← 阿里斯·台德斯

修辞学

§2.11.1.1-2.11.1.3

法庭辩论论证与色诺芬的思想配置

作者对比了法庭演说中明确细致的论证构建与色诺芬在朴素文体中对思想的独立配置,探讨了这种不连贯且具清谈风格的作法的效用与局限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11.1.1

τῶν δὲ ἐπιχειρημάτων1 ὁ μὲν Δημοσθένης αἰεὶ καὶ οἱ τοὺς δικανικοὺς λόγους συνεσκευασμένοι ἐκλογάς τε καὶ διακρίσεις ποιοῦνται, καὶ ἐπισημαίνονται καθʼ ἕκαστον τὰς δυνάμεις αὐτῶν τιθέντες, εἰκότως τοῦτο πράττοντες διά τε τὸ ἀγωνιστικὸν τὸν λόγον αὐτῶν εἶναι, ὥστε καὶ τοὺς ἀκούοντας εὐθέως μανθάνειν τὴν ἰσχὺν αὐτῶν καὶ ἕκαστα ἀκριβῶς ἀνασκοπεῖν δύνασθαι.

至于论证,狄摩西尼以及撰写法庭演说的人总是进行筛选与辨析,并在配置论证的力量时逐一予以显著标明。他们这样做是合情合理的,既因为他们的演说是论争性的,也是为了让听众能够立即领会论证的力量,并能精确地审视每一个要点。

§2.11.1.2

οὐ μὴν ἔν γε τῷ ἀφελεῖ λόγῳ ἁρμόζειν τοῦτο ἔμοιγε δοκεῖ, εἴ γε δεῖ ὡς ἂν μάλιστα ἀνεπιβούλευτον τὸν λόγον φαίνεσθαι καὶ ἁπλοῦν καὶ καθαρόν, καὶ Ξενοφῶν ἕκαστα τῶν νοημάτων ψιλὰ κατʼ ἰδίαν τίθησιν, ὡς ἐν τῷ Ἀγησιλάῳ, αὐτὰ καθʼ αὑτά, ὅθεν ἄν τις καὶ ἐρρῖφθαι νομίσειε τὰ νοήματα,2 οὐ μὴν ἔρριπταί γε, ἀλλʼ ἔστι μὲν ἕκαστα ἐν ἐπιμελείᾳ προηγμένα, ἀφῃρημένα δὲ τῆς κατὰ λεπτὸν ἐξετάσεως καὶ προσθήκης καὶ μεταθέσεως καὶ ἐναλλαγῶν καὶ πάντων τῶν τοιούτων, καὶ ἁπλῶς τὰ τοιαῦτα φαίνεται, ὅθεν καὶ διαστάσεις πολλαὶ καὶ συνεχεῖς καὶ ἀρχαὶ τῶν νοημάτων οὐχ ἡνωμέναι ἔτι, ἀλλʼ ἀπηρτισμέναι· ἔτι δὲ ἄλλα καὶ ἄλλα μάλιστα φαίνεται τὰ λεγόμενα, καὶ οὐχ ὡς ὕφος ἐστὶ τὸ σύγγραμμα, ἀλλʼ ὥσπερ κατὰ κόμμα λαλιῶν εἴδει συνηγμένον.

然而在朴素的言说中,如果言说应当尽可能显得毫无机巧、质朴而纯洁,那么在我看来,这种做法并不相宜。色诺芬将每一个思想不加修饰地、个别地就其自身摆列出来,正如在《阿格西劳斯》中所表现的那样;因此甚至有人会认为这些思想是被随手抛掷出来的。其实它们绝非随手抛掷,而是每一处都在精心照料下推进,剥除了细致入微的审察、增补、移位、变动以及所有诸如此类的技巧,只是直截了当地显现出这般质朴。由此也产生了许多连续的停顿,思想的起端不再被联结在一起,而是各自完足独立;此外,所说之事物极为显著地层出不穷、变幻多样,整篇著作并不像一张织锦,而倒像是按照短句以促膝清谈的形式聚合而成的。

§2.11.1.3

τοῦτο μὲν οὖν πεποίηκε καὶ τὸ διήγησιν εἶναι δοκεῖν τὰ λεγόμενα ἀνδρὸς ἀγαθοῦ πράξεων· οὐ μὴν πάντη καὶ ἐπὶ παντὶ ἁρμόζει ἔμοιγε δοκεῖν3 τῶν ἀφελῶν λόγων, καὶ δεῖ τοῦτο καταμεμαθηκέναι, εἰ καί τι ἄλλο ἰδίωμα Ξενοφῶντος· καὶ γάρ ἐστι τοῦτο μάλιστα, ὥς γε οἶμαι, τὸ ἀφελῆ τὸν λόγον ἀπεργαζόμενον.

因此,这种手法也造就了这样一种效果,即使所说之物看似是对一位善人行迹的叙述。然而在我看来,这绝非在朴素言说的所有地方、所有情况下都适用;如果说色诺芬还有什么别的独特风格,那么这一特点是必须透彻领会的。因为依我之见,这恰恰是使言说归于朴素的最关键因素。

语法注3 条
  1. 2.11.1.1τῶν δὲ ἐπιχειρημάτων

    句首用于提出话题的属格(“至于论证”)。它界定了后随句子的论述范围,并在语义上作为从属于 ἐκλογάς τε καὶ διακρίσεις ποιοῦνται 的客观属格发挥作用。

  2. 2.11.1.2ὅθεν ἄν τις καὶ ἐρρῖφθαι νομίσειε τὰ νοήματα

    由关系副词 ὅθεν(“由此”)引导,带有 ἄν 与希求法(νομίσειε)表示潜在可能(“有人或许会认为”)。ἐρρῖφθαι 是 ῥίπτω 的完成时被动态不定式,与 τὰ νοήματα 构成带宾格的不定式结构,传达出思想被“随意抛掷”、“缺乏章法地扔下”的批评意味。

  3. 2.11.1.3ἔμοιγε δοκεῖν

    不定式的绝对(或限制性)用法(“在我看来”、“依我之见”)。在语法上作状语修饰谓语动词(此处修饰 ἁρμόζει),表示说话者主观判断的保留或界定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.11.1.1-2.11.1.3