- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.3.2.1-1.3.2.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了通过修辞构型产生丰瞻的技巧,重点分析了借助前提性铺设(引发结果从句的相关词)的“假设构型”以及分项陈述的“列举构型”,并引用德摩斯梯尼的演说加以例证。
κατὰ δὲ σχῆμα περιβολὴ γίνεται οὕτω. τὸ καθʼ ὑπόθεσιν σχῆμα μάλιστα περιβολὴν ἐργάζεται, καὶ ὅταν τις ὑποστάσεσι1 χρῆται. ὅ τι δέ εἰσιν ἐν τῷ λόγῳ αἱ ὑποστάσεις καὶ ὅσον δύνανται, ἐπὶ παραδειγμάτων γνώσῃ, ὥσπερ ἐν τῷ κατὰ Κόνωνος εὐθὺς ἐν ἀρχῇ ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τούτου γε, καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, πολλὰ καὶ δεινὰ ἢ καὶ διάφορα πράγματα, ὧν οὐδὲν γέγονε δεινότερον, ὁ δὲ διὰ τῆς ὑποστάσεως περιβολὴν εἰργάσατο τοιαῦτα ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφευξεῖσθαί με. διαφέρει δέ τι καὶ τὸ ἴδιον τῆς ὑποστάσεως· τούτῳ γὰρ πάνυ πρόσεχε, ὅτι εἰ μὲν ἁπλῶς εἶπεν, ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος πολλὰ καὶ δεινά, ἀπήρτιστο ἂν τὸ νόημα καὶ οὐδενὸς προσέδει καὶ ἔδει μεταβῆναι, τὸ δὲ τῇ ὑποστάσει ἀναρτῆσαι ἐν τῷ εἰπεῖν καὶ παθὼν τοιαῦτα ἀκόλουθον ἔσχε τὸ ἐπαγαγεῖν ποδαπά, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με. ἡ ὑπόστασις οὖν τοῦτο δύναται, πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα2 καὶ περιβολὴν ἐργάσασθαι. καὶ πάλιν ἐν τῷ κατὰ Κόνωνος προϊὼν λέγει καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτεινάν μοι. καὶ τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, καὶ κραυγὴν πολλὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ἀλλʼ ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ,3 νῦν δὲ ἡ ὑπόστασις τὴν περιβολὴν εἰργάσατο, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν· ἀκολουθεῖ γὰρ τῇ κατὰ τὴν ὑπόστασιν ἀναρτήσει πάντως ἄλλο ἐπαχθῆναι νόημα, [τοσαύτην κραυγὴν ἐποίησαν] ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν. καὶ ἄλλη ὑπόστασις ἐν τῷ λόγῳ, τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, κακῶς με διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ἡ δὲ περιβολὴ ἐκ τῆς ὑποστάσεως οὕτω διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι.
通过修辞构型(格式)产生丰瞻是这样的:基于假设的构型最能造成丰瞻,以及当人们使用前提性铺设(实体化先行词)的时候。在论辩中前提性铺设究竟为何物、具有何等力量,你将从实例中得知。正如在《反科农》中一开篇处:“审判官诸君,我受到了侮辱,并遭受了这位科农之害”;简单的表述本会是说“遭受了许多可怕之事,或是诸多非同寻常之事,没有任何事情比这更可怕了”,但他却通过前提性铺设造成了丰瞻:“以至于在极长的一段时间里,无论是亲人还是医生中的任何一人都不指望我能生还的那样可怕之事”。 前提性铺设的独特性质也带来某种差异;请对这一点密切注意:因为如果他简单地说“审判官诸君,我受到了侮辱,并在科农手下遭受了许多可怕之事”,立意便已完结,不再需要任何补充,并且必须转入下一话题;然而,通过说出“遭受了如此这般之事”而将立意悬挂于前提性铺设之上,其顺理成章的归结就是引出它们究竟是何种性质之事,即“以至于在极长的一段时间里,无论是亲人还是医生中的任何一人都不指望我能生还”。因此,前提性铺设具有这种力量:能够从一个名词中化生出许多内容,从而造成丰瞻。 又如在《反科农》中,随着论述展开,他又说:“起初他们破口大骂,最后甚至对我拳脚相向”。简单的表述本会是说“他们在帐篷周围大声喊叫喧闹”,但立意就会因此完结而显得如同被草草抛下一般;然而现在,前提性铺设造成了丰瞻:“他们在帐篷周围发出了如此巨大的叫声与喧闹”——因为在基于前提性铺设的悬挂之后,必然会引出另一个立意:〔发出了如此巨大的叫声,〕“以至于连将军和连队长们都赶来了”。演说中的另一个前提性铺设是:简单的表述本会是说“他们扑上来殴打我,使我陷入惨境”,而源于前提性铺设的丰瞻则是:“他们扑上来殴打我,使我陷入如此惨境,以至于打破了我的嘴唇”。
περιβολῆς δὲ σχῆμα καὶ τὸ κατὰ τὴν ἀπαρίθμησιν. παράδειγμα δὲ τούτου ἐν τῷ τῆς παραπρεσβείας, ὅπου λέγει τίνων οὖν χρὴ παρὰ πρεσβευτοῦ λόγον λαβεῖν; καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, ὧν ἀπήγγειλεν, ὧν ἔπεισε, τὸ δὲ τῆς περιβολῆς ἐν τῇ ἀπαριθμήσει πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατʼ αὐτῷ. καὶ πάλιν ἑτέρωθι τοῦ χάριν δὴ ταῦτα διεξῆλθον; πρώτου μέν, ἵνα γνῶτε καὶ μάθητε, δευτέρου δὲ οὐδὲν ἐλάττονος τούτου.4
按项列举的修辞构型也属于丰瞻。此处的实例见于《论不称职的使节》,他在那里说:“那么,应当就哪些事项向使节问责呢?”简单的表述本会是这样说:“就他所报告的事项,就他所劝导的事项”;然而丰瞻的表述则见于列举之中:“首先,乃是他所报告的事项;其次,乃是他所劝导的事项;第三,乃是你们向他交代嘱托的事项”。又在另一处:“我究竟为了什么才详细讲述这些呢?首先,是为了让你们知晓并明明白白;其次,则是为了一个绝不逊于此的缘由”。
- 1.3.2.1τὸ καθʼ ὑπόθεσιν σχῆμα ... ὑποστάσεσι
此处出现的术语“基于假设的构型”(τὸ καθʼ ὑπόθεσιν σχῆμα)与“前提性铺设”(ὑποστάσεσι),结合作者随后的解释来看,是指预先设置如 τοιαῦτα、τοσαύτην、οὕτω 之类的相关指示词,使句意处于暂时的悬挂未完状态(ἀνάρτησις),从而在句法上必然要求引出结果从句(ὥστε...)。这并非普通的条件从句,而是通过先行词铺设基础以待展开的修辞手段。
- 1.3.2.1πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα
不定式 ποιῆσαι 的直接宾语为 τὸ ὄνομα(名词、词语),πολλὰ 则作补足宾格(“使一个词化生为众多词句”)。这形象地说明了本可由单一词汇(如“受害”或“喧闹”)概括的内容,如何通过铺设相关词与结果从句而扩展出丰富的词句和多重细节。
- 1.3.2.1ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ
在反事实过去的语境中,虚词 ἄν 修饰过去完成时直陈式 ἀπήρτιστο,并延续至后面的未完成过去时 ἦν。中性与格分词 ἐρριμμένῳ(源自 ῥίπτω,“抛掷、抛弃”)在此用作修辞学术语,形容文气或立意缺乏有机的承接展开而被突兀、草草地搁置截断的状态。
- 1.3.2.2πρώτου μέν ... δευτέρου δὲ οὐδὲν ἐλάττονος τούτου
这是德摩斯梯尼对前面反问句 τοῦ χάριν...(“为了什么?”)的回答,省略并承前补充了介词 χάριν(即 πρώτου μὲν [χάριν]... δευτέρου δὲ [χάριν])。τούτου 为接在比较级 ἐλάττονος 后的比较属格,指代前一个理由(“让你们知晓并明明白白”),意为“出于一个绝不亚于此的第二个缘由”。
