- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.13.1.22-2.13.1.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引色诺芬的实例,论述了朴素风格(apheleia)的诸多特征,包括将收束内容留置句末、先叙轻微心绪再叙重大事迹、选用平淡内敛词汇、以历史现在时代替过去时,以及通过比较级弱化宏大叙事等修辞手法。
ἐκεῖνο δὲ μάλιστα τήρει ἐν τοῖς νοήμασιν, ὅτι δεῖ τὰ συμπληροῦντα ταμιεύεσθαι καὶ τελευταῖα τιθέναι, ὡς ἂν καὶ σεμνότητος ὁ λόγος μετέχοι. ὅρα δὲ κἀκεῖνο, ὅτι ἐν τοῖς ἀφελέσι λόγοις, κἂν ᾖ τὰ μὲν μείζω καὶ προτιμότερα τῶν πραγμάτων, τὰ δὲ ἐλάττω, αἰεὶ πρότερον τὰ ἐλάττω τιθέναι εἰώθασιν, ὡς καὶ ἐνταῦθα, μεγάλου ὄντος καὶ ἐνδόξου τοσαῦτα χρήματα Κῦρον δοῦναι τῷ Κλεάρχῳ1 ὁ δὲ οὐκ ἐπὶ τοῦτο εὐθέως ἦλθεν, ἀλλὰ πρότερον τὸ τῆς γνώμης εἶπεν, ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς. ἡ δὲ ἀρχή, Κλέαρχος ἦν Λακεδαιμόνιος φυγάς· τούτῳ συγγενόμενος ὁ Κῦρος ἔχει τινὰ θαυμαστὴν τὸ ὄνομα ἤθους δύναμιν τὸ μὴ εἰπεῖν2 τούτου πειραθεὶς ὁ Κῦρος ἢ τοῦτον κατιδὼν πολλοῦ ἄξιον ὄντα καὶ στρατηγικώτατον, ἀλλʼ ἁπλῶς τούτῳ συγγενόμενος. καὶ τὸ ἑξῆς δὲ τὸ ἑπόμενον αὐτῷ, ὡς ἂν μάλιστα τὸ ἦθος φανείη, οὕτως ἔχει, ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς.
在文意构思中,应当特别注意这一点:必须将作为全篇收束圆满的内容留存到最后,以便言说亦能兼具庄严崇高。此外亦当注意:在朴素言说中,即便事理之中有较大且较显著者,亦有较次要者,人们却惯于始终先陈述较次要者;正如在此处,居鲁士给予克勒阿科斯如此巨款本是一桩重大而显赫的事,但他并未直接切入此事,而是先叙述其心意:“他既赏识他,便给予他一万大流克”。其开端“克勒阿科斯曾是拉刻代蒙的流亡者;居鲁士与之结识……”在遣词上具有某种惊人的品格(埃托斯)力量,因为他未说“居鲁士试探过他之后”或“认清他大有价值且极富将领之才”,而仅平实地说“与之结识”。紧随其后的下一句,为使品格最充分地显露,乃是如此表述:“他既赏识他,便给予他一万大流克”。
πολλάκις εἴρηκα ὅτι τὰ κατὰ σύγκρισιν τῆς ἀφελείας ἐστίν, οἷον ἐφίλει μᾶλλον τὸν Κῦρον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην. ὡς ἔχει καὶ τοῦτο, ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ. καὶ τὸ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι ὀνόμασι καὶ τὰ μικρότερα ἐπὶ τῶν μεγάλων ὀνομάζειν τοῦ εἴδους τῆς ἀφελείας ἐστίν. ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου τῶν τε παρʼ ἑαυτῷ βαρβάρων ἐπεμελεῖτο, ἐπὶ μεγάλου πράγματος ὀνομασίαι μικραί· τὸ γὰρ ἐπιμελεῖσθαι οὐκ ἔστιν ἴδιον ἄλλου τινὸς ἢ τῶν μετρίων, καὶ εἴποι ἄν τις οἴκου ἐπιμελεῖται, ἐπὶ στρατοπέδου δὲ ἧττόν ἐστι τοιούτῳ χρήσασθαι ὀνόματι· καὶ ἐν τῷ Ἀγησιλάῳ, καὶ αὐτοῦ κατέμεινε πάλιν ἡδόμενος τῷ ἔργῳ. τὸ γὰρ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι καὶ μὴ εἰπεῖν, μεγαλοφρονῶν ἢ ἐπηρμένος τῇ νίκῃ, ἀλλʼ ἡδόμενος τῷ ἔργῳ τῆς ἀφελείας.
我曾屡次说过,运用比较级句式属于朴素风格,例如:“比起在位的阿尔塔薛西斯,她更喜爱居鲁士”;又如:“以致对他比起对国王更为亲近友好”。此外,运用较不显豁强烈的词语,并在重大之事上使用较轻微的称谓,亦属于朴素范畴。在《远征记》中谈及居鲁士时说:“他关照身边的异族人”,这是在重大之事上使用微小的措辞;因为“关照”一词只适用于寻常平淡之事,人尽可说“关照家务”,但在军队之事上却极少使用此类词语;在《阿格西劳斯传》中亦有:“他因满意于此战功而再次留驻当地”。盖使用较不显豁强烈的词,而不说“自负”或“因胜仗而趾高气扬”,却说“满意于此战功”,这正属于朴素风格。
καὶ ἡ τοῦ χρόνου παραλλαγὴ τῆς ἀφελείας ἐστί· τὸ γὰρ παρεληλυθὸς εἰς τὸν ἐνεστῶτα ὁρίζονται, οἷον Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἀντὶ τοῦ μετεπέμψατο· ὁ χρόνος γὰρ μεταβληθεὶς τὴν ἀφέλειαν ἐποιήσατο. δεῖ γάρ ποθʼ ἡμᾶς ὑποθεῖναι τὰ γεγονότα ὡς γινόμενα, οἷον καλεῖ αὐτὸν εἰς τὴν οἰκίαν καὶ διαλέγεται αὐτῷ, ὡς νῦν γινόμενον τὸ πάλαι γεγονός, καὶ ἔστι καινοπρέπεια ἐν τῷ τοιούτῳ.
时态的转换亦属于朴素风格;因为人们以现在时来限定过去的事,例如“他从辖区召回居鲁士”,以代替“他曾召回”;盖时态的变换营造出了朴素之感。因为我们有时须将既往之事设定为正如正在发生一般,例如“他唤他入室并与他交谈”,将久远之事视同当下正在发生,此类手法中蕴含着新颖。
ἐὰν δὲ κατὰ συγκριτικὰ ἀφαιρῇς τοῦ μεγέθους, ἐπιμέλεια μᾶλλον γίνεται, ὡς ἐν τῷ Ἀγησιλάῳ ὁ δὲ τῶν Περσῶν βασιλεὺς νομίσας ἁπάντων τούτων Τισσαφέρνην αἴτιον εἶναι, τοῦ κακῶς φέρεσθαι τὰ αὑτοῦ,3 Τιθραύστην καταπέμψας, ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν· καὶ τοῦτο μὲν τῆς ἀφελείας τὸ ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν, τὸ δὲ νομίσας διάθεσίν τινα ἔχει τῶν ὑποκειμένων πραγμάτων· οὐ γὰρ εἶπεν, ἐπειδὴ κακῶς μὲν ἔσχον τὰ τῶν βαρβάρων πράγματα, τοσοῦτος δὲ ὁ θόρυβος καὶ ταραχή, μάχας δὲ τοσαύτας ἥττηντο, τὸ τελευταῖον κατακλεισθέντες ἐπολιορκοῦντο, οὐδὲν τοιοῦτο, αὐτὸ δὲ μόνον ἐξήνεγκε νομίσας, καὶ οὐχὶ ἅμα μὲν παροξυνθεὶς τοῖς συμβεβηκόσιν, ἅμα δὲ ἡγούμενος, ἀλλὰ νομίσας. καὶ ἡ σύγκρισις μετὰ δὲ τοῦτο τὰ μὲν τῶν βαρβάρων ἀθυμότερα ἐγένετο· καὶ οὐκ εἶπεν, ἐν ἀθυμίᾳ δεινῇ, ἀλλʼ ἀθυμότερα. καὶ τὸ μερικῶς δὲ εἰπεῖν τὰ τῶν βαρβάρων, καὶ οὐχ οἱ βάρβαροι καὶ τοῦτο τῆς ἀφελείας, οἷον ὅστις ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων.
然而,若以比较级消解宏大之感,则更多体现出锤炼修饰之功,如《阿格西劳斯传》所载:“波斯国王认定蒂萨弗涅斯乃是所有这些祸患、即其自身事务陷入困境的元凶,遂派遣蒂特劳斯特斯前去,砍下了他的头颅”。此处“砍下了他的头颅”属于朴素风格,而“认定”一词则体现了底层诸事实的某种情状;因为他并未说“由于异族人的事务陷入绝境,骚乱与恐慌如此剧烈,且他们在如此众多战役中屡屡败北,最终被闭锁围困”,毫无此类铺陈,而是仅道出“认定”一词;甚至未说“既因既发之事大为恼火,同时亦认定”,而单言“认定”。比较级的运用亦见于此:“此后,异族人的士气变得更为低落”;他未说“陷入可怕的绝望”,而是说“更为低落”。此外,局部地表述为“异族人的局势”而非直接说“异族人们”,这也属于朴素风格,正如:“他既统治着大陆上的诸多城邦,亦统治着诸岛屿”。
- 2.13.1.22μεγάλου ὄντος καὶ ἐνδόξου τοσαῦτα χρήματα Κῦρον δοῦναι τῷ Κλεάρχῳ
属格独立结构,其逻辑主语为后接的带不定式分句 τοσαῦτα χρήματα Κῦρον δοῦναι τῷ Κλεάρχῳ(“居鲁士给予克勒阿科斯如此巨款”)。中性单数属格分词与形容词 μεγάλου ὄντος καὶ ἐνδόξου 在语法上将整个不定式短语视为其实质主语。
- 2.13.1.22ἔχει τινὰ θαυμαστὴν τὸ ὄνομα ἤθους δύναμιν τὸ μὴ εἰπεῖν
带冠词不定式短语 τὸ μὴ εἰπεῖν... 对主语 τὸ ὄνομα(“该措辞/用语”)或 δύναμιν 起同位语或解释性补充作用,指明其获得惊人品格力量的方式:“未曾言说……,这一措辞便具有了惊人的品格力量”。
- 2.13.1.25τοῦ κακῶς φέρεσθαι τὰ αὑτοῦ
属格冠词不定式短语 τοῦ κακῶς φέρεσθαι... 作为前文 ἁπάντων τούτων(“所有这些事”)的同位语或说明性属格(epexegetical genitive),补充说明灾祸的具体内容:“即其自身事务陷入困境”(亦可视为受 αἴτιον 支配,两者在文意上均界定原因之内涵)。
