- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.13.1.26-2.13.1.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述用词强度与转喻手法如何营造朴素风格,指出散文比喻应取自日常事物,并阐明历史与其他文类的布局差异,最终对全书修辞理论作出总结。
ἔτι τῶν ὀνομάτων τὰ μὲν σφόδρα σημαίνεται, τὰ δὲ ἧττον, οἷον τὰ μὲν σφόδρα, διεξῆλθεν, ἐξήλασεν· τὰ δὲ ἧττον, ἐπορεύθη, ὡς καὶ ἐπὶ τοῦ Ἀγησιλάου, τῇ δὲ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη καὶ τὴν λοιπὴν πᾶσαν διὰ φιλίας1 ἐπορεύθη ἐς τὰ τῶν Βοιωτῶν ὅρια. ἔχει δὲ καὶ ἡ καινοπρέπεια τὴν ἀφέλειαν· τὸ γὰρ τοῦ προσώπου πρᾶγμα ἐπὶ τὸν τόπον μετέθηκεν· ἀντὶ γὰρ τοῦ εἰπεῖν διὰ τῆς τῶν φίλων λέγει διὰ φιλίας, καὶ ἀντὶ τοῦ διὰ τῆς τῶν συμμάχων διὰ τῆς συμμαχίδος. χρῶνται δὲ οἱ ἀφελεῖς καὶ τῷ ἐνταῦθα ποικίλως· καὶ γὰρ τόπου καὶ χρόνου σημαντικόν ἐστι, τὸ δὲ ἐνταῦθα καταλαμβάνει τοῦ τόπου, ἡ δὲ διάστασις ἀφελής· τὸ γὰρ νόημα ἀπέστησεν ἀπὸ τῶν προηγουμένων. καὶ ποτὲ μὲν τελείῳ δεικτικῷ χρῆται ἐνταῦθα δή, ποτὲ δʼ ἐλλιπεῖ ἔνθα δή.
此外,在诸词语中,有些表达极为强烈,有些则较为温和。例如,强烈的有“穿行越过”、“率军出发”;而较温和的有“前行”。正如《阿格西劳斯传》所载:“次日,越过弗提亚的阿哈伊亚诸山,余下全程皆穿过友好之地前行,直至维奥蒂亚边界”。这种新颖手法亦兼具朴素之风;因为他将属于人物的情状移置到了地域之上:盖未言“穿过朋友们的土地”,而说“穿过友好之地”;未言“穿过同盟者的土地”,而说“穿过同盟之地”。朴素风格的作者在运用“在那里/彼时”一词时亦富于变化;因为该词既可表地点亦可表时间。“在此地捕获/发现”属于地点,而其间的脱节停顿乃是朴素的,因为他使文意与前文切断。有时人们使用完整的指示词“正在那时/彼地”,有时则使用略缩的“正当其时/其地”。
περὶ δὲ τῆς τροπῆς τῆς παρὰ τοῖς συγγραφικοῖς τῶν ἀνδρῶν τοσοῦτον δεῖ εἰδέναι, ὅτι οὐκ ἀπὸ μεγάλων δεῖ οὐδὲ σεμνῶν τὰς τροπὰς λαμβάνεσθαι, ἀλλὰ μᾶλλον ἀπὸ τῶν φαυλοτέρων ἢ κοινοτέρων, ὡς καὶ ἐν τῷ Συμποσίῳ ἔχει, τουτοισὶ τοῖς ἀνδράσιν ἐκκεκαθαρμένοις τὰς ψυχάς· τὸ γὰρ τῶν ἐκκεκαθαρμένων ὄνομα τροπὴν ἔχον ἀπὸ σκευῶν ἢ ἀγγείων, μετενεχθὲν ἀπὸ τῶν κοινοτέρων ἐπὶ τὰ σεμνότερα, ἐπὶ τοὺς ἄνδρας καὶ τὴν ψυχὴν τὴν τῶν ἀνδρῶν οὐ καθαρὰν τὴν τροπὴν πεποίηκεν,2 ἀλλὰ πεφυλαγμένην καὶ συγγραφικήν. καὶ αἱ τοιαῦται τροπαὶ συνήθεις εἰσὶ μᾶλλον τῇ ἀφελείᾳ, οἷον ἡ δὲ οἰκουμένη μέν, σπειρομένη δέ, ἀέναον τὴν τροφὴν παρέχεται. πάνυ δὲ τοῦ ἐγκωμιαστικοῦ εἴδους τὸ τοιοῦτο σχῆμα.
关于散文作家所用之比喻,应当明白如下一点:比喻切不可取自宏大或庄严之物,而宁当取自较微不足道或更为寻常的事物,正如《会饮篇》所载:“给这些心灵已被清洗净化的男人们”。因为“被清洗净化”一词本是取自器皿或容器的比喻,虽由寻常事物转借至更庄严的事物——即男人们及其心灵之上——却并未使这一比喻显得过分突兀露骨,而是含蓄谨慎且合乎散文风格。此类比喻更为朴素风格所习用,例如:“既有人居住、又被播种的土地,源源不断地供给给养”。此类句法完全属于颂赞体式。
τὰ δὲ τῆς τάξεως οὕτως ἔχειν δεῖ, ὅπως ἂν ἑκάστῳ ἁρμόζειν δοκῇ· ἐν μὲν γὰρ ταῖς ἱστορίαις αὐτὰ τὰ πράγματα καὶ τὴν τάξιν τῶν λεγομένων ἀπεργάζεται,3 ἐν δὲ ταῖς ὑποθήκαις καὶ διδασκαλίαις καὶ τοῖς ἀπομνημονεύμασιν, ὡς ἂν βούληταί τις.
关于篇章布局,应当依最切合各类作品的方式来处理:因为在历史著作中,事实本身便决定了叙述内容的先后次序;而在箴规、训导以及回忆录中,则尽可随心所欲予以安排。
ταῦτα οὖν ἀκριβῶς τηρήσας καὶ ἐγγυμνασάμενος αὐτοῖς ποιήσεις καὶ ἀξιώματος ὄντος ἐπιμέλειαν καὶ ἐξ ἐπιμελείας ἀξίωμα, καὶ ἡ ἀφέλεια τοιαύτη ἔσται ἐν πᾶσι τὴν ἰσχὺν τῶν θεωρημάτων ἔχουσα. ταῦτα μὲν οὖν ἱκανῶς ἐπιδέδεικταί σοι περὶ ὧν προεθέμεθα, ὅσα τε θεωρήματα καθʼ ἑκάστην λέξιν περί τε ἤθους καὶ ἀρχὰς λόγου καὶ μεταχείρισιν νοημάτων καὶ γλυκύτητα λέξεως, καὶ ἀφέλειαν πάλιν αὖ λέξεως καὶ διηγήσεις καὶ μυθώδεις ἀγωγάς, καὶ περὶ κάλλους ἐν λόγῳ, καὶ ταῦτα καθʼ ἕκαστον εἴρηται.
因此,若能精详地恪守这些原则并勤加练习,你便能在具备威严之时兼具精微修饰之功,亦能自精微修饰之中生发出威严,而朴素风格亦将在各方面皆具有这些理论原则的力量。至此,关于我们最初提出的论题已向你作了充分的阐述:关于每一词句形式的诸理论原则、品格(埃托斯)、言说之开端、思想构思之处理、遣词之甜美,以及复归于词句之朴素、叙事结构、神话式铺展,以及言说中的优美,皆已逐一论讫。
- 2.13.1.26διὰ φιλίας
省略阴性名词(γῆς 或 χώρας)的结构。作者指出,将原本表示人际关系的属格(τῶν φίλων)转换为指代地域的阴性形容词(φιλίας),属于带来朴素效果的“新颖手法”(καινοπρέπεια)。
- 2.13.1.27οὐ καθαρὰν τὴν τροπὴν πεποίηκεν
καθαράν 用作宾语补足语,意为“未使比喻显得露骨/纯粹比喻化”。与后文的“含蓄谨慎且合乎散文风格”(πεφυλαγμένην καὶ συγγραφικήν)相对照,表明其避免了过分夸张纯粹的诗意比喻,而是采用了适合散文语境的克制转义。
- 2.13.1.28αὐτὰ τὰ πράγματα καὶ τὴν τάξιν τῶν λεγομένων ἀπεργάζεται
标准希腊语语法结构,中性复数主语 αὐτὰ τὰ πράγματα 支配单数动词 ἀπεργάζεται。其中的 καὶ 为副词性用法(“亦”/“连同”),强调事实本身不仅提供了叙述内容,亦决定了所叙述内容的编排次序。
