- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.13.1.7-2.13.1.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举了朴素风格(apheleia)的具体技巧,包括不夹带主观情绪的平实叙述、以主格起始、借用日常的外部构想、使用祈愿语气、保持从容舒缓的节奏,以及并列使用不加夸饰、人工雕琢较少的语词。
καὶ τὸ μὴ ἐκπεπλῆχθαι ἐφʼ οἷς ἄν τις ἐκπλαγείη, καὶ τὸ μὴ θαυμάζειν τὰ θαύματος ἄξια, ἀλλʼ ἁπλῶς λέγειν τὰ γεγονότα μὴ ἐνσημαίνοντα παρʼ ἑαυτοῦ1 καὶ τοῦτο τῆς ἀφελείας.
此外,面对任何人都可能惊骇的事物而不惊骇,面对值得赞叹的事物亦不赞叹,只是平实叙述所发生的事,而不显露自身的主观情绪——这也属于朴素风格。
τὸ δὲ καὶ ἀπὸ ὀρθῆς πτώσεως ἄρχεσθαι ἀφελῆ ποιεῖ τὸν λόγον καὶ τὸ κατὰ κόμματα λύειν τὰ νοήματα. πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται τοῖς ἐπινοήμασιν,2 οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα. χρῶνται δὲ καὶ οἱ πολιτικοὶ τοῖς ἔξωθεν ἐπινοήμασιν, οἷον ἱστορίαις ἢ παραδείγμασιν ἀλλὰ θεραπεύουσιν αὐτὰ ἐπαγγελίαις ἢ αἰτιολογίαις.
从主格起始会使言说显得朴素,按短句拆解思想亦然。朴素风格的作者往往使用从眼前主题之外引入的构思,例如:“我们从未察觉到畜群曾联合起来反抗牧人”。政体性演说家也会使用外部构思,例如历史掌故或范例,但他们会通过预先声明或阐明理由来对其进行调和。
πρέπουσι δὲ τῷ ἀφελεῖ λόγῳ καὶ ἐπαλλαγαί, οἷον νομίζει οὐ νομίζων,3 καὶ τὸ ἀπὸ τῶν αὐτῶν ἄρχεσθαι τῆς ἀφελείας ἐστί. τῆς ἀφελείας δὲ καὶ τὸ μὴ τραχέσι χρῆσθαι, ἀλλὰ τοῖς ὑφειμένοις. τραχύτητος μὲν γάρ ἐστιν εἰπεῖν τοῦτο μὲν ἰδίᾳ, τοῦτο δὲ δημοσίᾳ, ὁ δὲ ἀφελὴς οἴκοι φησὶ καὶ ἐπὶ τῶν βωμῶν. καὶ τὸ ταῖς τοιαύταις προθέσεσι χρῆσθαι, οἷον διεθρύλητο γὰρ ἀφελές ἐστι.
词形变奏亦切合朴素言说,例如:“信以为真却又未尝真信”;由相同的词语起始也属于朴素风格。不使用生硬粗粝的语词而采用收敛缓和的语词,同样属于朴素风格。因为说“一方面在私下,另一方面在公事上”属于生硬粗粝,而朴素的说话者则说:“在家里,并在祭坛上”。使用此类提示语,例如“因为曾被传得沸沸扬扬”,亦属朴素。
καὶ τὰ εὐκτικὰ τῆς ἀφελείας μᾶλλον εἶναι δοκεῖ, ὡς ἄξιος εἴη, καὶ εἰ εὐσεβοῖεν, καὶ ὡς φαίη Σωκράτης, καὶ τὰ τοιαῦτα· καὶ ἐν τῇ Ἀναβάσει ὡς πολεμεῖν τε ἱκανοὶ εἶεν, καὶ τὸ ἑξῆς ἐν τῷ ὁμοίῳ σχήματι καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ. τὰ δὲ εὐκτικὰ καθαρὸν ποιεῖ τὸν λόγον.
此外,使用祈愿语气似乎更能归入朴素风格:“说是他配得上”、“假若他们心怀虔敬”、“说是苏格拉底称”等;又如《长征记》中的“以便他们有能力作战”,以及以相同形式紧随其后的“并对他心怀善意”。祈愿语气使言说保持质朴清澄。
καὶ τὸ μὴ ἐπιταχύνειν τὸν τόνον τῆς ἀπαγγελίας, ἀλλʼ ἐπιβραδύνειν καὶ σχολῇ προχωρεῖν τῆς ἀφελείας, οἷον ἀλλὰ μὴν [οἷον] οὐδὲ ταῦτα ἄν τις ἔχοι μέμψασθαι αὐτούς. καὶ τὰς ἐκβάσεις οἱ μὲν πολιτικοὶ εἰώθασι μᾶλλον κατὰ τὰς τῶν ἀτόπων ἐκβάσεις ἐξετάζειν, καὶ τοῦτο τραχύτητα αὐτοῖς ἐργάζεται, οἱ δὲ ἀφελεῖς κατὰ τὰς τῶν ἀγαθῶν ἀποβάσεις μᾶλλον, οἷον τοῦτο γὰρ οὖν ἄλλης μὲν οὐδεμιᾶς ἀρχῆς.
不加快陈述的节奏,而是放慢语速、从容不迫地推进,亦属于朴素风格,例如:“然而,确实甚至就这些而言,亦无人能对其加以指责”。再者,政体性演说家更习惯根据荒谬异常的事态演变来审视结局,这使他们显得生硬,而朴素的作者则更侧重根据良善事物的成效来审视,例如:“因为确实,这绝非任何其他政权的……”。
καὶ τὸ μὴ ὑπερδιατείνεσθαι μήτε τοῖς πράγμασι μήτε τοῖς νοήμασι τῆς ἀφελείας ἐστί, καὶ αἱ μεταβάσεις αἱ τοιαῦται, ἀλλὰ μήν· ὥς γε μήν. καὶ τὸ μὴ οἰκείᾳ ἐπικρίσει χρῆσθαι, ὅταν ἄξιόν τι ἐπαίνου, ἀλλὰ τῇ κοινῇ ἀφελὲς πάνυ, οἷον εὐθὺς μὲν οἱ πολλοὶ ἠγάσθησαν. ἐνταῦθα δὲ καὶ ἑτέρα τίς ἐστιν ἀρχή, τὸ μὴ καθʼ ὑπερβολὴν εἰπεῖν, πάντες ἠγάσθησαν ἀλλʼ ὑφειμένως οἱ πολλοὶ ἠγάσθησαν. ἴδιον δὲ τῶν ἀφελῶν καὶ τὸ τὰ κατασκευαστικὰ παραλείποντας τὰ ἧττον κατασκευαστικὰ λέγειν,4 οἷον τὰς ἐλπίδας ἔχειν δεῖ τῆς σωτηρίας ἐν τῷ μηδὲν ἑαυτοῖς συνειδέναι μήτε ἀσέβημα περὶ θεοὺς μήτε ἀδίκημα περὶ ἀνθρώπους.
在题材和思想上都不过度紧绷,亦属于朴素风格,诸如“然而确实”、“无论如何确实”等过渡语亦然。当某事值得称赞时,不诉诸个人的裁决,而是采用普遍公认的判断,这极显朴素,例如:“多数人旋即赞叹不已”。此处还包含另一重原则,即不作夸大之词说“所有人都赞叹”,而是收敛地说“多数人赞叹”。略去繁复搭建的论证而道出较少人工雕琢的论述,也是朴素者的特征,例如:“应当把获救的希望寄托在自觉问心无愧之上,既不对神明有任何不敬,亦不对世人有任何不义”。
καὶ τὸ τὰ ὀνόματα παράλληλα καὶ ἐπιπεπλεγμένα ἀλλήλοις τιθέναι μηδεμιᾶς ἐργασίας τυγχάνοντα τῆς ἀφελείας ἐστίν, οἷον καὶ Ἴωσι καὶ Αἰολεῦσι καὶ Ἑλλησποντίοις. καὶ τὸ μὴ ἀπέχεσθαι τῶν ἐλάττω δύναμιν ἐχόντων καὶ ἧττον προτιμωμένων, ἀλλὰ καὶ τὸ ἀγορὰν εἰπεῖν καὶ τὸ ἐν ἀγορᾷ, καὶ κατʼ εἶδος σιδηρεῖς, σκυτεῖς, καὶ τὰ τοιαῦτα τῆς ἀφελείας. πολλάκις δὲ ὅταν μείζων ᾖ διαφορά, καὶ οὕτως ἐπιπλέκεις, ἤδη μέντοι τινές εἰσιν, οἳ καὶ ἀφίσταντο, καὶ ποτὲ μὲν αὐτὸ μόνον ψιλὸν εἶπες, ποτὲ δὲ τὴν αἰτίαν παρέθηκας, οἷον ὀρεγόμενοι τῆς ἐλευθερίας. τὸ δὲ ἀντὶ τῶν δεικτικῶν τὰ ἐξεταστικὰ παραλαμβάνειν τῆς ἀφελείας, οἷον δεικτικὸν ἐνάργειαν ἔχον, ἐκεῖνος γὰρ ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων. ἐπιγίγνεται δέ ποτε καὶ ἐνάργεια ἐν ἀφελείᾳ, οἷον ὁ Φιλάμμων, οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου.
不加任何修辞加工而将词语平行并列、彼此交织,亦属于朴素风格,例如:“既对伊奥尼亚人,又对埃奥利斯人,亦对赫勒斯滂人”。不回避分量较轻且较不受推崇的词语,诸如说出“广场”以及“在广场上”,以及按照种属说出“铁匠”、“皮匠”等,均属于朴素风格。当反差更大时,你往往也可以这样交织:“然而已然有人甚至叛离”,有时你仅平铺直叙事实本身,有时则附上原因,例如:“渴望自由”。采用探究性的表达来替代直示性的表达亦属于朴素风格;具有生动性的直示性表达例如:“因为他既统治着大陆上极多的城邦,亦统治着诸岛屿……”。然而,有时在朴素风格中也会产生生动性,例如:“菲拉蒙,并非因为比卡里斯托斯的格劳库斯〔更弱〕……”。
- 2.13.1.7μὴ ἐνσημαίνοντα παρʼ ἑαυτοῦ
现在分词 ἐνσημαίνοντα 作为阳性单数宾格,与其前面的不定式 λέγειν 的逻辑主语(泛指的叙述者)相一致。介词短语 παρʼ ἑαυτοῦ 意为“从自身出发”,指在客观叙述事实时不掺入说话者自身的主观情感或赞叹之意。
- 2.13.1.8ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται τοῖς ἐπινοήμασιν
此处出现语序倒错与离隔修辞(hyperbaton),分词短语 ἐπηγμένοις ἔξωθεν(从外部引入的)修饰与格名词 τοῖς ἐπινοήμασιν(构想/概念),作动词 χρῶνται 的宾语。介词短语 παρὰ τὰ ὑποκείμενα 意为“在眼前基础主题之外/旁”,指从论题所属的直接领域之外借入的比喻或例证性构想。
- 2.13.1.9νομίζει οὐ νομίζων
通过定式动词与否定分词并置构成的句式变奏(ἐπαλλαγή)。将同一动词的定式动词(νομίζει)与分词(οὐ νομίζων)结合,构成一种看似矛盾修辞式的语形变化,体现出朴素言说所特有的轻快自然的起伏,而非刻板严谨的论理对立。
- 2.13.1.12τὰ κατασκευαστικὰ παραλείποντας τὰ ἧττον κατασκευαστικὰ λέγειν
宾格分词 παραλείποντας 作为不定式 λέγειν 的逻辑主语,承接前文属格 τῶν ἀφελῶν 所蕴含的动作发出者。在修辞学术语中,κατασκευαστικά 指经过精心雕琢、论证构建的繁复修辞论据;略去此类论据而选用“较少人工构建的”(ἧττον κατασκευαστικά)质朴论据,正是朴素风格的核心所在。
