- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.13.1.5-2.13.1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了朴素文体易流于卑俗的危险及其规避方式(同义词并置、隐喻、选用多义词),并对比分析了德摩斯梯尼与色诺芬在处理微贱题材与句法表达上的修辞技巧。
τὸ δὲ τοῖς ὀνόμασιν ἀνεμφάτως χρῆσθαι εὐτέλειαν ἐργάζεται. διὸ καὶ τὸν ἀφελῆ λόγον κίνδυνος εἰς εὐτέλειαν περιελθεῖν, ἐγγυτάτω γινόμενον διὰ τὸ καὶ τοιούτοις ὀνόμασι χρῆσθαι. ἔστι τοίνυν ἐκφεύγειν καὶ περιΐστασθαι τὴν εὐτέλειαν τῇ τῶν ἰσοδυναμούντων παραθέσει,1 οἷον ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τὴν τελευτὴν τοῦ βίου. τὸ δὲ καὶ τοῖς ὀνόμασι τοῖς ἐπὶ ἑτέρων πραγμάτων κειμένοις κατὰ μεταφορὰν χρῆσθαι τῶν ἀφελῶν ἐστιν, οἷον πολλοὺς ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο, καὶ πάλιν τοὺς τῶν Ἑλλήνων ἀκολούθους· τοὺς γὰρ τελευταίους τῶν Ἑλλήνων οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι· καὶ τὸ διὰ τοῦ αὐτοῦ ὀνόματος ἔπειθον, ἐπείσθημεν· καὶ διακόψαντα τὰ νοήματα, πρέσβεις ἐπέμψαμεν· τὸ γὰρ λελυμένα ἀπʼ ἀλλήλων προάγειν ἀφελῆ τὸν λόγον ποιεῖ καὶ ἦθός τι ἐμφαίνει, ὡς αὐτὰ γεγενημένα μετὰ τάχους λέγοντος. καὶ ὅσα δὲ ὀνόματα τόπων καὶ χωρίων πρόσφορά ἐστιν ἐν ἀφελεῖ λόγῳ, ταῦτα χρὴ ἐπιλέγεσθαι, ἔτι δὲ τὰ ἥττω ἔχοντα δύναμιν καὶ ἧττον προτιμώμενα, οἷον γυμνάσια, ἱππόδρομοι, ὅταν [δὲ] δὴ καὶ παρατιθῇς ἐπιλεγόμενος γυμνάσια ἀνδρῶν γυμναζομένων, ἱππόδρομοι ἱππέων ἱππαζομένων, ταῦτα πάντα τῆς ἀφελείας. δεῖ δὲ καὶ τὰ ὀνόματα ἐν τῷ ἀφελεῖ λόγῳ μὴ καθʼ ἑνὸς μόνον πράγματος προάγεσθαι, ἀλλὰ καὶ δύο καὶ τρία σημαίνειν, οἷον ἐπειδὴ τὸ [τε] ἀπιέναι εἴδη πλείω ἔχει τινά, πάντα ταῦτα ἐπισκεπτέον· περιέχει γὰρ ἐν αὑτῷ καὶ τὸ πλησίον καὶ τὸ πόρρω καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ, καὶ πράγματα ἔχειν καὶ παρέχειν, καὶ ὅλως μυρία ἐστίν, ἃ σημαίνει. καὶ τὰ τοιαῦτα δὲ τῶν ὀνομάτων, ἐν οἷς περὶ κριθῶν καὶ ἀλεύρων καὶ ἐλαίου ἔστιν εἰπεῖν, ἀφέλειαν δοκεῖ μᾶλλον ἐν τῷ λόγῳ ποιεῖν· περὶ ἧττον γὰρ ἐνδόξων ὁ λόγος γίνεται. πολιτικὸς δὲ ἀνὴρ ὀκνήσειεν ἂν προσελθεῖν τοιούτοις ὀνόμασιν· ὅπου δʼ ἂν προσίῃ, εὖ εἰδέναι χρή, ὅτι ἢ ἐνεργείας ἕνεκα, ἢ ὥστε ἦθος ἐν τῷ λόγῳ γενέσθαι, ἐπικατενεχθήσεται. ὁ ῥυθμὸς δὲ διάφορος ὢν ἀνασώζει τὰ πράγματα, καὶ οὐκ ἔτι ἐστὶν περὶ τὰ ἐννοήματα, ἀλλὰ περὶ τὴν ἀπαγγελίαν ἡ ἀνομοιότης τοῦ λόγου τοῦ πολιτικοῦ· τὸ μὲν γὰρ ἀποτετελεσμένον καὶ ὁλοκλήρως τὸ πολιτικὸν καὶ τῇ ἐννοίᾳ καὶ τῇ ἀπαγγελίᾳ τοιοῦτον εἶναι προσήκει. ἐνίοτε δὲ ἡ μὲν ἔννοια ἀφελής ἐστιν, ἡ δὲ ἀπαγγελία πολιτική, ὡς καὶ ἐν τῷ πρὸς Καλλικλέα ὁ Δημοσθένης, κριθῶν μὲν βρεχθῆναι, καὶ ξηραινομένους ἰδεῖν αὐτὴν μηδὲ τρεῖς μεδίμνους, ἀλεύρων δὲ ὡς ἡμιμέδιμνον· ἐλαίου δὲ ἀποκλιθῆναι κεράμιον φάσκειν, οὐ μέντοι [ταῦτα] παθεῖν γε οὐδέν. καὶ τοῦτο δὲ μετὰ σεμνότητος, ὅπου γε αὐτὸ τὸ κύριον λεχθὲν κινδυνεύει εὐτέλειαν ποιῆσαι, ὥσπερ εἰ ἔλεγες, οὐ μέντοι ἐκχυθῆναί γε, ἐνταῦθα ὁ δὲ ἀντὶ τοῦ κυρίου καὶ τοῦ κατʼ εἶδος ἐν γένει μεταβαλὼν εἶπεν,2 οὐ μέντοι παθεῖν γε οὐδέν. καὶ τὸ διὰ τῶν αὐτῶν ὀνομάτων ἐπιπλέξαι δοκεῖ μὲν τοῦ ἀφελοῦς εἶναι λόγου, ἐκλύει δὲ τὸν τόνον τοῦ πολιτικοῦ λόγου, ὡς καὶ ἐν τῷ τῆς παραπρεσβείας ὁ Δημοσθένης, τίς γὰρ οὐκ οἶδεν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας, ταύτην μέντοι τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν πραγμάτων ἀσφάλειαν ἐπιφορικῶς ὡς ἐν συμπληρώσει ἐπήνεγκε.3
平铺直叙地使用词语而不加寄寓会产生卑俗。因此,朴素言说也有沦为卑俗的危险,正是因为使用此类词语而与卑俗极为相近。因此,通过并置同义对等的表述可以摆脱并避免卑俗,例如:“当大流士病重并预感到生命的终结时”。 将适用于其他事物的词语以隐喻方式使用,也属于朴素风格,例如:“他使许多人成为他友谊的倾慕者”,又如:“希腊人的随从”;因为他毫不犹豫地将希腊军队的后卫称为“随从”;又如通过同一词根的重复:“他们曾劝导,我们被劝导”;以及切断思想:“我们派出了使节”。因为将彼此独立的事件相继道出,会使言说显得朴素,并展现出某种品格(ethos),如同叙述者在匆忙中讲述真实发生的事情一般。 此外,凡是适用于朴素言说的地点和处所的名称,都应当选用,尤其是那些分量较轻、较不显赫的名称,例如“体育场”、“赛马场”;若你挑选并并置作:“锻炼之人的体育场,骑乘之骑士的赛马场”,这些都全属于朴素风格。 在朴素言说中,词语也不应仅指涉单一事物,而应当兼表两三种含义;例如,由于“离去”包含数种形态,所有这些都必须予以审视:因为该词本身包涵了切近与遥远、陆上与海上、身负麻烦与带来麻烦,总括而言,它所蕴含的意义不可胜数。 而那些可以谈及大麦、面粉和食油之类的词语,似乎更能使言说产生朴素感;因为言说所涉及的是较不显赫的事物。政体性演说家往往不愿涉及此类词语;而一旦他涉及,就必须明确知道,他屈就使用这些词语,要么是为了生动性,要么是为了在言说中营造品格。 然而,相异的节奏拯救了事物,政体性言说的差异性不再存在于思想中,而在于表达方式上;因为完全成熟且彻底的政体性言说,在思想和表达方式上都理应如此。 有时思想是朴素的,而表达方式却是政体性的,正如德摩斯梯尼在《反卡利克勒斯》中所言:“大麦受潮浸湿,而她亲眼见到正在晾晒的甚至不足三美狄姆诺,面粉约有半美狄姆诺;又声称油罐被撞倒,然而并未遭受任何损坏”。这也是带着庄重处理的;在直接说出本名可能产生卑俗危险的地方——正如若你说“然而至少未曾洒出”——此处演说家放弃了本名和种概念词,转用属概念词说道:“然而并未遭受任何损坏”。 此外,通过相同的词语交织复沓,虽然看似属于朴素言说,却会松弛政体性言说的张力,正如德摩斯梯尼在《论使节渎职》中所作的那样,作为补充以附着递进的方式追加道:“因为谁不知道,由于福基斯战争,以及福基斯人占据皮莱,从这一地点和事态中获得的这层安全……”。
καὶ τὸ τὴν γνώμην προλαβεῖν τῆς ἀφελείας ἐστίν, οἷον εὖ εἰδώς, καὶ ἡγούμενος, καὶ νομίζων. καλὸν δὲ καὶ τὸ ὑποβάλλειν τὰ νοήματα καὶ ὡς ἀπὸ τῆς ἑτέρων γνώμης εἰσάγειν. καὶ μάλιστα αὐτῷ χρῆται ἐν τῇ Παιδείᾳ ὁ Ξενοφῶν ἑκάστοτε λέγων, εἰ μέν τις ὑμῶν τόδε οἴεται.
预先道出自己的判断也属于朴素风格,例如“深知”、“以为”、“认为”。此外,委婉提示思想并将其宛如源自他人的判断般引入,也是一种佳妙手法;色诺芬在《居鲁士的教育》中极常使用这一手法,屡屡说道:“如果你们中有人这样认为”。
- 2.13.1.5τῇ τῶν ἰσοδυναμούντων παραθέσει
手段与格,指避免卑俗(εὐτέλεια)的修辞手段:“通过并置同等语义/效力的表述”。紧随其后的引文(ἠσθένει ... καὶ ὑπώπτευε τὴν τελευτὴν τοῦ βίου)通过将“患病”与“预感生命终结”两个意义相近的短句并列,展示了这一技巧。
- 2.13.1.5ἐν γένει μεταβαλὼν εἶπεν
修辞学与逻辑学用语,指演说家避开具体狭隘的种概念(τοῦ κατʼ εἶδος,即油“洒出”)与固有本名(τοῦ κυρίου),转向更为宽泛的属概念(ἐν γένει,即“受损/被害”),以此维持言语庄重并避免卑俗。
- 2.13.1.5ἐπιφορικῶς ὡς ἐν συμπληρώσει ἐπήνεγκε
副词 ἐπιφορικῶς(“递加地/附加地”)与介词短语 ὡς ἐν συμπληρώσει(“宛如补充/完足一般”)共同修饰主动词 ἐπήνεγκε(“追加/附言”),说明演说家如何运用同一词语的重复交织,以递进补充的方式延展句式并完足语义。
