- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.12.1.1-2.12.1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了色诺芬建构言说开端的技巧,结合《居鲁士的教育》、《回忆录》与《远征记》的实例,对比政体性演说,剖析了朴素体在辞章、句法和节拍停顿上的独特原则。
φέρε δὴ καὶ περὶ ἀρχῆς λόγου καταμάθωμεν, ὃν τρόπον εἴωθε Ξενοφῶν ποιεῖν τὰς ἀρχάς, δεῖ δὲ ἐπὶ πάντων ὁμοίως τῶν λόγων προδιοικεῖσθαι τί χρήσιμον περὶ τὰ πράγματα, καὶ ἢ τὰ ἀντιπίπτοντα λύειν, ἢ συνιστάναι αὐτὰ ἑαυτῷ. ταύτῃ μὲν οὖν ὁμοίως ἔχει τοῖς πολιτικοῖς, τὰ δὲ ἰδιώματα λείπεται τοῖς ἀφελέσι κατὰ τὴν μεταχείρισιν καὶ τὴν ἀπαγγελίαν.
且让我们也来考察一下言说的开端,即色诺芬习惯于如何构建开端。固然,在一切言说中都同样必须预先处理关于事物的切要之处,要么消解相悖的异议,要么自行确立论点。就此而言,这与政体性言说是一样的,但属于朴素言说的特质则保留在处理方式与表达风格之中。
οἱ μὲν οὖν πολιτικοὶ τὰς ἀρχὰς λαμβάνουσι καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων καὶ εἰς αὐτὰ τεινούσας, ὁ δὲ Ξενοφῶν εἰς αὐτὰ τεινούσας οὐκ ἐν ἅπασιν, εἴωθε δὲ μὴ ἀπʼ αὐτῶν λαμβάνειν, ὥσπερ ἐν τῇ Παιδείᾳ ἔννοιά ποθʼ ἡμῖν ἐγένετο· οὐ γὰρ ἀπὸ τῶν Κύρου πράξεων, ἀλλʼ ἐπιχειρηματικῶς ἔξωθεν προήγαγε τὸν λόγον· διὸ καὶ προϊὼν κατὰ λεπτὸν ἔξωθεν τὴν αὔξησιν ἐποίησε.
政体性演说家们从事物本身取材作为开端,并且使其直接指向事物本身,而色诺芬并非在所有情况下都使其指向事物,并且习惯于不从事物本身取材,正如在《居鲁士的教育》中所写: “我们曾一度产生过这样一个念头”;因为他并非从居鲁士的行迹出发,而是从外部以论证性的方式导入言说;因此随着论述推进,他也从外部细致地进行了铺陈增扬。
κέχρηται δὲ καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων ἐν τοῖς Ἀπομνημονεύμασιν, ὥστε ἄντικρυς δόξαι δικανικὸν εἶναι τὸν λόγον κατὰ τὴν ἀρχὴν τῆς πρώτης ὑποβολῆς τῶν πραγμάτων μὴ ἀπηρτισμένου τοῦ νοήματος,1 πολλάκις φησὶν ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν.
然而在《回忆录》中,他也从事物本身取材,以至于在最初呈示事物的开端处,尽管思想尚未完足表达,言说却径直显得如同法庭演说一般;他说: “我常常感到纳闷,他们究竟用什么样的言辞说服了雅典人”。
ἔστι δὲ τοῦτο τὸ θεώρημα ἐν ἁπάσαις ταῖς ἀρχαῖς τῶν λόγων αὐτοῦ, τὸ μὴ εἰπόντα ὥσπερ δεύτερον νόημα εἰσαγαγόντα χωρίσαι τὸ πρῶτον, ἀλλʼ ὑποβάλλειν τὰ ἐξηρτημένα τοῦ νοήματος εὐθέως καὶ ἐπεξιέναι ἐπὶ μακρόν· ἰδίωμα τὸ μὴ μεταβάλλοντα τὴν ποιότητα τοῦ νοήματος οὕτως εἰσαγαγεῖν2 ἐν γένει πρῶτον, ὅπερ ἄν τις πολιτικὸς ἐποίησεν ἐξαίρων τὸν λόγον τῷ ἀξιώματι, οἷον ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, ὁποῖον εἶναι συμβέβηκε τὸ κατὰ τὴν τῶν καλῶν φύσιν, εἶτα οὕτως τὸ κατʼ εἶδος, ὅσαι δημοκρατίαι καὶ ὅσαι τυραννίδες. καὶ ἕτερον δὲ τὸ μὴ ἐν ἀποφατικῷ σχήματι, οἷον οὐδέν ἐστι δυσπειθέστερον ἀνθρώπου φύσεως, ἀλλʼ ὡς ἀνθρωπίνως μάλιστα σὺν ἐρωτήσει ἐξήτασεν ἔννοιά ποθʼ ἡμῖν ἐγένετο καὶ τὸ μὴ ἀναβεβλημένῃ δέ, ἀλλὰ συνεστραμμένῃ τῇ λέξει χρῆσθαι ἔννοιά ποθʼ ἡμῖν ἐγένετο τῆς ἀφελείας.
在他所有言说的开端中都存在着这样一条通则:不是在说出某事后仿佛引入第二层思想那样割裂第一层思想,而是立即呈示与该思想相附连的内容并作长篇阐发。不是改变思想的品质而首先在属的层面上这样引入——这正是某位政体性演说家在以崇高尊严提升言说时本会去做的,例如“我们曾一度产生过这样一个念头,合乎美好事物之本性的东西乃是怎样的”,然后才这样引出种的层面,“有多少民主政体和多少僭主政体”——这正是其独特之处。另一独特之处在于,不是采用否定的形式,如“没有什么比人的本性更难顺服的了”,而是尽可能人道地带着疑问来探究:“我们曾一度产生过这样一个念头”。此外,不使用冗长的拖延之词,而是采用凝缩的措辞表达“我们曾一度产生过这样一个念头”,这也是朴素风格的体现。
τὸ δὲ ἐπὶ τέλει σοι καὶ τοῦ ὀνόματος καὶ παντὸς λόγου ἱστάσθω ἐν μακρῷ,3 κρίνεται δὲ τὰ κῶλα αὐτὰ καθʼ ἑαυτά, ὁ δὲ λόγος ἔστω ἀφελής, ὡς κατὰ κῶλα μὲν ἀπαρτιζόμενος, κατὰ δὲ λόγου ἰδέαν ἢ ποιότητα πυκνότητά τινα καὶ συμπλοκὴν καινοπρεπῆ καὶ ἀφελῆ ἐμφαίνων· ταῦτα δʼ ἐξ ἑνὸς ὀνόματος πεποίηται, οἷον ἔννοια ποτὲ ἡμῖν ἐγένετο ἀντὶ τοῦ ἐνεθυμήθημέν ποτε. ἀφέλειαν γὰρ ἡ ὀξεῖα βραχύτης ποιεῖ, ὥστε τοῦ θεωρήματος ἀλλαγέντος ἐξ ἀφελείας γενέσθαι τραχύτητα συμβαίνει ἢ ἀξίωμα, τὸ πόθεν γίνεται ἀξίωμα πρᾷόν τι εἶναι.
对你而言,词语以及整个言说的末尾都应当停留在长音节上;各个短句(句肢)其自身固然各自受裁决,而言说应当是朴素的,既在短句上各自完足,又在言说的形态或品质上展现出某种紧凑以及新颖而朴素的交织。这些效果是从单个名词中产生的,例如用“我们曾一度产生过念头”来代替“我们曾一度考虑”。因为急迫的简洁造就了朴素,所以若这一通则发生变动,朴素就会转变为粗砺或崇高尊严——崇高尊严之所以产生,是因为它具有某种温和的特质。
ὅλως δὲ ὡς ἐγένετο τὰ πράγματα, οὕτω δεῖ καὶ τὰς ἀρχὰς ἐκλαμβάνειν, οἷον Δαρείου καὶ Παρυσάτιδος γίνονται παῖδες δύο· ἐνταῦθα γὰρ εἰ καὶ μεγάλη ἡ ὑπόθεσις, ἀλλʼ ἡ ἀρχὴ ἀπὸ ψιλῶν τινῶν πραγμάτων ἐστί.
总而言之,事物是如何发生的,就应当如何截取开端,例如:“大流士和帕吕萨提丝生有两个儿子”;因为在这里,纵然主题宏大,开端却是从质朴的事实本身开始的。
- 2.12.1.3μὴ ἀπηρτισμένου τοῦ νοήματος
由名词 νοήματος 与带否定词的分词 μὴ ἀπηρτισμένου 构成的属格绝对结构,表示情境或让步条件:“在思想尚未完足表达的状况下”。
- 2.12.1.4ἰδίωμα τὸ μὴ μεταβάλλοντα τὴν ποιότητα τοῦ νοήματος οὕτως εἰσαγαγεῖν
定冠词引导的不定式短语 τὸ ... εἰσαγαγεῖν 作句子的主语,与表语名词 ἰδίωμα 相对(省略了系动词 ἐστί)。宾格分词 μεταβάλλοντα 与不定式的隐含宾格逻辑主语相一致。
- 2.12.1.5τὸ δὲ ἐπὶ τέλει σοι καὶ τοῦ ὀνόματος καὶ παντὸς λόγου ἱστάσθω ἐν μακρῷ
代词 σοι 是针对读者或求学者的伦理与格(关涉与格)。中性名词化短语 τὸ ἐπὶ τέλει(“末尾的部分”)作第三人称命令式动词 ἱστάσθω 的主语,规定词尾与句尾应当停留在长音节上(关于节奏/出句停顿的规定)。
