← 阿里斯·台德斯

修辞学

§2.13.1.21

直接引语与句段划分在朴素体中的运用

作者探讨了朴素风格中直接引语与句段切分的手法,引述色诺芬《远征记》说明语序倒置、传闻叙事以及剔除冗饰的古朴克制之美。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13.1.21

πάνυ δὲ καλὸν ἐν τοῖς ἀφελέσι τῶν λόγων τὸ τὰς πλάσεις ποιεῖν καὶ ἐνάργειαν θαυμαστὴν ἔχει, οἷον σὺ εἰ ἤθελες πλάσας εἰπεῖν, αὐτὸς δὲ προσῆλθε καὶ εἶπεν ὅτι κατὰ καιρὸν αὐτοῖς ἐντετυχηκὼς εἴη, ὁ δὲ Ξενοφῶν, εἰς καλόν γε ὑμῖν συντετύχηκα· καὶ γὰρ κόπτειν καὶ ἀρχὰς ποιεῖσθαι τῆς ἀφελείας ἐστίν. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὲν ἐξαλλάξῃς καὶ ἀπαρτίζων εἰς πολλὰς ἀρχὰς τὸν λόγον ἐπάγῃς, δοκεῖ τῆς καινοπρεπείας καὶ τῆς λεπτοτέρας ἰδέας εἶναι, οἷον ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη ἡ Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, εἶτα ἄλλη ἀρχή, ἐπὶ ταύτῃ Μίδας τὸν σάτυρον ἐθήρασε, καὶ ἄλλη ἀρχή, ὁ [δὲ] τρόπος τῆς θηράσεως, οἴνῳ κίρνησιν αὐτήν. αἱ μὲν οὖν τοιαῦται ἀρχαὶ καὶ τὸ ὀρθοῦν συνεχῶς οὕτω τὸν λόγον τῆς λεπτοτέρας ἰδέας. τοῦ δὲ ἀρχαιοτέρου τρόπου ἀποτείναντα μιᾷ διεξόδῳ τοῦ λόγου τὸ πᾶν διεξελθεῖν·1 ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, ἐφʼ ᾗ λέγεται Μίδας τὸν σάτυρον θηρᾶσαι· καὶ ὁ τρόπος πῶς; οἴνῳ κεράσας αὐτήν· ἀπὸ μιᾶς γὰρ ἀρχῆς εἰς ἓν τέλος συμπεπέρασται ὁ λόγος. καὶ ἔστι τοῦτο τοῦ Ξενοφῶντος τύπου. περὶ τῶν ἀφανῶν πολλάκις εἶπον ὅτι δεῖ ὡς ἐξ ἀκοῆς λέγειν. ἁρμόζει δὲ τοῦτο καὶ τῷ ἀφελεῖ λόγῳ, οἷον ἐλέγετο, καὶ ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά. περὶ τῶν μυθωδῶν, οὐχ ὅτι ἐγένετο, ἀλλʼ ὅτι λέγεται γενέσθαι. εἴπομεν δὲ ὅτι καὶ αἱ καινοπρέπειαι τῆς ἀφελείας εἰσίν· οὐ χεῖρον οὖν κἀνταῦθα παραδείγματι χρήσασθαι, ὡς ἐν τῇ Ἀναβάσει Κύρου φησὶν ὁ Ξενοφῶν, τὰ Λύκαια ἔθυσε.2 πάνυ δὲ τοῦτο καινοπρεπὲς καὶ ἰδία τις σύνταξις τὰ Λύκαια ἔθυσε. τῷ γὰρ ὀνόματι τῆς ἑορτῆς οὕτω κέχρηται ὡς αὐτῷ τῷ θυομένῳ, εἰπὼν τὸ γινόμενον κατὰ τοῦ ἐν ᾧ γίνεται καὶ διʼ ὃ γίνεται· θύειν μὲν γὰρ ἐν Λυκαίοις σύνηθες εἰπεῖν, θύειν δὲ τὰ Λύκαια τῆς καινοπρεπείας, οἷον εἰ σὺ λέγοις, ἔθυσε τὰ Παναθήναια καὶ ἔθυσε τὰ Ὀλύμπια· σύνηθές ἐστι λέγειν καὶ θῦσαι θυσίας. [καὶ τοῦτο σύνηθές ἐστι λέγειν.] εἰργασμένου δὲ λόγου ἐστὶ τὸ παρατιθέναι τὰ ἐκ τῶν τόπων, ποῦ καὶ τίνος πλησίον καὶ ὑπὸ τῶν, ὡς καὶ ἐν τῇ Ἀναβάσει ἔχει τῇ Κύρου, ἔστι δὲ καὶ μεγάλου βασιλέως βασίλεια ἐν Κελαιναῖς ἔρυμνα ἐπὶ ταῖς πηγαῖς τοῦ Μαρσύου ποταμοῦ ὑπὸ τῇ ἀκροπόλει. εἶτα ἡ αὐτὴ ἐπανάληψις, ὡς εἶναι καὶ ἄλλην ἀρχήν, ῥεῖ δὲ οὗτος καὶ διὰ τῆς πόλεως καὶ εἰσβάλλει εἰς τὸν Μαίανδρον ποταμόν. καὶ ἄλλο πάλιν ἐκ τοῦ τόπου ἔνδοξον, ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐρίσαντά οἱ περὶ σοφίας.3 ἐκεῖνο μὲν οὖν, ὡς προείπομεν, εἰδέναι δεῖ ἐπὶ τῶν μύθων, ὅτι εἰσάγεται οὐχ ὡς ἐγένετο, ἀλλʼ ὅτι λέγεται γενέσθαι. εἶτα καὶ ἐκεῖνο εἰδέναι δεῖ, ὅτι ἀρχαῖος τρόπος, ἐπειδὰν καὶ σφόδρα ἐπὶ ἐνδόξων πραγμάτων ᾖ, οὐκ ἔχει τὴν αὐτὴν περιέργειαν ἐν ἑαυτῷ, ἀλλʼ ἐξαρκεῖ αὐτῷ τὰ πράγματα εἰπεῖν καὶ ὃν τρόπον ἐπράχθη, μηδὲν περιειργασμένον αὐτοῖς· τὸ γὰρ περιεργάζεσθαι καὶ διατρίβειν ἐν αὐτοῖς ἐνδόξοις οὖσι, τοῦτο ἀπάγει τὸν λόγον ἀπὸ τοῦ τύπου τοῦ ἀρχαίου. ἐνταῦθα λέγεται, μή τι εἶπεν, ἐνταῦθά ἐστι Μαρσύας αὐλητής, Φρὺξ τὸ γένος, ᾧ τοσοῦτον ἐπῄει φρονεῖν. διατριβὴ γὰρ γίνεται καὶ περιέργεια. κἀκεῖνο δὲ ὅρα· ἀνέστρεψε γὰρ τὴν τάξιν· τὸ μὲν γὰρ πρῶτον ἦν εἰπεῖν ὅτι ἤρισεν, εἶτα ὅτι ἡττήθη, εἶτα τί ἔπαθε, τὰ δὲ τοιαῦτα, ὅταν ἀναστρέψῃς τὴν τάξιν καὶ τὸ τελευταῖον πρῶτον θῇς, εἶτα οὕτως ἐφεξῆς τὰ πρὸ τούτου, τάχος ποιήσεις τῷ λόγῳ καὶ κάλλος· ὅταν εἰπόντος ὃ ἔπαθεν ὁ λόγος ζητήσῃ διὰ τί ἔπαθεν·4 ἐρίσας οὐ περὶ αὐλητικῆς ἢ μουσικῆς, ἀλλὰ περὶ σοφίας. καὶ τὸ δέρμα ἄλλος μὲν ἂν εἶπεν ὅτι κρέμαται, ἀλλὰ πάλιν νεαροπρεπές· οὗτος δὲ καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί. εἶτα ὡς ἀναγκαῖον καὶ οὐ περιειργασμένον, διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας. ὅρα δὲ καὶ ἐν τούτῳ τὴν ἐγκράτειαν τῶν ἀρχαίων· οὐ γὰρ εἶπε τὸ πάθημα διʼ ὃ τοὔνομα προσέθηκεν τὸ τοῦ Μαρσύου τῷ ποταμῷ, ἢ τὴν συμφορὰν τοῦ αὐλητοῦ· οὐδὲν γὰρ τούτων Ξενοφῶν ποιεῖ, ἀλλʼ ἀρκεῖ αὐτῷ τοσοῦτον μόνον, διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας. εἶτα ἄλλη ἀρχὴ ἐξ ἐνδόξου, ἐνταῦθα Ξέρξης, ὅτε ἐκ τῆς Ἑλλάδος ἡττηθεὶς τῇ μάχῃ ἀπεχώρει. ὅρα καὶ ἐνταῦθα τὴν ἐγκράτειαν· οὔτε γὰρ Σαλαμὶς ἐνταῦθα οὔτε στόλος καὶ πλῆθος πεζῶν καὶ τριήρων, οὐδὲ ὅπως ἡττήθη, οὐδὲ ὅπως ἔφυγεν, οὐδὲ ἄλλο οὐδέν, τοσούτων ὄντων τῶν προσόντων Ξέρξῃ, ἀλλὰ ψιλὸν ὅτε ἐκ τῆς Ἑλλάδος. μεμάθηκας οὖν ὅπως οἱ ἀρχαῖοι ἐπεξέρχονται καὶ ὅση ἐν τούτοις ἐγκράτεια.

此外,在朴素言说中创制直接引语(拟构对话)极为优美,且具有惊人的生动感;例如,假若你想以虚构的方式叙述,你会说:“他走上前来,并说自己正合时宜地遇到了他们”;而色诺芬却说:“我当真在极好的时节遇到了你们。”因为截断句段、屡开新端亦属于朴素风格。在此类情形中,每当你变换句式,使文意完足而将言说引向诸多开端时,它便显得属于新颖而精致的品格,例如:“那里沿途有一处泉水,被称为弗里吉亚国王弥达斯之泉”,随后是另一个开端:“弥达斯曾在此泉旁捕获了萨堤洛斯”,又是一个开端,指明捕获的方式:“以酒混入泉中”。这种多重开端以及如此不断直截立起言说的方式,属于精致的品格。然而,属于更为古朴作风的,则是将整个叙述拉长为单一一贯的文脉:“那里沿途有一处泉水,被称为弗里吉亚国王弥达斯之泉,相传弥达斯曾在此泉旁捕获了萨堤洛斯”;其方式如何?“以酒掺入泉中。”因为言说从单一开端归结于单一终局。这正是色诺芬的典范。关于不明确的事理,我屡次说过应当宛如依据传闻来叙述。这亦切合于朴素言说,例如“据说”,以及“据说他曾给予居鲁士许多钱财”;关于神话传说之事,亦非言其确曾发生,而是言其“相传发生”。我们曾说过新颖的形式亦属于朴素风格;因此在此处援引一例亦无不可,正如色诺芬在《居鲁士远征记》中所言:“他献祭了吕开亚节”。“他献祭了吕开亚节”这一句式极为新颖且造句特异。因为他将节日的名称视作被献祭的牺牲本身来使用,以所举行的事件指代举行该事的时间与由头;盖通常的习惯是说“在吕开亚节上献祭”,而说“献祭吕开亚节”则属于新颖造句,宛如你说“他献祭了泛雅典娜节”或“他献祭了奥林匹亚节”一般;说“奉献祭品”亦是常见的习惯。将源自地理方位的情节附加上去——在何处、临近何物、在何物之下——则属于精心锤炼的言说,正如在《居鲁士远征记》中亦有这般叙述:“在凯赖奈亦有大王的坚固王宫,位于玛耳叙阿斯河源头之上、卫城之下。”随后是同样的复沓,以形成另一个开端:“此河流经城中,汇入迈安德罗斯河。”接着又是该地另一处名胜旧闻:“相传阿波罗在此剥下了玛耳叙阿斯的皮,因玛耳叙阿斯曾就智慧与他争执。”正如我们先前所言,关于神话故事必须明白,引入它们并非指其确曾发生,而是指其“相传发生”。其次亦须明白,古朴作风即便在叙及极为著名的事迹时,其自身亦不带有同样过度的雕琢与冗赘,而只需说出事实及其发生的方式即可,其间毫无过度做作的修饰;盖在著名之事上过度雕琢与流连,会使言说背离古朴典范。“相传在此处”——他断未说:“此处有吹笛人玛耳叙阿斯,本是弗里吉亚人,他曾狂妄自大至此。”因为那样便成了拖沓与琐碎雕琢。且看此点:他颠倒了叙述次序;盖本来应当先说他发起争执,次说他被击败,再次说他遭受了何等遭遇。然而在此类事情中,每当你颠倒次序,将最终结局置于首位,随后再依次叙述其前之事,便会赋予言说以迅捷与华美;盖当叙明其遭遇之后,言辞便会探寻其何以遭受此难:“因其争执的并非吹笛或乐艺,而是智慧”。对于那张皮,换作他人本会说“如今仍悬挂在那里”,但这又属于浮靡近貌了;而他却说:“并将皮悬挂于泉水涌出的洞穴之中”。随后作为必要而非冗余之笔:“因此该河被称为玛耳叙阿斯河”。在此亦当体察古人的克制节抑;因为他并未详陈导致玛耳叙阿斯之名被加诸该河的惨状,亦未铺叙吹笛人的不幸浩劫;色诺芬完全未做此类事情,对他而言仅此一句便已足矣:“因此该河被称为玛耳叙阿斯河”。随后是以一桩著名旧事引出的又一开端:“在此处,薛西斯在战败后自希腊撤退之时……”且看此处之克制节抑:此处既无萨拉米斯,亦无舰队与大量步兵及三层桨座战船,亦未写其如何溃败,如何逃奔,亦无任何其余铺陈;尽管关于薛西斯有如此众多可书之事,却仅有简略的“自希腊之时”。由此你已领会古人是如何展开叙述,以及在这些叙述中有着何等巨大的克制节抑。

语法注4 条
  1. 2.13.1.21ἀποτείναντα μιᾷ διεξόδῳ τοῦ λόγου τὸ πᾶν διεξελθεῖν

    宾格分词 ἀποτείναντα 充当不定式 διεξελθεῖν 的逻辑主语,由句首表属性的属格结构 τοῦ δὲ ἀρχαιοτέρου τρόπου[ἐστί](“属于更为古朴的作风”)所统辖,构成表示泛指说话者的宾格不定式句式。

  2. 2.13.1.21τὰ Λύκαια ἔθυσε

    中性复数宾格 τὰ Λύκαια(吕开亚节)在此作动词 ἔθυσε(献祭)的直接宾语。通常表示场合时会使用介词短语(如 ἐν Λυκαίοις),而此处将节日名称作为类似同族宾格或内含宾格的牺牲本身来使用,作者因而称之为一种新颖特异的句法(καινοπρεπὲς καὶ ἰδία τις σύνταξις)。

  3. 2.13.1.21ἐρίσαντά οἱ περὶ σοφίας

    附缀词 οἱ 是第三人称单数与格代词(作间接反身用法),指代主句主语阿波罗(Ἀπόλλων)。它由表示争竞的分词 ἐρίσαντα 所支配,表示竞争的对手,意为“与他[阿波罗]争执”。

  4. 2.13.1.21ὅταν εἰπόντος ὃ ἔπαθεν ὁ λόγος ζητήσῃ διὰ τί ἔπαθεν

    εἰπόντος 是省略了逻辑主语(即作者)的独立属格([叙述者]说出之后)。从句主语为 ὁ λόγος,动词 ζητήσῃ(ζητέω“探寻、追问”的不定过去虚拟式)表达“在叙述者说出其遭遇之后,言说本身便会探问其为何遭受此难”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.13.1.21