- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.3.1.5-1.3.1.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了产生丰瞻(peribole)的进一步手法,包括将相反情况与顺理成章的归结相并置、交替运用属与种、为单薄的事实增添主观评断与性质、在论点之前先行给出论证支撑,以及在叙述行动之前先详述其所处境况与前提,并通过德摩斯梯尼的诸篇演说加以阐释。
περιβολὴν δὲ ποιεῖ καὶ ὅταν τις μὴ ἀκόλουθα ἐξετάζῃ μόνον, ἀλλὰ καὶ τἀναντία προσλαμβάνῃ, ὡς ἐν τῷ τῆς παραπρεσβείας τὸ μὲν ἁπλοῦν ἦν καὶ τὸ ἀκόλουθον οὕτως, ἐπεὶ γὰρ ἐχειροτονήσατε τοῦτον πρεσβευτήν, ὡς φυλάξοντα τοὺς ἄλλους, ἐνταῦθα τὸ ἐναντίον προσλαβὼν οὕτως ἐπάγει τὸ ἀκόλουθον ἐχειροτονήσατε τοῦτον πρότερον τὸ τί μὴ ποιήσοντα, εἶτα τὸ τί ποιήσοντα, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, οὐδʼ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, εἶτα νῦν τὸ ἀκόλουθον, ἀλλʼ ὡς φυλάξοντα τοὺς ἄλλους. καὶ πάλιν ἐν τῷ τῆς παραπρεσβείας, ἐπειδὴ δὲ ἧκεν ἡ ἐκκλησία, παρελθὼν Αἰσχίνης πρῶτος ἡμῶν ἁπάντων, καὶ οὐκ εὐθὺς τὸ ἀκόλουθον ἐπήνεγκεν, τάδε ἀπήγγειλεν, ἀλλὰ πρότερον κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἃ δέον ἀπαγγέλλειν οὐκ ἀπήγγειλε, τίνα δὲ ἦν ταῦτα; πρῶτον τοῦ μὲν ἀπαγγέλλειν τι περὶ τῶν πρεσβευομένων ἢ περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων,1 εἰ ἄρα ἠμφισβήτει μὴ ἀληθῆ λέγειν ἐμὲ2 παμπληθὲς ἀπέσχεν, εἶτα νῦν κατὰ τὸ ἀκόλουθον ἃ ἐποίει καὶ ἐδημηγόρει καὶ τοιούτους εἶπε λόγους. ἵνα δὲ εἰδῇς ὅτι συγγένειαν ἔχει τὰ τῆς περιβολῆς θεωρήματα, εἴπομεν ἐν τοῖς ἐπάνω ὅτι περιβολή ἐστι τὰ ἐν γένει προλαβόντα κατʼ εἶδος ἐπάγειν,3 ἀλλὰ καὶ νῦν λέγωμεν ὅτι περιβολή ἐστι τὸ μὴ μόνον τὰ ἀκόλουθα ἐξετάζειν, ἀλλὰ καὶ τὰ ἐναντία τῶν ἀκολούθων· ἐνταῦθα ἀμφότερα πεποίηκεν, ὃ μὲν οὐκ ἐποίει, ὃ δὲ ἐποίει, προθεὶς τὸ ἐναντίον πρὸ τοῦ ἀκολούθου, τὰ δὲ ἐν γένει προλαβὼν κατʼ εἶδος, τὰ μὲν ἐν γένει εἰπὼν ἐν τῷ εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοιαῦτα ἔχοντας ἀγαθὰ ὥστε ἅπαντας λαβὼν ὑμᾶς ᾤχετο. ταῦτα μὲν ἐν γένει, νῦν τὸ κατʼ εἶδος ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον, εἶτα πάλιν ἐν γένει πάνθʼ ὅσα συμφέρει τῇ πόλει, εἶτα κατʼ εἶδος καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων. καὶ ἐν τῷ κατὰ Μειδίου δὲ ὡς δέον εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου, τὸ μὲν ἀκόλουθον δίκης ἀξιοῖ τυχεῖν, τὸ δὲ ἐναντίον τοῦ ἀκολούθου καὶ μὴ σιωπᾷ.
当人们不仅考量顺理成章的归结,而且将相反的情形一并纳入时,也会造成丰瞻。例如在《论不称职的使节》中,简单而顺理成章的表述本是:“因为既然你们选举此人为使节,去监视其他人”;然而在此处,他将相反的情形并置纳入,然后再引出顺理成章的归结:他先指出选举此人“不去做什么”,随后再指出选举他“去做什么”——“并非视其为会出卖你们利益的人,亦非视其为信任腓力的人”,然后方引出顺理成章的归结:“而是视其为会监视其他人的人”。又如在《论不称职的使节》中:“及至公民大会召开,埃斯基涅斯在我们众人中第一个走上讲台”,他并未随即引出顺理成章的归结说“他报告了如下之事”,而是首先按照归结的反面,陈述了他本应报告却未曾报告之事。那都是些什么呢?首先:“对于报告有关使团事务的任何情况,或是有关在议事会中所言之事的任何情况——如果他果真争辩说我所言不实的话——他完全避而不谈”,然后方按照顺理成章的归结,陈述他实际所为和向民众发表演说的内容:“并发表了这番言论”。 为了让你知晓关于丰瞻的诸理论乃是彼此相通的:我们在前面曾说,丰瞻乃是先在属上提出、再按种加以引申;但现在我们也要说,丰瞻乃是不仅考量顺理成章的归结,而且考量归结的反面。在此处他两样都做到了:一方面是将相反之面置于归结之前,陈述其“未曾做之事”与“所做之事”;另一方面则是先在属上提出,再按种加以引申。在属上的陈述见于:“他发表了这番言论,其中包含着如此巨大且如此美好的利益,以至于他把你们全都俘获带走了”——这乃是属上的;现在按种引申则是:“因为他宣称自己回来说服了腓力”;随后又在属上陈述:“关于对城邦有益的一切事务”;继而又按种引申:“关于安菲克提翁同盟中的事务,以及关于其他一切事务”。又如在《反迈迪亚斯》中:“仿佛应当若有人受到此人侮辱”,顺理成章的归结本是:“便要求获得公道裁决”,而归结的反面则是:“并且不保持沉默”。
περιβολῆς δὲ καὶ τὸ μὴ ψιλὰ τὰ νοήματα εἰσάγειν, τουτέστι τὰ πράγματα, ἀλλὰ προσλαμβάνειν αὐτῶν τὴν γνώμην τῶν τοιούτων ἢ τὴν ποιότητα τῆς γνώμης. οὕτω περιβολὴν εἰργάσατο δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν, εἶτα τὸ γιγνόμενον ὑπʼ αὐτῶν, νυνὶ γάρ φασι δεῖν ἐκεῖνοι Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι. καὶ ἐν τοῖς Φιλιππικοῖς δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἶτα ἐπάγει ὧν ἕνεκα ταῦτα προελήφθη εἰ τὸν τόπον, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς χώρας ᾗ πολεμεῖτε ἐνθυμηθείητε.
丰瞻还在于不直白单薄地引入立意——亦即事实本身——而是将关于此类事物的见解或见解的性质一并纳入。他是这样造成丰瞻的:“在我看来,拉刻代蒙人正在做着极其厉害之人的勾当”,随后才引出他们所做的事情:“因为如今他们声称,厄利斯人应当收回特里菲利亚的某些地方”。又如在《腓力言论》中:“在我看来,关于这场战争及整个筹备,你们会做出好得多的决断”,随后他引出之所以预先提及这些的缘由:“雅典的男士们,如果你们深思一下你们与之作战的地区位置的话”。
περιβολὴν δὲ ποιεῖς καὶ ὅταν πρὶν τὸ εἰσαγόμενον εἰπεῖν, τὸ κατασκευαστικὸν αὐτοῦ προλάβῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην εἰ μὲν ἁπλῶς καὶ χωρὶς περιβολῆς ἔλεγεν, οὕτως ἂν εἶπε, καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος κελευόντων ἀποδοῦναι, τῶν δὲ κοινῇ συνδιαλῦσαι, νῦν δὲ ὅρα πῶς προέλαβε τὰ κατασκευαστικὰ καθʼ ἑκάτερον, καὶ τῶν μὲν οὐκ εὐθὺς εἶπε τοὺς ἐξ ἄστεος, ἀλλὰ διὰ μέσου τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεος, τῶν δέ, καὶ οὐκ εὐθὺς ἀντέθηκε, κοινῇ διαλῦσαι, ἀλλὰ πάλιν προέλαβε τὸ κατασκευαστικὸν τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι σημεῖον ἀξιούντων κοινῇ διαλύσασθαι τὰ χρήματα.
当你在说出被引入的论点之前,预先提出对其起论证支撑作用的内容时,你也会造成丰瞻。例如在《反莱普提内斯》中,如果他简单而不带丰瞻地说,本会是这样说的:“一方要求城里的居民偿还,另一方则要求共同分担清偿”;但现在请看他是如何在每一方都预先提出论证支撑的:就前一方而言,他没有立即说“城里的居民”,而是在中间插入:“要求那些借债的人偿还,即城里的居民”;就另一方而言,他也没有立即对置“共同清偿”,而是再次预先提出论证支撑:“而另一方则主张以此作为首要标记,共同清偿这笔款项”。
περιβολῆς καὶ τοῦτο, ὅταν μὴ ψιλὸν τὸ εἰσαγόμενον λέγῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εἰσαγόμενον, τοῦτο μὲν ἐν τοῖς κυρίοις νόμοις ὑπάρχον τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι, ὁ δὲ προὔλαβε τὴν ποιότητα τοῦ εἰσαγομένου τοῦτο μὲν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον, εἶτα ἡ ποιότης προσληφθεῖσα καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σαφές, καὶ νῦν τὸ εἰσαγόμενον, τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι. καὶ πάλιν ἐπʼ αὐτῷ ἡ ἐπίκρισις δίκαιον ὦ γῆ καὶ θεοί. καὶ ἄλλως ὅπου ἂν μὴ ψιλὰ τὰ πράγματα εἰσάγῃς, ἀλλὰ προλαμβάνῃς τι αὐτῶν ἢ ἐπάγῃς τι αὐτοῖς, περιβολὴν ἐργάσει.
这也属于丰瞻:即凡是你不用单薄的方式陈述被引入的论点时。例如在《反莱普提内斯》中,被引入的论点是:“这在现行有效的法律中已有规定,即民众所赐予的一切赏赐皆当有效”;但他预先陈述了被引入之事的性质:“这在现行有效的法律中已有规定”,接着纳入其性质:“雅典的男士们,此乃美好而明确的”,现在方给出被引入的论点:“民众所赐予的一切赏赐皆当有效”;随后又对其加以评断:“大地与诸神啊,此乃公正的!”在其他任何地方,凡是不单薄地引入事实,而是在它们之前有所先取、或在它们之后有所引申,你都会造成丰瞻。
περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρʼ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν,4 ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα κατεναυμάχησεν, ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρʼ ἡμῶν οὐδʼ ἡντιναοῦν ἀφορμὴν λαβών, νῦν τὸ γενόμενον ὑπʼ αὐτοῦ κατεναυμάχησε Λακεδαιμονίους.
当你从自身角度引入某事时,例如“科农曾对你们施以如此重大的恩德”,若不立即说出他做了什么,而是预先提出他是在何种境况下、处于何种状态中行事的,然后再说出他做了什么,此时你也会造成丰瞻。正如在《反莱普提内斯》中,其恩德本身乃是:“他在海战中击溃了敌人”;但他在此话之前预先引出,表明他在何种状态下做了何事:“在民众从比雷埃夫斯回归之后,在我们城邦孱弱且不拥有一艘战船之时,他作为波斯王的将领,未从我们这里获取任何资助”,现在方说出由他所行之事:“他在海战中击溃了拉刻代蒙人”。
- 1.3.1.5τοῦ μὲν ἀπαγγέλλειν τι περὶ τῶν πρεσβευομένων ἢ περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων
带冠词的属格不定式 τοῦ ἀπαγγέλλειν 作后文动词 παμπληθὲς ἀπέσχεν 的分离属格补足语(“完全远离于报告……”、“彻底避免报告……”)。副词 παμπληθές(“完全地、彻底地”)修饰该动词。
- 1.3.1.5εἰ ἄρα ἠμφισβήτει μὴ ἀληθῆ λέγειν ἐμέ
在从属于动词 ἠμφισβήτει(争议、否认)的不定式短语 μὴ ἀληθῆ λέγειν ἐμέ 中,否定词 μή 是跟在表否认或争议动词之后的赘述(冗余)否定词。其含义为“如果他果真争议我所言不实”(即主张我没有说真话),而非通过双重否定构成肯定。
- 1.3.1.5τὰ ἐν γένει προλαβόντα κατʼ εἶδος ἐπάγειν
分词 προλαβόντα 为阳性单数宾格,充当不定式短语的泛指逻辑主语(“一个人在属上先取之后,再按种加以引申”)。该句骨架意为“先在属上提出、再按种加以引申”,重申了前章所论述的定义。
- 1.3.1.9πῶς ἐχόντων ἐποίησεν
πῶς ἐχόντων 作为非人称的属格独立结构或表状况的属格(“在事情处于何种状态之下”),修饰主动词 ἐποίησεν(“他行事”)。
