← 阿里斯·台德斯

修辞学

§1.4.1.9-1.4.1.15

通过表明决意与预先反驳树立可信性

作者探讨了在演说中树立可信性的诸多手法,包括表明愿为公益涉险、先发制人反驳对手论调、借助传闻或听众自身的见闻、运用夸张性虚构、假托回想或搜寻、为新论点设立前引与夸张,以及部分承认对手的指控。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.1.9

ἀξιοπιστίας καὶ τὸ ἐνδείκνυσθαι ὡς χαλεπὰ μὲν ὄντα περὶ ὧν ἐγχειρεῖ, διὰ δὲ τὸ λυσιτελεῖν τῇ πόλει ῥηθῆναι αὐτὰ λέγειν, κἂν αὐτός τι κινδυνεύῃ, ὡς ἐπὶ κοινῷ συμφέροντι, ἂν δέῃ τι καὶ παθεῖν, προῃρημένος.1 παράδειγμα δὲ τούτου ἐν τοῖς συμβουλευτικοῖς, ἐγὼ δὲ ὁρῶ μὲν ὡς χαλεπὸν τὰ βέλτιστα λέγειν ἐστίν· ἐξηπατημένων γὰρ ὑμῶν καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ προῃρημένων, ἐὰν τἀναντία τις ἐγχειρῇ λέγειν καὶ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους· οὐ μὴν ἀλλʼ αἱρήσομαι μᾶλλον αὐτός, ἂν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρʼ ἃ νομίζω βέλτιστα προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι.

表明自己所着手之事虽属艰难,却因对城邦有利而不得不说,且纵使自身承担某种风险,亦是为了共同利益而作出抉择,即便需要遭受某些不幸亦在所不惜——这同样能产生可信性。在议事演说中此类的例子如下:“就我而言,我深知提出最佳建议乃是一件难事;因为你们已被蒙蔽,有人选择了这般主张,有人选择了那般主张,若有人试图陈述相反的意见,而你们又没有耐性去了解,那么他将两面不讨好,且在双方那里都会遭到诋毁;然而,即使我果真要遭遇此种对待,我宁愿被认为是在胡言乱语,也绝不愿违背自己认为的最佳之策,任由某些人来蒙骗你们。”

§1.4.1.10

ἀξιόπιστον δὲ καὶ ὅ τι ἂν ἄλλος εἴποι ἐναντιούμενός σοι τοῦτο αὐτὸ προλαβόντα εἰπεῖν, οἷον ἐν τῷ περὶ συμμοριῶν ὃ μὲν διοικεῖται ἐστίν, ὅτι δεῖ ἐναντιωθῆναι τοῖς βασιλεῖ πολεμεῖν συμβουλεύουσιν· ἐπεὶ δʼ ἐκεῖθεν αὐτῷ ἀντέπιπτε, μὴ πολεμῶμεν οὖν τῷ κοινῷ ἐχθρῷ καὶ βαρβάρῳ; διὰ τοῦτο ἀξιοπίστως προλαβὼν ὃ εἶπεν ἄν τις ἐκεῖθεν κατὰ βασιλέως, τοῦτʼ αὐτὸς λέγει, ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων βασιλέα. εἶτα ἃ νῦν αὐτὸς εἰσηγεῖται, οὐ μὴν διὰ τοῦτο παραινέσαιμʼ ἂν τοῖς ἄλλοις πόλεμον πρὸς αὐτὸν αἴρεσθαι.

预先提出反对你的人可能说出的论调,这同样能产生可信性。例如在《论分担金制度》中,演说者所处理的主题是必须反对那些建议向波斯王开战的人;但既然彼方会向他提出这样的反驳:“难道我们不应向这位共同的敌人与异族人开战吗?”正因如此,他便以令人信服的方式,预先说出了彼方针对波斯王可能会说的话,他自己说道:“我认为波斯王是全希腊人共同的敌人。”随后,他才引出自己如今的主张:“然而,我绝不会因此便劝告其他人向他开战。”

§1.4.1.11

ἀξιοπιστίας δὲ καὶ ὅσα μὴ ἔχεις ἄλλοθεν συστῆσαι, ἐξ ἀκοῆς ταῦτα πιστοῦσθαι, ἤκουον δʼ ἔγωγε τινῶν ὡς οὐδὲ τοὺς λιμένας καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαι. καὶ πάλιν, ὡς δʼ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι. ἀξιοπιστότερον δὲ τὸ εἰς αὐτοὺς τοὺς ἀκούοντας ἀναφέρειν ἔχειν, οἷον ὑμῶν ἀκηκοὼς ἔγωγε ὑμᾶς διδάσκειν ἔχω. καὶ πάλιν, ἃ παρʼ ὑμῶν τῶν πρεσβυτέρων αὐτὸς ἀκήκοα.

此外,对于你无法从其他途径确立的事项,借由道听途说来予以证实,亦属于产生可信性之法:“而我自己从某些人那里听说,他们将不再允许他利用其港口与市场。”又如:“正如我从当地出生的一位人士那里所听说的,他绝非善于说谎之辈。”若能将其归于听众自身,则更具可信性,例如:“正因我从你们那里听闻,我才能够教导你们。”又如:“我自己从你们之中的年长者那里所听闻的事项。”

§1.4.1.12

ἀξιοπιστίας δὲ καὶ τὸ ἐπικαταψεύδεσθαι,2 οἷον ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, ἐν οἷς λέγει τὸν Αἰσχίνην ὀψὲ Ἀθηναῖον γεγενημένον, ὀψὲ γάρ ποτε, ὀψὲ λέγω, εἶτα ἀξιοπίστως ἐπικατεψεύσατο, χθὲς μὲν οὖν καὶ πρώην [εἶτα] Ἀθηναῖος καὶ ῥήτωρ. καὶ πάλιν ἐν τῷ κατὰ Αἰσχίνου τὸ μὲν ἀληθὲς [καὶ] τὸν μὲν ἀνῄρηκεν τῶν ἐπὶ τὰς εὐθύνας ἐλθόντων, τὸ δὲ ἑξῆς ἐπικατεψεύσατο, οἷον τοῖς δὲ ἀπειλεῖ περιιών.

在事实之上叠加虚构的夸张,亦属于产生可信性之法;如在《论王冠》中,他在述及埃斯基涅斯很晚才成为雅典人时说道:“因为那是很晚的时候,我说‘很晚’,”随后他以令人信服的方式叠加了虚妄之词:“实际上是前天或昨天,”随后又说:“才成了雅典人和演说家。”又如在《反埃斯基涅斯》中,真实情况是“他除掉了那些为账目审查而来者中的一人”,而他在紧接着的下文叠加了虚妄之言,例如:“却四处走动去恐吓其余的人。”

§1.4.1.13

ἀξιοπιστίας δὲ καὶ τὸ ὡς ἀναμνησθέντα τι εἰπεῖν, οἷον μικροῦ γε ὃ μάλιστά μʼ ἔδει πρὸς ὑμᾶς εἰπεῖν παρῆλθον. τοῦ δὲ αὐτοῦ τρόπου καὶ τὸ ὡς ζητοῦντά τι εἰπεῖν, λάβε δὴ καὶ τὸ τῷ Χαβρίᾳ ψήφισμα ψηφισθέν. ὅρα δὴ καὶ σκόπει· δεῖ γὰρ αὐτὸ ἐνταῦθα εἶναί που. τὸ γὰρ μὴ ὡς παρεσκευασμένον, ἀλλʼ ὡς ἐπὶ καιροῦ ζητοῦντα εἰσάγειν ὅμοιόν ἐστιν αὐτοσχεδίῳ καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον.

假装忽然想起某事而道出,亦属于产生可信性之法,例如:“我险些漏掉了我最应当向你们说出的一件事。”与此同理的还有假装寻找某物而说话:“请拿来为沙布利亚斯通过的法令。仔细查找并瞧瞧;因为它必定就在这附近的某处。”因为不表现为早已备妥、而是表现为当场搜寻而引入,与即兴之举相似,从而能使演说显得可信。

§1.4.1.14

παρὰ πάντα δὲ ἀξιοπιστίας τό τε ἐπισημαίνεσθαι τοῖς εἰσαγομένοις καὶ τὸ ὑπερβολαῖς χρῆσθαι. ἐπισημαίνεσθαι μέν, ὅταν λέγῃς, ὃ τοίνυν μάλιστα πάντων οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φυλάξασθαι, τοῦτʼ εἰπεῖν ἔτι βούλομαι. τοῦτό ἐστιν ἀρχόντων τῶν προειρημένων τῷ μέλλοντι εἰσάγεσθαι.3 ἡ δὲ ὑπερβολὴ ἐν τῷ ἑξῆς, οἷον εἰ γάρ τις ἅπαντα ὅσα Λεπτίνης ἐρεῖ περὶ τοῦ νόμου, διδάσκων ὑμᾶς, ὡς καλῶς κεῖται συγχωρήσει τούτοις ἀληθῆ λέγειν αὐτόν, ἕν γε αἰσχρὸν οὐδʼ ἂν εἴ τι γένοιτο, ἀναιρεθείη, ὃ συμβήσεται διὰ τοῦ νόμου κυρίου γενομένου τῇ πόλει.

在这一切之外,向新引入的内容标立前引,以及使用夸张之辞,亦属于产生可信性之法。标立前引是指你说出这样的话时:“雅典的男士们,我认为在所有事情中你们最应当防备的这一点,我还想说明。”这属于用前面所言之事作为即将引入之事的起首序言。夸张之辞则见于紧随其后的文句中,例如:“因为纵使有人全盘承认勒普提涅斯就该法律所将说明的一切,即他向你们指明这项法律制订得何其完善之辞,并同意他句句属实,但若是这项法律生效,城邦必将蒙受一种无论发生何事都无法洗刷的耻辱。”

§1.4.1.15

ἀξιόπιστον καὶ τὸ ἐνίαις τῶν ἀντιθέσεων ὧν δοκοῦσι καθʼ ἡμῶν λέγειν οἱ ἀντίδικοι συγχωρεῖν καὶ συγκατατίθεσθαι, ὡς ἐν τῷ κατὰ Μειδίου ἡ μὲν ἐκεῖθεν ἀντίθεσις, τάχα νῦν καὶ τοιαῦτα ἐρεῖ, ὡς ἐσκεμμένα πάντα λέγω ἐγώ, εἶτα ἡ παρʼ αὐτοῦ συγχώρησις μεθʼ ὑπερβολῆς, ἐγὼ δέ γʼ ἐσκέφθαι μὲν ὁμολογῶ καὶ μεμελετηκέναι ὡς ἐνῆν μάλιστα ἐμοί.

承认并赞同对手似乎用来攻击我们的某些对立论点,同样能产生可信性;如在《反迈迪亚斯》中,彼方的对立论点是:“或许他现在还会说出这般话,声称我所说的全都是经过预先谋划的,”随后他自己带有夸张意味的认同说道:“而我本人则承认这确实是经过深思熟虑的,且承认我已经尽我所能进行了充分的演练。”

语法注3 条
  1. 1.4.1.9ὡς ἐπὶ κοινῷ συμφέροντι, ἂν δέῃ τι καὶ παθεῖν, προῃρημένος

    分词 προῃρημένος 修饰隐含的主语(演说者),连词 ὡς 表述主观意图或姿态(“抱定……的决心”)。插入的条件从句 ἂν δέῃ τι καὶ παθεῖν 从属于该分词,带有让步意味(“哪怕必须遭受任何不幸”)。

  2. 1.4.1.12ἐπικαταψεύδεσθαι

    带有前缀 ἐπι-(在……之上)与 κατά 的复合动词,指在真实事实之上叠加虚构或夸张以攻击论敌的修辞手段。这与紧接着引用的例子相吻合:演说者在真实核心(很晚入籍/除掉了一名为账目审查而来者)之上叠加了修辞性的虚妄之辞(昨天刚入籍/四处走动恐吓其他人)。

  3. 1.4.1.14τοῦτό ἐστιν ἀρχόντων τῶν προειρημένων τῷ μέλλοντι εἰσάγεσθαι

    ἀρχόντων 既可理解为独立属格中的分词(与前置的 τῶν προειρημένων 一致,意为“在上述言辞作为即将引入之事的开端/前导的情况下”),亦可视为名词属格。此处按独立属格结构理解最为自然,其中与格短语 τῷ μέλλοντι εἰσάγεσθαι 作为 ἄρχειν(起开导/序奏作用)所支配的补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.4.1.9-1.4.1.15