σαφέστερά σοι καὶ τὰ τῆς ἀφελείας θεωρήματα γένηται. αἵ γε μὴν γυναῖκες, ἄλλως τε ἢν καὶ νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ Κριτοβούλου, μύρου μὲν οὐ προσδέονται. καὶ ἡ ὑποστροφή, αὐταὶ γὰρ τούτου ὄζουσι. τοῦτο μὲν οὖν οὕτω δεῖ προσδέξασθαι, οἷον αὗται παρὰ ἀνδρὸς μύρου οὐ προσδέονται, παρʼ ἑαυτῶν γὰρ ἔχουσι νύμφαι γε οὖσαι. τηρῆσαί γε ἄξιόν ἐστι τὸ τῆς ὑποστροφῆς· τῆς μὲν γὰρ ἀφελείας ἦν προελθεῖν3 μέχρι τοῦ μύρου μὲν οὐ προσδέονται, τὸ δὲ τῆς αἰτιολογίας παρατεθὲν κατὰ τὴν ὑποστροφὴν τοῦτο γοργὸν σφόδρα ἐποίησε τὸν λόγον αὐταὶ γὰρ τούτου ὄζουσι, καὶ κινδυνεύει καὶ πολιτικὸς γεγονέναι τῷ ῥυθμῷ ὁ λόγος.
正如色诺芬在《会饮篇》中所言——因我如今亦将为你列举其实例,好使朴实的理论对你更为明了: “女人们,尤其是若恰好是新娘,正如在座尼凯拉托斯和克里托布洛斯的妻子,是全然不需要香油的。” 继而发生折转: “因为她们自身就散发着这香气。” 这应当被如此理解:即这些女子无需从丈夫那里获得香油,因为她们身为新娘,自身便拥有它。此处的折转极具留意价值;盖行文至“是全然不需要香油的”本属朴实之风的界限,但借由折转而附加上解释原因的这句“因为她们自身就散发着这香气”,令言辞极为敏捷警拔,言辞在韵律上甚至大有转为政论性之虞。
- 2.1.1.3ὡς ἐν κεφαλαίῳ μάλιστα παραστήσαιμεν
连词 ὡς 后接未带 ἄν 的希求语气动词 παραστήσαιμεν,用作目的从句或表示委婉意图的插入短语(“为了让我们尽可能概括地呈示”)。
- 2.1.1.4διὰ τὸ μηδεμιᾷ ἐπιβολῇ ἐοικέναι τὸν λόγον
由介词 διά 与带冠词的不定式 τὸ ... ἐοικέναι 构成的原因短语。不定式的逻辑主语是宾格 τὸν λόγον,与格 μηδεμιᾷ ἐπιβολῇ 则作为动词 ἐοικέναι 的补足语,意为“因为言辞不类似于任何蓄意谋划”。
- 2.1.1.8τῆς μὲν γὰρ ἀφελείας ἦν προελθεῖν
属格 τῆς ἀφελείας 作为未完成过去时 ἦν 的表语,属于表示性质或特征的属格(所有格的延伸用法),与充当主语的不定式 προελθεῖν 连用,意为“推进至……本是朴实之风的特性”。
