- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.3.1.3-1.3.1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者讨论在意思完结之前于中间插入多个立意(论点)的手法,并通过《反阿里斯托克拉特》与《论不称职的使节》中的文例阐述其重叠结构与效果。
ἔτι περιβολῆς,1 ὅταν τις διὰ μέσου τοῦ νοήματος ἢ τῶν νοημάτων, πρὶν ἀπαρτίσαι τὸν νοῦν, ἕτερα ἐμβάλῃ νοήματα, ὅπερ ἐὰν μὴ ἔν τινι μέτρῳ γένηται, δεινὴν ἀσάφειαν ἐργάζεται. παράδειγμα δὲ τῆς περιβολῆς ταύτης ἐν τῷ κατὰ Ἀριστοκράτους, εἰκότως δʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετʼ εὐνοίας ἀκούσαιτε ἃ λέγω, εἶτα συστατικὰ τοῦ ὅτι δεῖ προσέχοντας ἀκοῦσαι, ἄλλο ἐπὶ ἄλλῳ ἐπεμβεβλημένον, καὶ ταῦτα πεπλαγιασμένα,2 ἐπειδὴ γὰρ οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων παρʼ ὑμῖν ὤν [τι] πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον, ἐὰν ὅσον ἐστὶν ἐν ὑμῖν συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε. καὶ οὐχ ἓν τὸ ἐκβησόμενον αὐτοῖς ἐκ τοῦ ἀκοῦσαι ἀγαθόν, ἀλλὰ δύο, τὸ μὲν ἐκ τοῦ παρόντος τοῦτό τε σώσετε, τὸ δὲ ἐκ τοῦ μέλλοντος καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν. τοῦτο μὲν οὖν πεπλήρωται καὶ οὐδὲν λείπει αὐτῷ, ὁ δέ, ἵνα πλείων ἡ περιβολὴ γένηται, καὶ τὸ ἐναντίον παραθεὶς ἐπανέλαβε. τί δὲ ἦν τὸ ἐναντίον τοῦ καὶ μᾶλλόν τινα προθυμηθῆναι ἂν ποιῆσαί τι τὴν πόλιν ἀγαθόν; νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δὲ ὅμως ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν. καὶ τοῦτʼ ἂν ἀπήρτιστο, ἀλλὰ καὶ ἐνταῦθα οὐκ ἤρκεσεν, ἀλλὰ καὶ κατασκευὴν τοῖς προειρημένοις ἐξ ἰδιότητος προσέθηκεν ἐγὼ γοῦν ἀπώκνησα ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν, ὥστε τοῦτον τὸν τρόπον συμπεπλέχθαι τὸ προσέχειν λέγοντι. καὶ τόδε ἄτοπον οὐκ ἔσται, τὸ ὀκνεῖν τινας τὴν πόλιν εὖ ποιεῖν, ὡς νῦν γε ὀκνοῦσι, διὰ τὸν φόβον καὶ τὴν ἀπειρίαν τοῦ λέγειν· ἐγὼ γοῦν μικροῦ ὤκνησα καὶ αὐτός. πῶς οὖν κατηγορεῖς; καὶ τούτου ἐξ ἰδιότητος ἡ κατασκευή, ὅτι δεινὸν ἡγοῦμαι πρότερον μέν, ὅτε ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην, νῦν δὲ ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι πρᾶγμα ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους. μή τί σοι δοκεῖ ὀλίγα ἐπεμβεβλῆσθαι νοήματα, ἵνα εἰς τοῦτο καταλήξῃ πᾶσα ἡ ἔννοια;
再者,凡是在立意(思想)或诸立意的中间,在使意思完结之前插入其他立意,亦属于丰瞻;然而此法若不维持在某种分寸之内,则会造成严重的晦涩。这种丰瞻的例子见于《反阿里斯托克拉特》: “雅典的男士们,你们理当向我集中注意,并怀着善意倾听我所说的话”,随后,论证应当专注倾听的理由被一个接一个地层层插入,而且这些都是以斜格句式构成的: “因为我既不是那些烦扰你们的人之一,也不是在你们当中从事政务的人之一,却声称只要你们尽力与我通力合作并热切倾听,我就将指出一件如此重大的勾当已经被铸成。” 而且从倾听中给他们带来的益处不仅是一桩,而是两桩;一桩来自当下: “你们既将保全此事”,另一桩来自将来: “又将使得我们当中若有人自认能为城邦做些有益之事时,不至畏缩不前。” 这本已圆满充足,本身毫无欠缺;但他为了让丰瞻更加充分,又并置相反的情形加以重申。那么,“有人会更加热诚地为城邦做些有益之事”的相反面是什么呢? “但如今,由于许多人对此心怀畏惧——他们或许不擅辞令,然而比起那些辞令之士却是更善良的人——他们甚至根本无意考量任何公事。” 这本也可以算作完结了;然而即便在此他仍不满足,反而从自身遭遇出发,为上述论述增添了论证支撑: “至少我自己,你们确知,也会畏缩而不亲自提起这桩诉讼”,从而以这种方式将“注意倾听演讲者”紧密交织在一起。而这一点也不足为怪:即某些人因恐惧与言语经验的匮乏而畏缩于造福城邦,正如他们此刻确实畏缩一样;“我自己至少也差一点畏缩了”。那么你为何还要控告呢?对此亦从其个人境况中给出论证支撑:“因为我认为,以前当我作为三列桨座战船指挥官出航赫勒斯滂时,尚且敢于说话并控告那些我认为在损害你们的人,如今眼见某些人在策划一件不利于城邦的事,却要保持安详并归于沉默,这是极为可怕的。”难道在你看来,为了使整个大意归结于此,所层层插入的立意还算少吗?
ἵνα δὲ ἔτι σαφέστερόν σοι γένηται ὁποῖόν τί ἐστι τὸ διὰ μέσου ἐμβαλεῖν πλείω νοήματα, ἐκεῖνο σαφέστατον παράδειγμα ἐν τῷ τῆς παραπρεσβείας τὸ γὰρ πρὸς ἄνδρα θνητόν, ἓν νόημα ἐκ προσώπου, καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην, τὸ πρᾶγμα τὸ γινόμενον, τὸ δὲ ἐπʼ αὐτῷ καὶ οὔπω ἀπήρτισται, ἀλλʼ ἐπεμβάλλει. πάλιν πῶς γὰρ οὐκ αἰσχρὸν δημοσίᾳ μὲν πάντας ὑμᾶς τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τε ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων, καὶ οὔτε δικαίων οὔθʼ ὑμῖν συμφερόντων· εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας, νῦν πρόσεχε τοῖς ἐπιβεβλημένοις, τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας, ἄλλο νόημα ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, ὃν εἰλήφατε ἐπʼ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα, νῦν τὸ συμπληροῦν τοῦτον ἀφεῖναι.3
为了让你更加清楚地理解何为在中间插入较多的立意,《论不称职的使节》中的那个例子乃是最为明晰的: “因为面对一个凡人”,——这是从人物出发的一个立意,—— “且面对一个因某些时机而拥有权势的人,在书写永久和平之时订立针对城邦的耻辱”,——这是正在发生的事情;然而在此之上仍未完结,他又进一步插入。又如:—— “因为公开场合你们所有人都在谴责和平带来的后果,既不愿参与安菲克提翁同盟的会议,又对腓力心怀不满与猜忌,视已发生的事情为不敬且可怕,既不公正亦无益于你们;然而一旦走进法庭”,——现在请注意那些附加的成分,—— “要对这些事务进行责任审查的审判”,——另一个立意,—— “为城邦宣过誓,将那个你们当场拿获做了这等事情的人”,——现在是完成全句的成分:—— “竟然将此人予以释放,这怎能不是可耻的呢?”
- 1.3.1.3ἔτι περιβολῆς
属格 περιβολῆς 为表从属的谓语性属格,省略了存在动词 ἐστί,以后续的 ὅταν 从句为主语,意为“……亦属于丰瞻”。
- 1.3.1.3καὶ ταῦτα πεπλαγιασμένα
καὶ ταῦτα 为惯用搭配,意为“而且这些……”。πεπλαγιασμένα 为动词 πλαγιάζω(使倾斜、置于斜格)的完成时被动分词中性复数,指这些插入的论据并非以直接的主句呈现,而是以从属结构或斜格句式展开。
- 1.3.1.4πῶς γὰρ οὐκ αἰσχρὸν ... τοῦτον ἀφεῖναι
引文的核心句式为非人称结构与不定式搭配:πῶς γὰρ οὐκ αἰσχρὸν [ἐστι] ... τοῦτον ἀφεῖναι(“释放此人怎能不是可耻的呢”)。在评判词与最终完成句子的不定式之间,多重插入了宾格分词短语(εἰσελθόντας, δικάσοντας, ὀμωμοκότας)及关系从句(ὃν εἰλήφατε...),构成长距离的倒置与插入结构(hyperbaton/parenthesis)。
