- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.13.1.1-2.13.1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了朴素风格与政体性演说的差异,通过引用色诺芬在《长征记》和《阿格西劳斯传》中的实例,说明朴素风格如何避免渲染事物的性质,并通过精炼的处理方式与表达风格来舒缓强烈的思想。
πλεῖστον δὲ διαφέρει πρὸς τὸ εἶδος τῶν λόγων ἑκατέρου ἡ διαφορὰ τῶν πραγμάτων, οἷον οἱ πολιτικοὶ ἐπὶ τῶν ἐνδόξων καὶ γνωρίμων πραγμάτων ἢ προσώπων οὐ διαποροῦσιν, ὁ δὲ συγγραφικὸς διαπορῶν καὶ ἐπιδιστάζων καὶ τοῖς ἐνδόξοις ἀφέλειαν ἐργάζεται.
事物的差异对于双方言说的形态有着极大的不同影响;例如,政体性演说家在面对著名且熟知的事物或人物时毫不犹豫,而历史作家通过疑虑和迟疑,即使在面对著名事物时也能营造出朴素感。
τὸ δὲ μέγιστον ἁπάντων ἐν τῷ ἀφελεῖ λόγῳ, τὸ ψιλὰ καὶ καθαρῶς τὰ πράγματα προϊέναι καὶ μὴ ἐπισημαίνεσθαι τὰς δυνάμεις καθʼ ἕκαστον· τοῦτο γὰρ πολιτικοῦ ἀνδρὸς τὸ ἐπισημαίνεσθαι, ὅταν μὴ μόνον τὸ πρᾶγμα, ἀλλὰ καὶ τὴν ποιότητα προστιθῇς, ἐὰν μέγα ᾖ ὡς μεγάλου, ἐὰν δὲ δεινὸν ὡς δεινοῦ,1 ὧν ἀμοιρεῖν δεῖ τὴν ἀφέλειαν. αὐτίκα γοῦν ὁ μὲν ἀφελὴς λέγει, παρελθὼν ταῦτα εἶπεν, ὁ δὲ Δημοσθένης, ἀναστὰς εἶπεν πολλῶν, ὦ Ζεῦ καὶ θεοί, θανάτων ἀξίους λόγους.
在朴素言说中最重要的一点,在于让事物质朴而纯净地展开,而不去逐一强调其分量。因为予以强调乃是政体性演说家的做法——即当你不仅呈示事物本身,而且还添加其品质,若其重大则视同重大,若其可怕则视同可怕,而朴素风格必须摒除这些。例如,朴素者会说:“他走上前来,说了这些话”;而德摩斯梯尼却说:“他站起身来,说出了——啊,宙斯与诸神啊——罪该万死的言辞”。
πολλαχοῦ δὲ ὁ Ξενοφῶν πολλαῖς βίαις καὶ Δημοσθενικαῖς κατὰ τὰς ἐννοίας χρῆται, μόνῃ δὲ τῇ μεταχειρίσει διαλλάσσει, ὡς καὶ ἐν τῇ Ἀναβάσει λογισμούς τινας λέγων περὶ τοῦ Τισσαφέρνους, ὅτι οὐκ ἐπιβουλεύει τοῖς Ἕλλησιν, ἐπειδὴ ἄπιστόν ἐστι τὸ πρόσωπον πρὸς τὸ βουληθῆναι ἐπιβουλεῦσαι,2 καὶ οὐκ ἔχει ἐκ τῆς κρίσεως αὐτὸ συστῆσαι, μεταβὰς ἐκ τῆς δυνάμεως αὐτὸ πιστοῦται, εἰ δὲ δυνάμενοι κακῶς ὑμᾶς δρᾶν οὐ ποιοῦμεν, δῆλον ὅτι οὐδὲ βουλόμεθα. τί οὖν ἐστι τὸ πεποιηκὸς ἀφελῆ τὰ οὕτως βίαια νοήματα; ὁ τρόπος τῆς μεταχειρίσεως· παραθεὶς γὰρ ἐξ ὑπάρξεως καὶ στερήσεως καὶ κόψας τὰ νοήματα λέγει, πότερον ὅτι ὑμεῖς μὲν ἐν τῇ οἰκείᾳ, ἡμεῖς δὲ ἐν τῇ ἀλλοτρίᾳ, καὶ πότερον ὑμεῖς μὲν εὐπορεῖτε, ἡμεῖς δὲ ἀποροῦμεν; οὐδὲν οὖν ἄλλο τὸ ἀνεικός3 ἐστι τὰ νοήματα ἢ ὁ τρόπος τῆς ἀπαγγελίας. ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ πεποίηκεν· ἐπειδὴ γὰρ ἐν τῇ ἐννοίᾳ τραχὺς ἦν ὁ λόγος, τῇ ἀπαγγελίᾳ εἰς ἀφέλειαν μετεχειρίσθη, εἰ διότι καλὸς κἀγαθὸς ὑπερβαλλόντως ἐγένετο, διὰ τοῦτο μηδὲ μετρίων ἐπαίνων τύχοι. ἀλλὰ τοῦτο πῶς λέγω; ὅτι ἐὰν ἡ ἔννοια ᾖ τοιαύτη, τραχεῖαν τὴν μεταχείρισιν ποιεῖ· οὐ γὰρ εἶπε σχετλιάσας, ὥσπερ ὁ Δημοσθένης, δεινὸν γὰρ ἂν εἴη, εἰ αἱ παρὰ Φιλίππου πεμπόμεναι ἐπιστολαί. ἔνιαι δὲ χρήσεις ἴδιαι τῶν ἀφελῶν εἰσι καὶ οὐκ ἂν μετήνεγκες οὐδαμῶς εἰς πολιτικὸν λόγον, ὡς καὶ ἐνταῦθα τὸ ὑπερβαλλόντως ἀνὴρ ἀγαθὸς ἐγένετο.
色诺芬在许多地方采用了许多在思想上强烈且具德摩斯梯尼风格的内容,仅仅在处理方式上有所不同。正如在《长征记》中,当就提萨斐尼提出某些论证、说明他并未图谋危害希腊人时,鉴于该人物在是否意图谋害这一问题上不可信赖,无法从其心意决断中予以确证,他便转而从其能力中证实之:“如果我们有能力危害你们却未曾动手,显然我们连意图都没有”。那么,是什么使如此强烈的思想变得朴素了呢?正是处理方式的样态;因为他将存在与缺失并置,并将思想细加截断后说道:“难道是因为你们身处故土,而我们身处异乡?又难道是因为你们物资充裕,而我们匮乏困窘?”因此,舒缓思想紧张的无非是表达风格的样态。正如他在《阿格西劳斯传》中所做的那样;因为由于言说在思想上原本峻烈,便通过表达风格被处理成了朴素:“如果因他变得无比卓越高尚,就因此连适度的赞扬都得不到的话”。但我这样说是什么意思呢?意思是,如果思想本身如此,就会使处理方式显得峻烈;因为他没有像德摩斯梯尼那样愤慨地抱怨:“因为如果腓力派人送来的书信……那将是可怕的”。某些用法是朴素风格特有的,绝不能移用到政体性言说中,正如这里的“他成了一位无比卓越之人”一样。
ὅλως δὲ πανταχοῦ, ὁποσαχοῦ ἐν ἐλαχίστῳ πολλὰ πράγματα τὰ λελυμένα εἴρηκε καὶ ἀπήρτικε τὸ νόημα, εὐρύθμως εἴρηκεν, οἷον ἐπεὶ δὲ ἀνέστη, συνανέστησάν με ταύτης4 πᾶσαι αἱ ἀμφʼ αὐτήν. οὐ μὴν οὐδὲ πολλὰ δεῖ περιλαμβάνειν πράγματα ἐν τῷ ἀφελεῖ λόγῳ, ὡς ὁ Δημοσθένης ἐποίησεν, εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες, ἀλλʼ ἐν ὀλίγοις, ὡς ἂν εὐπαρακολούθητος ᾖ μάλιστά σοι ὁ λόγος.
总体而言,在所有以最少篇幅叙述众多独立事物并使思想完足的地方,他的表达都富有节奏,例如:“当她站起身来,她身边所有的妇人都随她一同站起”。然而,在朴素言说中也不应当像德摩斯梯尼那样包罗过多事物——“因为如果当我们援助了优卑亚人回来时……”——而应当包罗较少的事物,以便言说对你而言尽可能易于跟进理解。
- 2.13.1.2ἐὰν μέγα ᾖ ὡς μεγάλου, ἐὰν δὲ δεινὸν ὡς δεινοῦ
依附于前文 προστιθῇς(添加)的省略结构。其完整构造为 ἐὰν μέγα ᾖ [τὸ πρᾶγμα], ὡς μεγάλου [πράγματος τὴν ποιότητα προστιθῇς],属格 μεγάλου 与 δεινοῦ 属于省略了被修饰名词(如 πράγματος)的描述性属格。
- 2.13.1.3πρὸς τὸ βουληθῆναι ἐπιβουλεῦσαι
介词 πρός 与带冠词不定式 τὸ βουληθῆναι 搭配,表示前文 ἄπιστον(不可信)所涉及的范围或方面(“在是否意图图谋这一点上”)。随后的不定式 ἐπιβουλεῦσαι 是 βουληθῆναι 的补足语。
- 2.13.1.3τὸ ἀνεικὸς
动词 ἀνίημι(放松、缓解)的完成时能动分词中性形式(或中性名词化用法),后接宾格 τὰ νοήματα 作为其直接宾语。在上下文中意为“舒缓思想紧张之物”。
- 2.13.1.4συνανέστησάν με ταύτης
文中的 με ταύτης 乃是抄本中介词短语 μετʼ αὐτῆς 的讹误(参见色诺芬《居鲁士的教育》5.1.4 的原文 συνανέστησαν μὲν αὐτῇ πᾶσαι)。在句法上充当状语,意为“随她一同”。
