- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.4.1.1-1.4.1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述通过思想(内容)产生可信性的诸种方法,列举了预先确立论据、运用誓言与诅咒、争取听众的既成判断、坚决断言、激烈斥责自身意图撇清的罪行、主动自请处分以及在计算中主动对己不利让步等具体范例。
Ἀξιοπιστία δὲ γίνεται διχῶς, κατὰ γνώμην καὶ κατὰ σχῆμα. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις προσυνίστησι τὰ ἑαυτοῦ δίκαια, ὡς ἀληθῆ ὄντα καὶ ῥᾴδια δειχθῆναι, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα.
可信性的产生有两种途径:依于思想和依于句式。依于思想是这样产生的:每当有人预先确立自身的合理论据,表现得它们既真实又易于证明,如在《反阿里斯托克拉特》中所言:“雅典的男士们,我认为关于该提案系违反这项法律而提出一事,我的论述极其简短且轻而易举。”
ἀξιόπιστον δὲ καὶ τὸ τὰ ζητούμενα τῶν ἀποδεδειγμένων καὶ ὁμολογουμένων προσποιεῖσθαι εἶναι περιφανέστερα,1 ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ἀποδείξας τὸ παράνομον, ὑπολειπομένου ἐξετασθῆναι τοῦ ἀσυμφόρου, ἀξιοπίστως προσλαβὼν προσεποιήσατο ἔτι καὶ τοῦ παρανόμου φανερώτερον τὸ ἀσύμφορον, τὸ ζητούμενον τοῦ ἀποδεδειγμένου ἐν οἷς λέγει, οὕτω γὰρ σφόδρα ἐναντίον τοῖς νόμοις τὸ ψήφισμα, μᾶλλον ἀσύμφορόν ἐστιν ἢ παράνομον.
此外,假托待探究之事比已证明且公认之事更为显明,亦能产生可信性;如在《反阿里斯托克拉特》中,演说者在证明了违法性之后,尚余不当性有待考察,他以可信的方式先发制人,假托不当性比违法性更加显明——即待探究之事比已证明之事更显明,他在论述中说道:“因为该提案与法律如此严重相悖,其不当更甚于违法。”
ἀξιοπιστίας δὲ καὶ τὸ τοῖς ὅρκοις καὶ ταῖς ἀραῖς χρῆσθαι, οἷον καλῶ δὲ ἐναντίον ὑμῶν τοὺς θεοὺς πάντας καὶ πάσας ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον, ὃς πατρῷός ἐστι τῇ πόλει, καὶ ἐπεύχομαι πᾶσι τούτοις, εἰ μὲν ἀληθῆ πρὸς ὑμᾶς εἴποιμι καὶ εἶπον καὶ τότʼ εὐθὺς ἐν τῷ δήμῳ εὐτυχίαν μοι δοῦναι καὶ σωτηρίαν· εἰ δὲ πρὸς ἔχθραν ἢ φιλονεικίας ἰδίας ἕνεκα, πάντων ἀγαθῶν ἀνόνητόν με ποιῆσαι. καὶ πάλιν πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα. καὶ ἐν τῷ κατὰ Κόνωνος, καὶ εἰ μὲν εὐορκῶ, πολλά μοι γένοιτο ἀγαθὰ καὶ μηδέποτε αὖτις τοιοῦτον μηδὲν πάθοιμι· εἰ δὲ ἐπιορκῶ, ἐξώλης ἀπολοίμην αὐτός τε καὶ εἴ τί μοί ἐστιν ἢ μέλλει ἔσεσθαι.
使用誓言和诅咒亦属于产生可信性之法,例如:“我在你们面前呼唤掌管阿提卡土地的所有男神与女神,以及作为城邦祖先之神的皮托阿波罗,并向这所有神明祈求:若我向你们所言以及当时在公民大会上随即所言皆为属实,便赐予我幸运与平安;但若我是出于敌意或因私下的意气之争,则让我丧失一切福祉。”又如:“雅典的男士们,我首先向所有男神与女神祈求:我对城邦和你们全体始终怀有多少善意,在这次诉讼中你们便回报我多少善意。”在《反科农》中亦如是说:“若我誓言属实,愿许多福祉降临于我,且愿我永不再遭逢此类不幸;若我违誓,愿我自己以及凡属于我或将要属于我的事物,皆彻底灭亡。”
ἀξιοπιστίας δὲ καὶ ὅταν τις τὰς κρίσεις τῶν ταῦτα ἀκουόντων ἐφʼ οἷς ἂν λέγῃ προσλαμβάνῃ, ὡς καὶ παρʼ ἐκείνοις ὁμολογουμένων τῶν πραγμάτων, ὅταν λέγῃ ἐν τῷ κατὰ Ἀριστογείτονος, κεκρίσθαι δὲ τοῦτο τὸ πρᾶγμα πάλαι ἐπὶ τῆς ἑκάστου φύσεως οἴκοθεν. καὶ πάλιν, οἱ μὲν δικάζοντες ὑμεῖς ἥκετε μᾶλλον ἡμῶν τῶν κατηγόρων εἰδότες καὶ ὀφείλοντα τῷ δημοσίῳ τοῦτον, καὶ ἐγγεγραμμένον ἐν ἀκροπόλει, καὶ οὐκ ἐξὸν αὐτῷ λέγειν, ὥστε ἕκαστον ὑμῶν κατηγόρου τάξιν ἔχειν καὶ τὰ δίκαια εἰδέναι, μὴ μαθεῖν δεῖσθαι. καὶ εἰ μὲν ἴστε με τοιοῦτον· οὐ γὰρ ἄλλοθί που βεβίωκα.
此外,每当有人就其所言之事争取听众的评断,仿佛这些事实在听众看来亦属公认之时,同样能产生可信性;如他在《反阿里斯托革顿》中所言:“此事在每个人的天性中早已自发地做出了裁决。”又如:“担任审判官的你们来到这里,比我们控告人更清楚地知道这人亏欠公款、被登记在卫城之上、且依法不得发言,以至于你们每个人都居于控告人的地位且明了公理,无需另行受教。”以及:“若你们确实知晓我是这样的人——因为我并非生活在别处。”
ἀξιοπιστίας δὲ καὶ τὸ ἰσχυρίζεσθαι τοῖς πράγμασιν, ὅταν λέγῃς, εὖ τοίνυν ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐξηπάτησθε, καὶ διʼ ἅ γε εἰκότως τοῦτο πεπόνθατε, ἀκούσατέ μου. καὶ ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἀπισχυρίσατο, τὸ μὲν ἐξελέγχειν πολλὰ καὶ δεινὰ πεποιηκότα τοῦτον καὶ τῆς ἐσχάτης τιμωρίας ὄντα ἄξιον θαρρῶ καὶ πάνυ πιστεύω. καὶ ἐν τῷ κατὰ Στεφάνου, ἐπιδείξω δὲ ὑμῖν τουτονὶ Στέφανον καὶ μεμαρτυρηκότα ψευδῆ καὶ διʼ αἰσχροκέρδειαν τοῦτο πεποιηκότα καὶ κατήγορον αὐτὸν αὑτοῦ γιγνόμενον· τοσαύτη περιφάνεια τοῦ πράγματός ἐστιν.
对事实坚决断言亦属于产生可信性之法,如你说:“雅典的男士们,请确切知晓,你们已被蒙骗;且请听我说明你们何以理所当然地遭遇了此事。”在《反不法使节》中他亦随即断言道:“至于揭露此人犯下了诸多滔天罪行且罪当极刑,我充满信心并深信不疑。”在《反斯特法诺斯》中亦言:“我将向你们证明,这位斯特法诺斯既作了伪证,又是出于卑鄙的贪欲而为之,且正成为自身的控告者;此事的昭然若揭达到了如此程度。”
ἀξιόπιστον δὲ καὶ τοῦτο, ὅταν ὧν πλεῖστον δοκεῖν ἀφεστηκέναι βούλεται, καὶ σφόδρα διαβάλλῃ ταῦτα2 ὡς δεινὰ καὶ χαλεπά, οἷον αἰτιασάμενος γάρ με ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν πατέρα ὡς ἀπέκτονα ἐγὼ τὸν ἐμαυτοῦ. καὶ ἐν τῷ κατὰ Μειδίου, τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ καὶ δεινῆς καὶ χαλεπῆς συμβάσης αἰτίας. καὶ πάλιν, οὔτε θεοὺς οὔτε ὁσίαν ἐποιήσατο ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδʼ ὤκνησεν, οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη.
此外,当有人对于自己希望显得与之最无牵连的事物,极力斥责其为可怕与严酷时,亦能产生可信性;例如:“因为他控告我犯下了任何神志健全之人甚至不敢启齿的罪名:即我杀害了自己的生父。”又如在《反迈迪亚斯》中:“因为对那位可怜而不幸之人,当遭遇了可怕而严酷的罪名指控时。”又如:“对于这样的言辞,他既未把神明亦未把圣法视为阻碍,毫不犹豫,亦未在对其陈说的那群人面前感到羞耻。”
ἀξιόπιστον δὲ καὶ τὸ τιμᾶσθαι προλαμβάνοντα καὶ ζημίας ὁρίζειν καθʼ ἑαυτοῦ3 ἐφʼ οἷς ἂν διεξίῃ, οἷον ἐγὼ πλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος. καὶ πάλιν ἑτέρωθι ἐν Φιλιππικοῖς, μήτε νῦν μήτε αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.
此外,在论述自己所经历或主张之事时,预先主动估定刑罚、为自身设定惩罚,亦能产生可信性;例如:“我自愿出航,并准备承受任何事情。”又在《反腓力辞》的别处言道:“无论现在或今后,切勿将我视作神志健全之人而予以理会。”
Ἀξιοπιστία καὶ τὸ πλείω καθʼ ἑαυτοῦ νέμειν τῶν ἀληθῶν, οἷον εἰσὶ τῶν ξένων ἀτελεῖς, δέκα θήσω, καὶ μὰ τοὺς θεοὺς ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντε εἶναι. ἀλλὰ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πέντε ἢ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα.
将多于事实的不利分摊在自己身上,亦能产生可信性;例如:“有享受免税特权的外邦人;我姑且算作十人——凭诸神起誓,正如我刚才所言,我认为连五人都不足。然而属于公民者确实没有五六人。因此两方合计十六人。让我们算作二十人吧,若你们愿意,算作三十人亦可。”
- 1.4.1.2ἀξιόπιστον δὲ καὶ τὸ τὰ ζητούμενα τῶν ἀποδεδειγμένων καὶ ὁμολογουμένων προσποιεῖσθαι εἶναι περιφανέστερα
中性单数定冠词 τὸ 将整个不定式短语(τὰ ζητούμενα ... περιφανέστερα)名词化作为句子的主语,ἀξιόπιστον 为表语形容词。在不定式短语内部,τὰ ζητούμενα 作宾格主语(受格主语),περιφανέστερα 为宾格表语,属格短语 τῶν ἀποδεδειγμένων καὶ ὁμολογουμένων 则由比较级 περιφανέστερα 所统辖,作比较属格。
- 1.4.1.6ὧν πλεῖστον δοκεῖν ἀφεστηκέναι βούλεται, καὶ σφόδρα διαβάλλῃ ταῦτα
关系代词 ὧν 受不定式 ἀφεστηκέναι(远离)支配而处于分离属格。后随的主句中,指示代词 ταῦτα(宾格)充当 διαβάλλῃ 的直接宾语,构成了对前置关系节所指内容进行重述呼应的复指代词(resumptive pronoun)句式。
- 1.4.1.7τὸ τιμᾶσθαι προλαμβάνοντα καὶ ζημίας ὁρίζειν καθʼ ἑαυτοῦ
动词 τιμᾶσθαι 在此采用中动相,取其雅典法庭专门术语之意,即“(被告)为自身提出拟定的量刑建议/反估刑罚”。分词 προλαμβάνοντα 为阳性单数宾格,与不定式从句中隐含的泛指主体相呼应。
