← 阿里斯·台德斯

修辞学

§1.4.2.1-1.4.2.5

通过修辞格赋予言论可信性的方法

本节结合狄摩西尼等人的演说范例,论述了如何通过修辞格(借用公认事实的句式、做出担保誓言、顺应反驳、隐省法等)来赋予言论可信性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.2.1

κατὰ δὲ σχῆμα γίνεται ἀξιοπιστία οὕτως, ὅταν τις τοῖς ὁμολογουμένοις ἀντὶ τῶν ζητουμένων σχήμασι1 χρῆται, ὡς ἐκεῖ, ἆρʼ ὁρᾶτε καὶ λογίζεσθε τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι. καὶ πάλιν ἀξιοπιστίας ἕνεκα ὡς ὁμολογούμενον τῷ σχήματι εἰσάγει, ἴστε γὰρ δή που τοῦθʼ ὅτι τῶν ὑμᾶς ἀδικούντων ἓν ἑκάστῳ τίμημα ὑπάρχει. καὶ πάλιν, ἴστε μὲν οὖν ἴσως καὶ ἄνευ τοῦ παρʼ ἐμοῦ λόγου ὅτι σπουδαῖος Χαβρίας ἦν ἀνήρ.

通过修辞格产生可信性的情形如下:每当有人针对尚存争议的事项,使用适用于公认事实的修辞格时;例如在彼处:“难道你们没有看到并考虑到一年中即将到来的季节吗?某些人正认为必须在那个季节让赫勒斯滂摆脱你们的控制。”又如,为了可信性,他借助修辞格将事项作为公认之事加以引入:“因为想必你们深知这一点:对于侵害你们的人,对每个人都设有单一的刑罚。”又如:“因此,即便没有我的演说,你们或许也知道,沙布利亚斯曾是一位卓越的人物。”

§1.4.2.2

ἀξιόπιστον δὲ κατὰ σχῆμα καὶ ὅταν τις ἐπαγγελίᾳ ἐν τῷ λόγῳ χρῆται· πάνυ γὰρ ἀξιόπιστον τὸ περὶ τῶν ζητουμένων κατεπαγγέλλεσθαι, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν ζητούμενον εἰ θήσουσι τὸν παρεισφερόμενον νόμον, ὁ δὲ κατεπαγγέλλεται λέγων, ἐγγυώμεθα ἡμεῖς, ἐγώ, Φορμίων, ἄλλον εἴ τινα βούληται θήσειν τὸν νόμον. καὶ πάλιν, ἐγγυώμεθα, ὑπισχνούμεθα, οἱ θεσμοθέται ταῦτα γραφόντων,2 ἐπὶ τούτοις τὸ πρᾶγμα γινέσθω.

在言论中使用担保誓言时,同样能通过修辞格产生可信性;因为就争议事项作出担保是极具可信性的,如在《反勒普提涅斯》中,争议事项在于他们是否会通过那项替代提出的法律,而演说者作出担保说道:“我们担保——我、福尔米昂,以及他所希望的任何其他人——必将通过这项法律。”又如:“我们担保,我们承诺;让执法官们将这些记录在案;让事情在这些条件之下进行。”

§1.4.2.3

ἀξιοπιστίας δὲ καὶ ὅταν τις συνδρομαῖς χρῆται, ὡς ἐν τοῖς Φιλιππικοῖς, οἷον εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης πολλῆς καὶ πραγματείας εἶναι, νῦν ἡ συνδρομὴ καὶ μάλα ὀρθῶς δοκεῖ. τὸ γὰρ καθʼ ἑαυτοῦ δοκοῦν τὴν πρώτην3 συγχωρεῖ, ἵνα τὰ ὑπὲρ αὐτοῦ εἰσάγῃ.

当有人使用顺应附和时,同样能产生可信性,如在《反腓力辞》中:“如果有人认为这些事情既耗资巨大又极其劳心费神,”此时的顺应附和则是:“而且此种看法确实极为正确。”因为他首先承认看似不利于自己的事情,以便随后引入有利于自己的论据。

§1.4.2.4

πάνυ ἀξιόπιστον δὲ καὶ τοῦτο, ὅταν τις παραλείψεσι χρῆται. ἔστι μὲν οὖν καὶ περιβολὴ τὸ σχῆμα, ὅμως δὲ πολλοῖς ἐφαρμόττον κατὰ χρείας διαφόρους πολλάκις ἰδιότητά τινα ἔχει ἐν τῇ ἀξιοπιστίᾳ. ὅταν γὰρ παραλείπειν τι δοκῶν μὴ παραλείπῃς, ἐνταῦθά ἐστιν ἡ ἀξιοπιστία, ὥσπερ ἐν τῷ πρὸς Λεπτίνην, τὰ μὲν οὖν ἄλλα, ὅσα χρήσιμον ἑαυτὸν παρέσχεν οὗτος ὁ ἀνὴρ καὶ αὐτὸς καὶ οἱ πρόγονοι, εἶτα παραλείψει ἐχρήσατο παραλείψω. καὶ πάλιν, αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος, ὅμοιος φθόνῳ τινὶ καὶ φιλονεικίᾳ, εἶτα μηδὲν ἔτι ἔχων εἰπεῖν ἀξιοπίστως τῇ παραλείψει ἐχρήσατο, καὶ τὸ λοιπὸν ἐῶ.

每当有人使用隐省法时,这也极具可信性。固然这一修辞格亦属于铺陈拓展,但它能根据各种不同需要适应许多场合,因而在可信性方面往往具有某种独特品格。因为每当你貌似予以省略实则并未省略时,可信性便正在于此;正如在《反勒普提涅斯》中:“至于其他所有事项,即此人自身及其先祖表现出自己有益的那些事,”随后他使用了隐省法:“我就略过不提了。”又如:“雅典的男士们,这项法律既可耻又恶劣,宛如某种嫉妒与争强好胜,”随后他再无话可说,便令人信服地使用了隐省法:“至于其余的,我且置之不理。”

§1.4.2.5

καὶ τὸ καθʼ ἑαυτοῦ δὲ λέγειν τινὰ ὃν τρόπον κατὰ τῶν ἀντιδίκων, ἀξιοπιστίαν ἐμποιεῖ τῷ λόγῳ.

此外,一个人以对待诉讼对手的方式来陈述不利于自身的事情,同样会给演说注入可信性。

语法注3 条
  1. 1.4.2.1τοῖς ὁμολογουμένοις ἀντὶ τῶν ζητουμένων σχήμασι

    名词 σχήμασι 由 τοῖς ὁμολογουμένοις 修饰,介词短语 ἀντὶ τῶν ζητουμένων 起“代替/针对处于争议中的事项”之作用。其结构对比在于:在处理本应接受审查或辩论的主张(τὰ ζητούμενα)时,却采用适用于人人皆公认的事实(τὰ ὁμολογούμενα)的修辞句式(σχήματα)。

  2. 1.4.2.2οἱ θεσμοθέται ταῦτα γραφόντων

    动词 γραφόντων 并非属格复数分词,而是具有阿提卡方言特征词尾 -ντων 的现在时主动语态第三人称复数祈使语气,意为“让执法官们将这些记录在案”。它是继前面的 ἐγγυώμεθα, ὑπισχνούμεθα 之后,模拟官方誓约保证文书的法庭程式用语。

  3. 1.4.2.3τὴν πρώτην

    此处为省略了阴性名词(如 ὁδόν 或 φοράν)的副词性宾格,意为“起初”、“首先”。它与随后的 ἵνα 从句(“以便引入有利于自己的论据”)相对照,表明演说者在辩论最初阶段姑且退让以认同彼方观点的修辞策略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.4.2.1-1.4.2.5