- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.5.1.1-1.5.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了激烈性由思想、修辞格与措辞产生,并结合多篇演说引文论述了如何通过谴责名流、运用离奇比喻、抒发极度愤慨以及将未决争议视作公认事实来达成思想上的激烈性。
σφοδρότης δὲ γίνεται τριχῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ λέξιν. καὶ κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ἐνδόξοις προσώποις ἐπιτιμᾷ, οἷον ἐξέστητε, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς τάξεως, ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον. καὶ ἄλλο πάλιν ὅμοιον τούτῳ ἡσυχάζετε γὰρ μόνοι τῶν Ἑλλήνων, καὶ πάλιν καὶ τῶνδε ὑμεῖς αἴτιοι, τό τε πρῶτον ἐάσαντες αὐτοὺς μετὰ τὰ Μηδικὰ κρατῦναι τὴν πόλιν. σφοδρότητα δὲ ποιεῖς καὶ ὅταν πράγματα ἢ πρόσωπα ἔνδοξα μὴ ὀκνῇς διαβάλλειν, οἷον τὸ μὲν ἐπαινεῖν τοὺς προγόνους πρᾶγμα ἐνδοξότατον, ὁ δὲ Δημοσθένης πῶς εὐθὺς ἐν ἀρχῇ διέβαλεν; οἱ μὲν ἐπαινοῦντες τοὺς προγόνους λόγον1 εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν. καὶ ὅλως δὲ τὸ ἐπιτιμᾶν σφοδρότητα ἔχει, ὡς ἐν ἐκείνοις, ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρηκότες.
激烈来自三种途径:通过思想、通过修辞格、通过措辞。所谓通过思想,例如当有人谴责声名显赫的人物时,如:“雅典的男士们,你们已经放弃了先祖将你们留在其中的阵列。”又如与此类似的另一例:“因为在希腊人中唯独你们保持静默,”又如:“你们正是这些事情的罪魁祸首,在波斯战争之后从一开始便放任他们强化自己的城邦。”当你毫不犹豫地贬损显赫的事物或人物时,同样会产生激烈;例如,赞美先祖本是最显赫的事情,但德摩斯梯尼在开篇又是如何立即予以贬损的?“赞美先祖的人在我看来所发表的言辞虽悦耳动听,但绝非在做有利于他们所颂扬之人的事。”总的来说,谴责具有激烈性,正如在那些话语中所见:“双方在我看来都在犯错,无论是为阿卡迪亚人说话的人,还是为拉刻代蒙人说话的人。”
καὶ τὸ διαβάλλειν δὲ πρόσωπα ἔνδοξα ὡς ἀτόπως ἔχοντα σφοδρότητα ποιεῖ, οἷον ὑμεῖς δὲ ὁ δῆμος ἐκνενευρισμένοι χρήματα καὶ συμμάχους2 ἐν ὑπηρέτου καὶ προσθήκης μέρει.
贬损声名显赫的人物处于荒谬反常的状态,同样会产生激烈,如:“而你们,作为民众,已被抽去筋骨,金钱与盟友皆遭剥夺,沦为了仆役与附庸。”
καὶ ὅταν δὲ ἀτόπως τις εἰκάζῃ, σφοδρὸν ποιεῖ τὸν λόγον, οἷον ὥσπερ σκορπίος ἠρκὼς τὸ κέντρον, ᾄττων δεῦρο κἀκεῖσε, σκοπῶν τίνι κακόν τι προστριψάμενος εἰς συμφορὰν καταστήσῃ. καὶ πάλιν οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστʼ ὄφελος3 ἥτις μὴ τέμνει, οὔτε βουλομένῳ διʼ αὑτοῦ πᾶσι κακὰ καὶ πράγματα γίνεσθαι ὁ ταῦτα ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστʼ ὄφελος. καὶ ἀλλαχοῦ πάλιν ἀλλὰ μανδραγόραν πεπωκόσιν ἤ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις.
当有人使用离奇的比喻时,也会使言论变得激烈,如:“宛如一只翘起毒刺的蝎子,到处乱窜,伺机向谁发泄祸害,使其陷于灾难。”又如:“因为正如对于厨师而言,切不开东西的刀刃毫无用处一样,对于企图经由自己使所有人都遭遇灾难与麻烦的人而言,会将这些事卖掉的告密者也毫无用处。”又在别处说:“我们倒像是喝了曼陀罗或某种类似药物的人。”
σφοδρότης δέ ἐστι καὶ ὅταν τις ὑπεραγανακτῇ, οἷον τοῦτο μὲν γὰρ οὐκ ἔχον ἐστὶν ὑπερβολὴν ἀκαθαρσίας, καὶ πάλιν ἀλλαχοῦ, τοῦτο γὰρ δὴ τοὔσχατόν ἐστι, καὶ πάλιν τῆς ἐσχάτης ὕβρεως οὐδὲν ἐλλείπει.
当有人表达极度愤慨时,同样体现出激烈,如:“因为这已达到了污秽不堪的极致,”又在别处说:“因为这确实已登峰造极,”又如:“在极度的骄横跋扈上毫不逊色。”
καὶ ὅλως δὲ ὅπου σχεδόν τι ἐφʼ ὁμολογουμένοις ἀδικήμασιν αἱ κατηγορίαι γίνονται, διὰ τὸ πρόδηλα εἶναι τὰ ἀδικήματα, σφοδρότητος ὁ λόγος τυγχάνει, ὡς καὶ ἐν τῷ κατὰ Μειδίου καὶ ἐν τῷ κατὰ Ἀριστογείτονος. τὸ δὲ μέγιστον εἰδέναι χρή, ὅτι ὅταν ᾖ μὴ ἰσχυρὰ ζητήματα ἐξ ἑκατέρων τῶν μερῶν, ἀλλʼ ὑπάρχῃ θατέροις μὴ πρόδηλα αὐτὰ εἶναι, ὁ δὲ ὡς ἐπὶ ὁμολογουμένοις σχεδὸν τοῖς ζητήμασι συνάγει τὸν λόγον, οἷός ἐστιν ὁ κατὰ Μειδίου.
总的来说,凡是在罪行昭然若揭因而几乎是在公认罪行上提出指控的地方,言论都会获得激烈性,正如在《反迈狄亚斯》和《反阿里斯托革同》中那样。而最需要知晓的是,当双方之间并不存在强有力的争议焦点,但在一方看来这些事情并非昭然若揭时,演说者却把论证构筑得宛如争议焦点已几乎达成公认一般,正如《反迈狄亚斯》这篇演说所呈现的那样。
- 1.5.1.1ὅταν ᾖ μὴ ἰσχυρὰ ζητήματα... ὁ δὲ... συνάγει τὸν λόγον
这是 ὅτι 从句内部的句法结构:在由 ὅταν ᾖ... ἀλλʼ ὑπάρχῃ...(“当……并非……而是……”)构成的条件/时间从句之后,主句由 ὁ δὲ... 引导,此处的 δέ 为后承小词(apodotic δέ),用于引出归结分句,其主语 ὁ 在语境中暗指演说者。
- 1.5.1.2ἐκνενευρισμένοι χρήματα καὶ συμμάχους
在被动语态完成时分词 ἐκνενευρισμένοι(字面意为“被挑断脚筋的”,引申为“失去力量的、衰弱的”)之后,名词 χρήματα καὶ συμμάχους 作关系宾格(限制性宾格)或承袭自主动态双宾语结构的保留宾格,意为“在金钱与盟友方面被剥夺/被削弱”。
- 1.5.1.3οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστʼ ὄφελος... οὔτε βουλομένῳ... ὁ... συκοφάντης οὐδέν ἐστʼ ὄφελος
此处短语 οὐδέν ἐστʼ ὄφελος(“毫无用处”)支配的句式发生了转变。前半句采用与格(μαγείρῳ)加属格(μαχαίρας)的习惯用法(“对于厨师而言刀具毫无用处”),而后半句在保留人的与格(βουλομένῳ)的同时,改用主格名词短语(ὁ... συκοφάντης)直接充当主语(“告密者毫无用处”)。
