- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.10.1.1-2.10.1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了言辞表达中的词汇选择与文体特征配置,对比了狄摩西尼与色诺芬的风格差异,进而阐述了苏格拉底式例证的作用与适用准则。
περὶ δὲ ἑρμηνείας τοσοῦτον ἂν εἴποιμι μήτε ὀνόματι μήτε ῥήματι χρῆσθαι1 ἄλλως πλὴν τοῖς ἐκ τῶν βιβλίων, καὶ τοῦτο οὕτως ἁπλῶς ἂν εἴποις, μὴ πάντα ἐν πᾶσι τοῖς εἴδεσι τιθέναι, ἀλλὰ [καὶ] κατʼ ἰδίαν ἕκαστον ἀξιωματικὸν τῆς ἀφελείας, πάθους, ἤθους, θυμοῦ. καὶ τὰ μέρη δὲ τῶν Δημοσθενικῶν πολὺ συμβάλλεται εἰς ἑρμηνείας ἰδέαν, πανταχοῦ δʼ ἐν τῇ φράσει ἀφέλειαν μόνος ὁ Ξενοφῶν ἐργάζεται· θυμὸς γὰρ ἢ πάθος ἢ ὀργὴ ἢ ὀξύτης καὶ τὰ ἄλλα ὅσα κεκίνηται, ἀξιώματος ἢ τραχύτητός ἐστι, παθῶν δὲ μεταβολῆς καὶ προτροπῆς, ὁποίας ὁ Δημοσθένης ἐστὶ γνώμης· τὸ δὲ τοῖς παραδείγμασι χρῆσθαι Σωκρατικόν ἐστιν, οὐ μὴν ἔν γε τῷ πολιτικῷ ἁρμόζει πάνυ τι τοιοῦτο.
关于表达,我只想说:除书籍中所见者外,不可任意使用任何名词或动词;这一点也可以简单表述为:不要在所有的文体中混杂一切,而是应当针对朴素、激情、品性与气概,分别恰当地配置各自具有威严的要素。狄摩西尼作品的各个部分对表达的形态大有助益,但在措辞上处处营造出朴素之风的,唯有色诺芬一人。因为气概、激情、愤怒、锐利以及其他凡带有情感激荡之物,皆属于崇高或粗粝,属于情感的变化与激励,狄摩西尼的心智取向正是如此;而运用例证则是苏格拉底式的作风,这类做法在政治演说中绝非十分妥当。
ἐνίοτε δὲ ὁ Ξενοφῶν καὶ πρὶν αὐτὸ ὃ βούλεται εἰπεῖν, διʼ αὐτοῦ τοῦ παραδείγματος εἰσάγει· καὶ αἱ κατασκευαὶ αὐτῶν ἄνευ παραδειγμάτων εἰσίν, ὡς ἐπὶ τὸ πλεῖστον, ὡς δῆλον μέν ἐστι καὶ ἐν τοῖς ἄλλοις ἅπασι, μάλιστα δὲ ἐν τοῖς Ἀπομνημονεύμασιν· ἐκεῖ γὰρ τὸν Σωκράτην ὃν τρόπον περὶ ἑκάστων διαλεγόμενον καὶ ἀποδεικνύντα ἕκαστα πεποίηκεν2 ἔστιν ἀνασκοπουμένῳ καταμαθεῖν, ὡς τοῦτον τὸν τρόπον προῆκται.
有时,色诺芬甚至在说出自己想要表达的观点之前,就径直通过例证本身切入;而他们的立论铺陈大多并不附带例证,这在其他所有作品中显而易见,在《回忆录》中尤为昭著。因为在那里,若细加审视他如何描写苏格拉底就各项议题展开对话并逐一加以论证,便能发现它是按照这种方式推进的。
δεῖ δὲ τὰ παραδείγματα καὶ τὰ παρατιθέμενα διʼ ὧν ἂν ἐπιδεικνύῃς πρὸς τὸ προκείμενόν σοι ὅμοια εἶναι καὶ κοινωνεῖν τούτοις περὶ ὧν ἂν λέγηται,3 ἢ κατὰ γένος, ἢ κατὰ ἰσχύν, ἢ κατὰ χρόνον, ἢ κατὰ τὰ ἀποβαίνοντα ἐξ αὐτῶν, ἢ κατὰ ἰδιώματα αὐτῶν, ἢ κατʼ ἄλλην τινὰ ὁμοιότητα. καὶ ἔστι τοῦτο καλὸν ἐν τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τὸ τὴν ἁπλότητα μάλιστα ἀπεργαζόμενον, ὅθεν καὶ εὐπορία πλεκτὴ γίνεται, καὶ ὁ λόγος ἐκ τῶν ἐπεγκυκλουμένων ἀφελὴς φαίνεται, διά τε τὸ σεμνότερον γίνεσθαι τὸ λεγόμενον καὶ διʼ ἑτέρου ἐναργέστερον, ὅπερ λαλιᾶς ἔργον μᾶλλον εἶναι φαίνεται.
然而,你用以证明论点的例证与并列引述的材料,必须与摆在你面前的议题相似,并与所谈论的事物相契合,无论是在属类、效力、时代上,还是在其带来的结果、自身特质或某种其他相似性上。这在此类言说中是极佳的,并且最能产生质朴之效;由此也会产生一种错综交织的丰富性,并且言论因周围回旋的细节而显得纯朴,这既是因为所说之物变得更具尊严,也是因为借助他物而变得更加清晰鲜明,而这似乎更像是促膝清谈的功用。
- 2.10.1.1μήτε ὀνόματι μήτε ῥήματι χρῆσθαι
说明性/陈述性不定式结构,用于具体阐述前文主句“τοσοῦτον ἂν εἴποιμι”(我只想说这一点)的具体内容,表达规范性的劝告(“即不可使用任何名词或动词……”)。
- 2.10.1.2τὸν Σωκράτην ὃν τρόπον περὶ ἑκάστων διαλεγόμενον καὶ ἀποδεικνύντα ἕκαστα πεποίηκεν
语序前置(hyperbaton)。在从句“ὃν τρόπον ... πεποίηκεν”中充当动词“πεποίηκεν”的宾语(兼作补充性分词“διαλεγόμενον καὶ ἀποδεικνύντα”逻辑主语)的宾格“苏格拉底(τὸν Σωκράτην)”被提前至“ὃν τρόπον”之前,整体结构意为“他(色诺芬)如何描摹苏格拉底就各事进行对话与论证”。
- 2.10.1.3κοινωνεῖν τούτοις περὶ ὧν ἂν λέγηται
与格“τούτοις”受动词“κοινωνεῖν”(与……共有/相契合)支配。关系代词“ὧν”以“τούτοις”为先行词,因受介词“περί”支配而呈属格,与不定关系从句中的无人称被动虚拟式“ἂν λέγηται”共同表示“所谈论的那些事物”。
