← 阿里斯·台德斯

修辞学

§2.13.1.14-2.13.1.20

比较与无连词等构成朴素风格的诸种技法

作者探讨了构成朴素风格(apheleia)的诸种修辞手段,包括比较句式、否定表达、无连词叠用、单项列举以及看似偶然的叙事方式,并将其与政体性演说风格进行对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13.1.14

ἀφελὲς δὲ καὶ τὸ μὴ ὡς ἐν προτάσει κατασκευάζειν, ὅτι καλὸν ἀλλʼ ὡς ἐν συγκρίσει κάλλιον ἄλλου καλοῦ. τὸ δὲ καὶ εἰπόντα τι κατὰ ἀπόφασιν τὴν ὑπερβολὴν εἰπεῖν ἀντὶ τῆς ἀρνήσεως, οἷον οὐδʼ εἰ μέλλοιμί γε. καὶ τὸ ἀντὶ τοῦ ἀκολούθου τὸ ἐναντίον κατὰ ἀναίρεσιν λέγειν ἀφελέστερον καὶ ἐπιμελέστερον, οἷον ἐνταῦθα, ἐπεμελεῖτο, οὗ τὸ ἀκόλουθον ἦν οὐκ ἠμέλει.1

此外,不以正面命题的形式论证某事物美好,而以比较的形式说明它比另一美好之物更为美好,亦属朴素风格。同样,在以否定形式陈述某事时,以夸张之语代替单纯的拒绝亦然,例如:“哪怕我打算如此也绝不”。并且,不说出直接顺承的话,而是通过否定说出相反的对立面,则显得更为朴素而用意周详,例如此处用“他照料”,而其直接顺承之语本为“他未曾忽视”。

§2.13.1.15

καὶ τὰ ἀσύνδετα τοῦ ἀφελοῦς ἐστι· λύει γὰρ τὸν ῥυθμόν. τοῦτο δὲ ἐναντίον μὲν τῷ πολιτικῷ, πρέπον δὲ τῷ ἀφελεῖ, οἷον Ἀθηναίους, Θηβαίους, Ἀργείους, Κορινθίους. ἀφελὲς δὲ καὶ τὸ μὴ ἀθρόως λέγειν· ἀθρόως μὲν γάρ ἐστιν εἰπεῖν οἱ Πέρσαι, μερικῶς δὲ τὰ [δὲ] τῶν Περσῶν.

无连接词连用(叠用无连词)亦属于朴素风格,因为这会打破节奏。这与政体性风格相悖,却切合朴素风格,例如:“雅典人、底比斯人、阿哥斯人、科林斯人”。不作概括性表述亦属朴素;因为概括性表述是指说“波斯人”,而部分性表述是指说“波斯人之事”。

§2.13.1.16

[Καὶ τὸ ἀλλοτρίαις δόξαις ἐπερειδόμενον λέγειν περὶ τῶν πραγμάτων τοῦ ἀφελοῦς ἐστιν, οἷον ἐπειδὴ ἐστασίασαν. ἐπὰν δὲ εἴπῃς, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον.] καὶ τὸ πολλάκις μεταβάλλοντα τὰς πτώσεις τῷ αὐτῷ χρήσασθαι ὀνόματι ἀναστρέφοντα τῆς ἀφελείας ἐστί. τοῦτο μὲν οὖν τοῦ αὐτοῦ τρόπου, τὸ μὴ ἀποκρυψάμενον μήτε τὸ πρᾶγμα μήτε τὸ ὄνομα ἀφανῶς εἰπεῖν, οἷον ἔλεγε δὲ Κύρῳ. συγγραφικὸν δὲ εἰ δεῖ τελείου λόγου, τὸ ἐπὶ τοῖς κατʼ εἶδος ὀνόμασι καὶ [τὸ] ἀόριστον ἐπενεγκεῖν,2 οἷον Γοργίᾳ καὶ Προδίκῳ καὶ ἄλλοις πολλοῖς. ὅταν δὲ τὸ νόημα ἐξ ἑνὸς τοῦ συμπληροῦντος ὀνόματος ἀπαρτίζηται καὶ ἐπὶ τελευτῆς στῇ ἐφʼ ἑνὶ ὀνόματι, ὥσπερ ἐνταῦθα, ὡς δὲ πάνυ φανερὸς ἦν ἀχθόμενος, εἰ μὴ ἕψοιντο, συνηκολούθησαν,3 συγγραφικόν ἐστι καὶ λόγου ἦθος ἔχοντος. καὶ τὰ καθʼ ἓν λεγόμενα, οἷον πάντα μὲν χαλκόν, πάντα δὲ φοίνικα, τῆς ἀφελείας ἐστί, τὸ δὲ κατὰ πλῆθος τῆς περιβολῆς καὶ τοῦ ἀξιώματος.

〔依凭他人的看法来谈论事物亦属于朴素风格,例如:“由于他们结党内讧”;但每当你说“而由于他们结党内讧”时,便会使言说显得生硬。〕此外,屡次变换格位,并将同一名词倒置语序加以使用,亦属于朴素风格。这也属于同一种方式,即不掩饰事实或名称而含糊言说,例如:“他向居鲁士说”。若需要完备充实的言说,在种属固有名词之后附加上不定代词,则属于史传散文家的手法,例如:“对高尔吉亚、普罗狄科以及其他许多人”。当文意由一个起补充完成作用的词来收束,并在句末停顿于这一个词之上时,正如这里的“因为显而易见,若他们不愿跟从,他便甚为不悦,于是他们跟从了”,这便属于史传散文家的作风,且属于具有性格特征的言说。像“全为青铜,全为绯红”这般逐一陈述的表达亦属于朴素风格,而汇总为整体表达则属于闳丽与威严。

§2.13.1.17

αἱ συμπλοκαί εἰσι μὲν μᾶλλον τῶν ἀγωνιστικῶν, γένοιτο δʼ ἄν ποτε καὶ ἐν ἀφελεῖ λόγῳ, ὅταν ἡ μὲν ἀρχὴ συνεστραμμένη ᾖ, διὰ τὴν συμπλοκήν, τὰ δὲ ἑξῆς λελυμένα, οἷον ἔκαιε καὶ ἐπόρθει. δριμύτητα δὲ ποιεῖ καὶ ἡ ἐπαναφορὰ τῆς συμπλοκῆς, ἅμα μὲν ἔκαιεν, ἅμα δὲ καὶ κηρύγματι ἐδήλου, οὐχὶ διεκήρυττεν οὐδὲ ἐκέλευε κηρύττειν.

交织连缀更多属于争辩性文体,但有时亦可在朴素言说中出现,只要其开端因交织而紧凑,随后的部分则松解从容,例如:“既焚烧又劫掠”。交织的首语复沓亦产生锐利感:“既在焚烧,同时亦通过告示加以表明”,而非“到处告示”或“命令告示”。

§2.13.1.18

ἐξαρκεῖ δὲ καὶ ἐν ἀφελεῖ λόγῳ οὐ μόνον αὐτὰ εἰπεῖν τὰ γενόμενα, ἀλλὰ καὶ ὡς ἔτυχε γενόμενα εἰπεῖν, οἷον Φίλιππος δὲ ὁ γελωτοποιὸς κρούσας τὴν θύραν. τὸ δὲ κρούσας τὴν θύραν παραπεφύλακται μέν, ὅτι οὐ κόψας μόνον, ἀλλὰ καὶ κρούσας λέγεται ἔνιοι δὲ οὐχ οὕτως οἴονται· ὅτι δὲ Ἑλληνικόν ἐστιν, οὐδὲν δεῖ διαφέρεσθαι. σὺ δέ, εἰ ἐβούλου πολιτικῶς αὐξῆσαι τὸν λόγον, παρετίθεις ἂν αὐτοῖς καὶ τὰς δυνάμεις, Φίλιππος ἦν γελωτοποιός, ὅστις ἐξαίφνης ἐπίσταται, καὶ ἐπειδὴ οὐδένα αὐτοῦ πλησίον κατέλαβε, τὸ μὲν πρῶτον ἔγνω εἰσπηδῆσαι, ἐδόκει δὲ αὐτῷ σημᾶναι πρὸς ἕτερον, καὶ ἔκοπτε προσελθὼν τὴν θύραν.

在朴素言说中,不仅陈述发生的事实本身,而且将其叙述得宛如偶然发生,这亦足矣,例如:“弄臣菲利普敲门”。这里“敲门(krousas)”一词之所以受到讲究,是因为不仅可以说“kopsas”,亦可以说“krousas”,尽管有人不以为然;但无需怀疑这是纯正的希腊语。假若你想以政体性演说的方式扩充言辞,你便会把人物的心理机能与意图一并附上:“菲利普本是个弄臣,突兀到来,因见身旁空无一人,起初决意径直闯入,但又觉得宜向他人示意,便走上前去敲门”。

§2.13.1.19

τὸ δὲ καὶ ταῖς τῶν ἄλλων δόξαις ἐπερειδόμενον ἔνια τῶν πραγμάτων λέγειν ἀφελοῦς ἐστιν, οἷον ὡς λέγεται. πολιτικοῦ δὲ ἀνδρός ἐστι τὸ αὐτὸν ἀφʼ ἑαυτοῦ τὰ πλεῖστα εἰσάγειν, οἷον ὁ μὲν Θουκυδίδης ἀφελῶς εἰρηκέναι δοκεῖ, στασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά, ὡς λέγεται, ἐὰν δὲ εἴπῃ, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον.

依凭他人的看法来陈述某些事物亦属于朴素风格,例如“正如世人所传”。然而凡事多从自身立场提出,则是政体性演说家的作风;例如修昔底德似乎便说得很朴素:“正如世人所传,在他们彼此内讧多年之后”;但若他说“而由于他们内讧”,则使言说显得生硬。

§2.13.1.20

ἔνια δὲ τοῖς μὲν ἀφελέσι καλά, τοῖς δὲ πολιτικοῖς ταπεινά, οἷον τὸ λαγῶν βίον ζῶν· τοῦτο γὰρ ἐπὶ διασυρμῷ μὲν εἴρηται, ἔχει δὲ χώραν· ἄλλως γὰρ ἐν ἀφελείᾳ ὁ λόγος προάγεται, ἄλλως ἐν εὐτελείᾳ. ὅταν οὖν τι θέλῃς διασῦραι, καθʼ ἓν κόπτων εἴσαγε, οἷον ὡς ὁ Δημοσθένης, ἔξαρχος καὶ ἡγεμὼν καὶ κιττοφόρος. προσήκει δὲ ἐν ἐπιμελείᾳ καὶ διαλόγῳ ἀφέλειαν ἐν λόγῳ μεμῖχθαι ταῖς ἀρχαῖς τοῦ ἀξιώματος. καὶ ἡ εἰς ταὐτὸν κατάληξις, ἀποτεταγμένη μέντοι, ἵνα μὴ διαφθείρῃ τὸν λόγον, ἀφέλειαν ποιεῖ.

有些表达对朴素风格而言甚好,但对政体性演说家而言则显鄙俗,例如“过着野兔般的生活”;因为此话虽为嘲讽而发,却自有其地位,因为言说在朴素中是一种展开方式,在下贱猥琐中又是另一种展开方式。因此,每当你意图嘲讽某事时,便将其逐一拆散切分而引入,犹如德摩斯梯尼所言:“领唱者、向导、负常春藤者”。在精雕细琢之作与对话体中,言说中的朴素风格宜与威严风格的起始原则相融合。此外,归结于相同的尾声,但保持克制收敛以免败坏言论,亦能造就朴素风格。

语法注3 条
  1. 2.13.1.14οὗ τὸ ἀκόλουθον ἦν οὐκ ἠμέλει

    关系代词 οὗ 的先行词为紧接其前出现的动词 ἐπεμελεῖτο(“他照料”)。未完成过去时 ἦν 表达一种逻辑上原本对应的关系,即“其本应顺承对应的直接说法是‘他未曾忽视(οὐκ ἠμέλει)’”。

  2. 2.13.1.16συγγραφικὸν δὲ εἰ δεῖ τελείου λόγου, τὸ ἐπὶ τοῖς κατʼ εἶδος ὀνόμασι καὶ [τὸ] ἀόριστον ἐπενεγκεῖν

    主句中充当表语的形容词 συγγραφικόν,其真正主语是带有冠词的不定词短语 τὸ ... ἐπενεγκεῖν(“加上……”)。插入的条件从句 εἰ δεῖ τελείου λόγου(“若需要完备充实的言说”)界定了采用此类史传散文家手法的具体语境。

  3. 2.13.1.16ὡς δὲ πάνυ φανερὸς ἦν ἀχθόμενος, εἰ μὴ ἕψοιντο, συνηκολούθησαν

    此句为引文范例,用以说明文意由末尾的一个词收束停顿的句式构造(ἐπὶ τελευτῆς στῇ ἐφʼ ἑνὶ ὀνόματι)。从属从句(ὡς... ἦν ἀχθόμενος 以及条件从句 εἰ μὴ ἕψοιντο)先行,最终由句末的单一主动词 συνηκολούθησαν(“他们跟从了”)完成全句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.13.1.14-2.13.1.20