← 阿里斯·台德斯

修辞学

§1.3.2.3-1.3.2.4

产生丰瞻的假省法与分述法修辞

本段论述了造成丰瞻的修辞构型:假省法(不确定的省略与按门类的省略、开头与结尾的布局、因由的附加),以及分述法(对举划分)和递进分述法的具体用法与实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.2.3

καὶ παραλείψεις περιβολὴν ποιοῦσιν, ὡς ἐν τῷ κατὰ Μειδίου, ὅσα μὲν οὖν ἢ τοὺς χορευτάς, ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας,1 ἠνώχλησεν, ἢ προβαλλόμενος ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, καὶ τὰ ἄλλα πάντα ὅσα τοιαῦτα ἐάσω, καὶ πάλιν ὅτι μὲν γραφὴν λειποταξίου κατεσκεύασε κατʼ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσαντα ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. χρὴ δὲ εἰδέναι ὅτι αἱ μὲν ἀόριστοί εἰσιν παραλείψεις, αἱ δὲ κατʼ εἶδος. ἀόριστοι μὲν αἱ τοιαῦται, πάντα μὲν οὔτʼ ἂν ἔγωγε δυναίμην πρὸς ὑμᾶς εἰπεῖν οὔτʼ ἂν ὑμεῖς βούλοισθε ἀκούειν, ὅσα ἔλαβε παρʼ ἀμφοτέρων δῶρα, μάλιστα δὲ τὸ γένος ποιεῖ.2 περιβολὴν μὲν οὖν ποιοῦσιν αἱ τοιαῦται ἐν τῷ ἀορίστῳ, αἱ δὲ κατʼ εἶδος παραλείψεις, οἷον Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ. καὶ αἱ μὲν κατʼ ἀρχὰς γίνονται παραλείψεις, ὥσπερ αὕτη Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν, αἱ δὲ ἐπὶ τέλει, ὡς ἐν οἷς λέγει τὰς δὲ ἐπʼ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας. τῶν δὲ ἐπὶ τέλει καὶ αὕτη ἡ παράλειψις περιβολὴν ἔχουσα, πολλὰ δὲ ἔχων καὶ ἄλλα ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶ πεπραγμένα, καὶ εἰσὶν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι ἐπειδὴ δὲ ἔξω τοῦ πράγματος ὑπολαμβάνετʼ εἶναι, ἐάσω. αὐξήσεις δὲ περιβολήν, ἐὰν μὴ ψιλὰς τὰς παραλείψεις λέγῃς, ἀλλὰ καὶ τὰς αἰτιολογίας αὐτῶν προστιθῇς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς Πελοποννησίους ἅπαντας παρετάξατο ἐν Θήβαις, καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσα ἐν Κύπρῳ ἐποίησε, καὶ μετὰ ταῦτα ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου χώραν, οὐδαμοῦ τὸ τῆς πόλεως ὄνομα οὐδʼ αὑτὸν κατῄσχυνε, καὶ ἡ αἰτιολογία, διʼ ἣν παραλείπει, ὅτι ἀδύνατον κατὰ τὴν ἀξίαν εἰπεῖν, πολλή τε αἰσχύνη λέγοντος ἐμοῦ ταῦτα ἐλάττω φανῆναι τῆς παρʼ ἑκάστῳ περὶ αὐτοῦ δόξης ὑπαρχούσης.3

省略(假省法)也能造成丰瞻,正如在《反迈迪亚斯》中:“那么,他在反对免除我们的兵役一事上对歌队成员多加阻挠,或者推举自己当选为狄奥尼索斯节的主管,以及所有其他诸如此类的事情,我且略过不提”;又如:“他策划了控告我擅离职守的诉状,并雇用了实施此事之人——那个污秽、极端轻率、如尘埃一般的欧克特蒙——这我也且略过不提”。应当明白,省略有些是不确定的,有些则是按门类的(具体的)。不确定的省略是这般的:“他从双方所接受的礼物究竟有多少,我既无法全部向你们说尽,你们也不会愿意听”,这主要是由总体门类所造成的。因此,此类省略是在不确定性中造成丰瞻;而按门类的省略,例如:“奥林图斯、阿波罗尼亚以及色雷斯沿海的三十二座城邦,我且不提”。有些省略位于开头,正如这一句“奥林图斯以及阿波罗尼亚”;而有些则位于结尾,正如他在某处所说:“至于他针对伊利里亚人和培奥尼亚人的远征,以及去往任何人所能说出的任何地方的远征,我都略过不提”。在位于结尾的省略中,还有这样一则具有丰瞻的省略:“虽然我还有许多其他事情可以指出乃是这些人所为、且他们说了谎,我也很乐意向你们陈述;但既然你们认为这些超出了本案范围,我且略过不提”。如果你不仅表达单纯的省略,而且还附加上它们的因由,你便会扩增丰瞻,正如在《反莱普提涅斯》中:“那么,关于他在底比斯率领你们列阵迎战全体伯罗奔尼撒人的情形,关于他在埃吉纳如何诛杀戈耳戈帕斯,关于他在塞浦路斯的诸多作为,以及其后在埃及的作为,并且关于他踏遍了几乎所有土地,却未曾在任何地方玷污城邦之名或自身之名”;而他予以省略的因由,乃是无法做出名实相符的陈述:“在我的陈述中,这些功勋若显得逊于每个人心中对他已有的赞誉,那将是极大的羞耻”。

§1.3.2.4

μάλιστα δὲ περιβολὴν καὶ οἱ μερισμοὶ ἐργάζονται, ὅταν τὰ νοήματα μὴ καθʼ ἓν εἰσάγῃς, ἀλλὰ μερίζων ἀντιτιθῇς, ὥσπερ ἐν Φιλιππικοῖς, εἰ δʼ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ὑμεῖς δὲ ὡς οὐδενὸς ἀντιληπτέον τῶν πραγμάτων. τοῦτο μὲν οὖν εἰς πρόσωπα ἔστι μερίσαι τὸ νόημα, ἕτερον δὲ μερισθὲν εἰς πρόσωπον καὶ τόπον, οὐκοῦν ὑμῶν μὲν μὴ δυναμένων ἐνθένδε ἀναπλεῦσαι, ἐκεῖ δὲ μηδεμιᾶς οὔσης ἑτοίμου βοηθείας. πάνυ δὲ ὁ Ἰσοκράτης χαίρει τούτῳ τῷ τρόπῳ τῶν μερισμῶν περιβολὴν ἐργαζόμενος, παραδείγματος δὲ ἕνεκα ἓν ἢ δύο ἐκ τοῦ περὶ τῆς εἰρήνης Ἰσοκράτους, εἰς τοῦτο γὰρ κατέστημεν, καὶ ὁ μερισμός, τῶν μὲν οἰκείων ἀμελείας, τῶν δὲ ἀλλοτρίων ἐπιθυμίας, εἶτα λέγων τὰ ἐκ τούτων αὐτοῖς ἀποβάντα ἄτοπα μερίζει, τοὺς μὲν τάφους τοὺς δημοσίους τῶν πολιτῶν ἐνέπλησαν, τὰς δὲ φρατρίας καὶ τὰ ληξιαρχικὰ γραμματεῖα ξένων. εἶτα πάλιν ἐξαριθμούμενος τὰ τοῖς Λακεδαιμονίοις ἀπὸ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν συμβάντα λέγει, ἐνέπλησεν αὐτοὺς ἡ θάλαττα τοὺς μὲν ἰδιώτας ἀδικίας, ἀνομίας, ῥᾳθυμίας, φιλοχρηματίας, τὸ δὲ κοινὸν τῆς πόλεως οὐχ ἁπλῶς ἀντέθηκε τοῦδε καὶ τοῦδε, ἀλλὰ πάλιν ἐπεμέριζε, τὸ δὲ κοινὸν τῆς πόλεως τῶν μὲν ὑπεροψίας, ἐπιθυμίας δὲ τῶν ἀλλοτρίων. ἀλλὰ καὶ οἱ ἐπιμερισμοὶ περιβολὴν ἐργάζεσθαι δύνανται, οἷον οὐ μόνον τόδʼ ἐποίησας, ἀλλὰ καὶ τόδε, μὴ μόνον πόλεων καὶ τόπων, ὧν ἦμέν ποτε κύριοι, φαίνεσθαι προϊεμένους, ἀλλὰ καὶ τῶν ὑπὸ τῆς τύχης παρασκευασθέντων συμμάχων τε καὶ καιρῶν. καὶ ἐν τῷ πρὸς Λεπτίνην, οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος,4 ἔστι δὲ τὸ κατὰ τὸν Ἐπικέρδην εἰσαγόμενον. καὶ πάλιν, οὐ τοίνυν μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἰδίᾳ γνόντας εὖ ποιεῖν ὑμᾶς καὶ παρασχόντας χρησίμους ἑαυτοὺς ἄξιόν ἐστιν εὐλαβηθῆναι ἀδικῆσαι, ἀλλὰ καὶ πολλούς, οἳ πόλεις ὅλας, τὰς ἑαυτῶν πατρίδας, συμμάχους ἡμῖν ἐπὶ τοῦ πρὸς Λακεδαιμονίους πολέμου παρέσχον, καὶ πάλιν οὐ τοίνυν μόνον ὁ Κόνων ὑφʼ ἡμῶν τότʼ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπʼ ἄλλων πολλῶν.

部分划分(分述法)也最能造成丰瞻,即当你不是逐一引入立意,而是通过划分使之形成对举时。正如在《腓力演说》中:“如果一方面,他下定决心认为必须始终做成比现有成就更伟大的事情,而另一方面,你们却认为不必插手任何实际政务”。这便是将立意划分于人物;另一种划分则是划分于人物与地点:“鉴于一方面,你们无法从这里起航,而另一方面,那里也没有任何现成的援军”。伊索克拉底极喜好以这种划分方式来造成丰瞻,举例而言,《论和平》中有一两处:“因为我们陷入了这种境地”,接下来的划分是:“对自身事务的漠视,对他人之物的贪欲”;随后谈到由此给他们带来的反常后果时,他划分道:“他们让公共墓穴填满了公民,却让胞族和公民登记册填满了外邦人”。接着,在列举拉栖代梦人从海上霸权中遭遇的事情时,他又说:“大海使他们——一方面使平民充满了不义、不法、怠惰和贪财,而另一方面使城邦的公同体”,他并未简单地将此与彼对立,而是再次细分:“使城邦的公同体一方面充满了对一些人的蔑视,另一方面充满了对他人之物的贪欲”。此外,追加划分(递进分述)也能造成丰瞻,例如“你不仅做了此事,而且还做了彼事”:“以免显得不仅放弃了我们曾为主人的城邦和土地,而且还放弃了命运所提供的盟友和时机”。在《反莱普提涅斯》中:“因此,不仅应当注意不让留孔受到不公对待,而且还应当注意是否有其他任何人受到侵害”,这乃是关于埃庇凯尔德斯的引入。又如:“因此,雅典诸君,不仅对于那些私下决定善待你们、并将自身贡献为有用之人的人,我们理当谨慎不予侵害,而且对于在对拉栖代梦人的战争中将整个城邦——即他们自己的祖国——提供为我们盟友的许多人,亦当如此”;又如:“因此,科农在当时不仅受到我们的尊崇——因其立下了我所详述的功勋——而且也受到其他许多人的尊崇”。

语法注4 条
  1. 1.3.2.3ἀφεθῆναι τῆς στρατείας

    该不定式短语作分词 ἐναντιούμενος 的补充说明,意为“反对(我们)免除兵役”。ἡμῖν 既可视为分词 ἐναντιούμενος 所支配的与格宾语,亦可兼指被动不定式 ἀφεθῆναι 的逻辑主语,在此统摄为“阻挠我们免服兵役”。

  2. 1.3.2.3μάλιστα δὲ τὸ γένος ποιεῖ

    此句用于阐明不确定假省是如何产生的。主语为 τὸ γένος(总体门类/属),动词 ποιεῖ 的宾语根据上文可补出 [περιβολήν](丰瞻)或 [τὴν ἀόριστον παράλειψιν](不确定的假省),意为“尤其是总体门类造成了这种(丰瞻/假省)”。

  3. 1.3.2.3πολλή τε αἰσχύνη λέγοντος ἐμοῦ ταῦτα ἐλάττω φανῆναι τῆς παρʼ ἑκάστῳ περὶ αὐτοῦ δόξης ὑπαρχούσης

    骨干为非人称表述 πολλή [ἐστιν] αἰσχύνη 后接不定式主语 φανῆναι。λέγοντος ἐμοῦ 为属格独立结构(“当我陈述时”)。ταῦτα 为 φανῆναι 的主格性宾格(“这些功勋”),ἐλάττω 为比较级表语宾格(“显得逊色”),而 τῆς παρʼ ἑκάστῳ περὶ αὐτοῦ δόξης ὑπαρχούσης 则是受 ἐλάττω 支配的比较属格(“比每个人心中对他的赞誉”)。

  4. 1.3.2.4οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος

    主干动词短语为 δεῖ σκοπεῖν,后接预防/顾虑分句 μὴ ... ἀδικηθῇ(“注意不让留孔受到不公对待”)。后半句的 εἴ τις ἄλλος 则是省略了动词 [ἀδικηθήσεται](或 ἀδικεῖται)的紧缩结构,意为“还要注意是否还有其他人[受到侵害]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.3.2.3-1.3.2.4