← 阿里斯·台德斯

修辞学

§1.3.2.5-1.3.2.7

通过对比并置与语法斜格化实现丰瞻

作者结合演说家的具体实例,论述了对比并置、总结性结句以及运用分词与属格绝对结构使立意斜格化如何赋予文体丰瞻之气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.2.5

περιβολὴν δὲ ἔχει καὶ τὸ ἐκ παραθέσεως1 εἰσάγειν τὰ νοήματα, ὅταν μὴ ἁπλῶς εἴπῃ τόδε ἐγένετο καὶ τόδε, ἀλλʼ ἀντὶ μὲν τοῦ τόδε γενέσθαι τόδε ἐγένετο, ἀντὶ δὲ τοῦ τόδε τόδε, ὡς ὁ Δημοσθένης ἐν τῷ τῆς παραπρεσβείας, ἀντὶ μὲν γὰρ τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατε ἐξηνδραποδισμένας. καὶ Ἰσοκράτης δὲ χαίρει τῷ ἐκ παραθέσεως σχήματι περιβολὴν ἐργαζόμενος, ἀντὶ μὲν γὰρ τοῦ φρουρεῖν τὰς ἄλλων ἀκροπόλεις τῆς αὐτῶν ἐπεῖδον τοὺς πολεμίους κυρίους γενομένους, ἀντὶ δὲ τοῦ παῖδας ὁμήρους λαμβάνειν τοὺς ἑαυτῶν φησιν ἐπιδεῖν ἀναξίως τρεφομένους, ἀντὶ δὲ τοῦ γεωργεῖν τὰς χώρας τὰς ἀλλοτρίας πολλῶν ἐτῶν οὐδὲ ἰδεῖν αὐτοῖς ἐξεγένετο τὴν ἑαυτῶν.

通过对比并置来引入立意也具有丰瞻,即不是单纯地说此事发生且彼事发生,而是说“代替此事发生,发生了彼事”,以及“代替此事,发生了彼事”。正如德摩斯梯尼在《论失职使团》中所言:“因为你们没有看到忒斯庇埃和普拉提亚被重建,反而听闻奥尔科墨诺斯和科罗内亚被贬为奴隶。”伊索克拉底也乐于采用对比并置的修辞格来造成丰瞻:“因为他们没有驻守他人的卫城,反而眼睁睁看着敌人掌控了自己的卫城;他们没有将(敌人的)子嗣扣为人质”,他说〔他们〕反而眼睁睁看着自己的子嗣在屈辱中被抚养,“他们没有耕种他人的土地,反而多年来甚至未曾获准目睹自己的土地。”

§1.3.2.6

περιβολὴν δὲ καὶ αἱ συμπληρώσεις ἐργάζονται ἐν τῷ κατὰ Κόνωνος, ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς, καὶ τὸ ἀντικείμενον τῷ οὐ φαύλας λαβὼν πληγάς, ἀλλὰ ἐπανελθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων, ἐπάγει τί παθὼν πεποίηκεν, πολλῷ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, νῦν τὸ συλληπτικὸν εἰς ἐπίτασιν ὁμολογούμενον, πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. ὡς δὲ ἤδη παρακολουθοῦντί σοι τὰ καθʼ ἕκαστον θεωρήματα τῆς περιβολῆς παρέδειξα, ἐφʼ ὧν γέγονεν ἡ συμπλήρωσις, ἐπεὶ τό γε αὐτὴν θεῖναι τὴν συμπλήρωσιν τοιοῦτον ἦν, ὅτι μὲν τοίνυν οὐ μετρίας καὶ φαύλας τινὰς λαβὼν πληγάς, ἀλλʼ ἐπανελθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολλῷ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. εἰσὶ δὲ καὶ ἄλλαι συμπληρώσεις θαυμαστὴν περιβολὴν ἐργαζόμεναι, ἅμα τε τὸ προειρημένον συμπληροῦσαι καὶ ἀπαρτίζουσαι καὶ μετάβασιν ἐπὶ τὸ ἑξῆς εἰσαγόμενον παρέχουσαι, ὡς ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, ἃ μὲν τοίνυν ἐγὼ παρεσχόμην εἰς τὸ δικαιοῦν τοιαῦτα γράφειν περὶ ἐμοῦ πρὸς πολλοῖς ἄλλοις ταῦτα καὶ παραπλήσια τούτοις ἐστί, μέχρις ἐνταῦθα ἡ συμπλήρωσις, εἶτα ἡ ἐπαγγελία τοῦ ἐφεξῆς, ἃ δὲ πάντες ὑμεῖς ἴστε, ταῦτʼ ἤδη λέξω.

总结性结句(综摄完结)亦能造成丰瞻。在《反科农》中:“那么,我并未受到寻常而轻微的殴打”,以及与“未受轻微殴打”相对立的“反而因这些人的傲慢与放肆而起诉”,接着他引入自己在遭受侵害后做了何事:“提起了远逊于其应受惩罚的诉讼”,如今引入为加重语气而公认的概括分句:“我认为从诸多方面对你们而言已变得清楚明白”。对已经领会的你,我向你展示了总结性结句赖以构成的关于丰瞻的各个要领;因为将总结性结句本身完整写出乃是如此:“那么,我并未受到寻常而轻微的殴打,反而因这些人的傲慢与放肆而提起远逊于其应受惩罚的诉讼,我认为对你们而言已变得清楚明白”。还有其他造成惊人丰瞻的结句,既补充完结了此前所说之言,又为引入接下来的内容提供了过渡,正如在《论冠冕》中:“那么,我所做出的足以为我起草此类法令提供正当理由的贡献,除了其他诸多贡献之外,便是这些以及与这些相似的贡献”——到此为止是结句;随后是对接续内容的预告:“至于你们大家皆知的事情,我现在便要陈述”。

§1.3.2.7

καὶ τὸ πλαγιάζειν τὰ νοήματα2 μάλιστα περιβολῆς ἐστιν, ὥστε καὶ ἐν ταῖς ἀφηγήσεσιν, εἰ πλαγιασθείη τὰ νοήματα, θαυμαστὴν περιβολὴν ἐργάζεται, ὡς ὁ Δημοσθένης ἐν τῷ κατʼ Αἰσχίνου, καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, οὐκ ὤρθωσεν εἰπών, προσῄει τῇ βουλῇ, ἀλλὰ πάλιν ἐπλαγίασε καὶ προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων. καὶ ἄλλο πεπλαγιασμένον καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις περὶ τούτων πέμψαι, καὶ ἄλλο τοῦ αὐτοῦ τρόπου, καὶ ἀπαγγέλλων, καὶ ἕτερον ἐπὶ τούτων, καὶ διεξιὼν ἡλίκα τὴν Ἑλλάδα πᾶσαν ἀδικοῦσιν, οὐ τὰς ἰδίας μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου. πῶς δὲ ὁ Αἰσχίνης; Ἀμύντου μὲν γὰρ νεωστὶ τετελευτηκότος, καὶ ἄλλος πλαγιασμός, καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων. καὶ ἄλλος πλαγιασμός, Παυσανίου δὲ ἐπὶ τὴν ἀρχὴν αὐτῶν κατιόντος φυγάδος μὲν ὄντος, τῷ καιρῷ δὲ ἰσχύοντος, καὶ πάλιν ἄλλος ἐπʼ ἄλλῳ πλαγιασμῷ, πολλῶν δὲ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων,3 ὤρθωσε δὲ καὶ ἀνέπαυσεν ἡμᾶς ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν Ἰφικράτην.

将立意斜格化(采用偏斜间接构文)也格外属于丰瞻,以至于即便在叙事之中,立意若被斜格化,亦能造成惊人的丰瞻。正如德摩斯梯尼在《反埃斯基涅斯》中所言:“并且带着尼奥普托勒摩斯的配角演员伊斯坎德罗斯”,他并未以直格说“他走向了议事会”,而是再次将其斜格化:“一方面就这些事务走向议事会,另一方面走向民众大会”,以及另一句被斜格化的表述:“并说服你们就这些事务向各地派遣使节”,以及另一句同类表述:“并且汇报”,以及叠加于这些之上的另一句:“并且详细陈述那些接受贿赂并从腓力那里收取金钱之人,不仅侵害了自己的祖国,而且侵害了整个希腊是何等深重”。那么埃斯基涅斯又是如何做的呢?“因为在阿明塔斯刚刚去世之际”,接着是另一处斜格化:“兄弟中居长的亚历山大亦然,而佩尔狄卡斯与腓力尚为幼童”,又一处斜格化:“在帕乌萨尼亚斯回师谋夺他们政权之际——他虽为流亡者,却因时机而强大”,接着又是层层叠加的斜格化:“许多人与他协同作战,且他拥有希腊军队,占领了安特穆斯和塞尔玛,而马其顿人彼此不和,多数人偏向帕乌萨尼亚斯,在这些关键时刻”,随后他转入直格令我们松了一口气:“雅典人选派伊菲克拉特斯为将军”。

语法注3 条
  1. 1.3.2.5τὸ ἐκ παραθέσεως

    介词短语 ἐκ παραθέσεως 指代对比并置的修辞格式(即“没有发生某事,反而发生了另一事”或“代替某事,发生了另一事”),紧随其后的 ὅταν μὴ ἁπλῶς εἴπῃ τόδε ἐγένετο καὶ τόδε, ἀλλʼ ἀντὶ μὲν τοῦ τόδε... 明确了其具体结构。

  2. 1.3.2.7τὸ πλαγιάζειν τὰ νοήματα

    在修辞学中,τὸ πλαγιάζειν(斜格化/偏斜构文)指避免使用主语配直陈式动词的直格直接句式(ὀρθότης),而通过连续使用分词句、属格绝对结构等从属性偏斜结构来延展句子并营造丰瞻的技法。它与文末的 ὤρθωσε(转为直格)形成对照。

  3. 1.3.2.7ἐπὶ τῶν καιρῶν τούτων

    该介词短语位于一连串长篇属格绝对分句(Ἀμύντου... τετελευτηκότος, Παυσανίου... κατιόντος, πολλῶν... συμπραττόντων 等)的末尾,总括了前面累积的所有复杂局势(“在这些关键时刻”),并充当过渡到最终主句直陈动词(ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν Ἰφικράτην)的枢纽。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.3.2.5-1.3.2.7